ἄλλους μὲν κέλεται Τρῶας καὶ πάντας Ἀχαιοὺς τεύχεα κάλʼ ἀποθέσθαι ἐπὶ χθονὶ πουλυβοτείρῃ, αὐτὸν δʼ ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαον οἴους ἀμφʼ Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι. ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται κτήμαθʼ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδʼ ἀγέσθω· οἳ δʼ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ τάμωμεν. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ· τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Μενέλαος·