κέκλυτε νῦν καὶ ἐμεῖο· μάλιστα γὰρ ἄλγος ἱκάνει θυμὸν ἐμόν, φρονέω δὲ διακρινθήμεναι ἤδη Ἀργείους καὶ Τρῶας, ἐπεὶ κακὰ πολλὰ πέπασθε εἵνεκʼ ἐμῆς ἔριδος καὶ Ἀλεξάνδρου ἕνεκʼ ἀρχῆς· ἡμέων δʼ ὁπποτέρῳ θάνατος καὶ μοῖρα τέτυκται τεθναίη· ἄλλοι δὲ διακρινθεῖτε τάχιστα. οἴσετε ἄρνʼ, ἕτερον λευκόν, ἑτέρην δὲ μέλαιναν, Γῇ τε καὶ Ἠελίῳ· Διὶ δʼ ἡμεῖς οἴσομεν ἄλλον· ἄξετε δὲ Πριάμοιο βίην, ὄφρʼ ὅρκια τάμνῃ αὐτός, ἐπεί οἱ παῖδες ὑπερφίαλοι καὶ ἄπιστοι, μή τις ὑπερβασίῃ Διὸς ὅρκια δηλήσηται. αἰεὶ δʼ ὁπλοτέρων ἀνδρῶν φρένες ἠερέθονται· οἷς δʼ ὁ γέρων μετέῃσιν ἅμα πρόσσω καὶ ὀπίσσω λεύσσει, ὅπως ὄχʼ ἄριστα μετʼ ἀμφοτέροισι γένηται. ὣς ἔφαθʼ, οἳ δʼ ἐχάρησαν Ἀχαιοί τε Τρῶές τε ἐλπόμενοι παύσασθαι ὀϊζυροῦ πολέμοιο. καί ῥʼ ἵππους μὲν ἔρυξαν ἐπὶ στίχας, ἐκ δʼ ἔβαν αὐτοί, τεύχεά τʼ ἐξεδύοντο· τὰ μὲν κατέθεντʼ ἐπὶ γαίῃ πλησίον ἀλλήλων, ὀλίγη δʼ ἦν ἀμφὶς ἄρουρα· Ἕκτωρ δὲ προτὶ ἄστυ δύω κήρυκας ἔπεμπε καρπαλίμως ἄρνάς τε φέρειν Πρίαμόν τε καλέσσαι· αὐτὰρ ὃ Ταλθύβιον προΐει κρείων Ἀγαμέμνων νῆας ἔπι γλαφυρὰς ἰέναι, ἠδʼ ἄρνʼ ἐκέλευεν οἰσέμεναι· ὃ δʼ ἄρʼ οὐκ ἀπίθησʼ Ἀγαμέμνονι δίῳ. Ἶρις δʼ αὖθʼ Ἑλένῃ λευκωλένῳ ἄγγελος ἦλθεν εἰδομένη γαλόῳ Ἀντηνορίδαο δάμαρτι, τὴν Ἀντηνορίδης εἶχε κρείων Ἑλικάων Λαοδίκην Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην. τὴν δʼ εὗρʼ ἐν μεγάρῳ· ἣ δὲ μέγαν ἱστὸν ὕφαινε δίπλακα πορφυρέην, πολέας δʼ ἐνέπασσεν ἀέθλους Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων, οὕς ἑθεν εἵνεκʼ ἔπασχον ὑπʼ Ἄρηος παλαμάων· ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις· δεῦρʼ ἴθι νύμφα φίλη, ἵνα θέσκελα ἔργα ἴδηαι Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων, οἳ πρὶν ἐπʼ ἀλλήλοισι φέρον πολύδακρυν Ἄρηα ἐν πεδίῳ ὀλοοῖο λιλαιόμενοι πολέμοιο· οἳ δὴ νῦν ἕαται σιγῇ, πόλεμος δὲ πέπαυται, ἀσπίσι κεκλιμένοι, παρὰ δʼ ἔγχεα μακρὰ πέπηγεν. αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος μακρῇς ἐγχείῃσι μαχήσονται περὶ σεῖο· τῷ δέ κε νικήσαντι φίλη κεκλήσῃ ἄκοιτις. ὣς εἰποῦσα θεὰ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ ἀνδρός τε προτέρου καὶ ἄστεος ἠδὲ τοκήων· αὐτίκα δʼ ἀργεννῇσι καλυψαμένη ὀθόνῃσιν ὁρμᾶτʼ ἐκ θαλάμοιο τέρεν κατὰ δάκρυ χέουσα οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι δύʼ ἕποντο, Αἴθρη Πιτθῆος θυγάτηρ, Κλυμένη τε βοῶπις·