<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="3"><l n="78">μέσσου δουρὸς ἑλών· τοὶ δʼ ἱδρύνθησαν ἅπαντες.</l><l n="79">τῷ δʼ ἐπετοξάζοντο κάρη κομόωντες Ἀχαιοὶ</l><l n="80">ἰοῖσίν τε τιτυσκόμενοι λάεσσί τʼ ἔβαλλον·</l><l n="81">αὐτὰρ ὃ μακρὸν ἄϋσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·</l><q><l n="82">ἴσχεσθʼ Ἀργεῖοι, μὴ βάλλετε κοῦροι Ἀχαιῶν·</l><l n="83">στεῦται γάρ τι ἔπος ἐρέειν κορυθαίολος Ἕκτωρ.</l></q><l n="84"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἔσχοντο μάχης ἄνεῴ τʼ ἐγένοντο</l><l n="85">ἐσσυμένως· Ἕκτωρ δὲ μετʼ ἀμφοτέροισιν ἔειπε·</l><q><l n="86">κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ</l><l n="87">μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρεν.</l><l n="88">ἄλλους μὲν κέλεται Τρῶας καὶ πάντας Ἀχαιοὺς</l><l n="89">τεύχεα κάλʼ ἀποθέσθαι ἐπὶ χθονὶ πουλυβοτείρῃ,</l></q></div></div></body></text></TEI>