ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται κτήμαθʼ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδʼ ἀγέσθω· οἳ δʼ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ τάμωμεν. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ· τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Μενέλαος· κέκλυτε νῦν καὶ ἐμεῖο· μάλιστα γὰρ ἄλγος ἱκάνει