<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="3"><q><l n="83">στεῦται γάρ τι ἔπος ἐρέειν κορυθαίολος Ἕκτωρ.</l></q><l n="84"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἔσχοντο μάχης ἄνεῴ τʼ ἐγένοντο</l><l n="85">ἐσσυμένως· Ἕκτωρ δὲ μετʼ ἀμφοτέροισιν ἔειπε·</l><q><l n="86">κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ</l><l n="87">μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρεν.</l><l n="88">ἄλλους μὲν κέλεται Τρῶας καὶ πάντας Ἀχαιοὺς</l><l n="89">τεύχεα κάλʼ ἀποθέσθαι ἐπὶ χθονὶ πουλυβοτείρῃ,</l><l n="90">αὐτὸν δʼ ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαον</l><l n="91">οἴους ἀμφʼ Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι.</l><l n="92">ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται</l><l n="93">κτήμαθʼ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδʼ ἀγέσθω·</l><l n="94">οἳ δʼ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ τάμωμεν.</l></q><l n="95"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·</l><l n="96">τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Μενέλαος·</l><q><l n="97">κέκλυτε νῦν καὶ ἐμεῖο· μάλιστα γὰρ ἄλγος ἱκάνει</l><l n="98">θυμὸν ἐμόν, φρονέω δὲ διακρινθήμεναι ἤδη</l><l n="99">Ἀργείους καὶ Τρῶας, ἐπεὶ κακὰ πολλὰ πέπασθε</l><l n="100">εἵνεκʼ ἐμῆς ἔριδος καὶ Ἀλεξάνδρου ἕνεκʼ ἀρχῆς·</l><l n="101">ἡμέων δʼ ὁπποτέρῳ θάνατος καὶ μοῖρα τέτυκται</l><l n="102">τεθναίη· ἄλλοι δὲ διακρινθεῖτε τάχιστα.</l><l n="103">οἴσετε ἄρνʼ, ἕτερον λευκόν, ἑτέρην δὲ μέλαιναν,</l><l n="104">Γῇ τε καὶ Ἠελίῳ· Διὶ δʼ ἡμεῖς οἴσομεν ἄλλον·</l><l n="105">ἄξετε δὲ Πριάμοιο βίην, ὄφρʼ ὅρκια τάμνῃ</l><l n="106">αὐτός, ἐπεί οἱ παῖδες ὑπερφίαλοι καὶ ἄπιστοι,</l><l n="107">μή τις ὑπερβασίῃ Διὸς ὅρκια δηλήσηται.</l></q></div></div></body></text></TEI>