μέσσου δουρὸς ἑλών· τοὶ δʼ ἱδρύνθησαν ἅπαντες. τῷ δʼ ἐπετοξάζοντο κάρη κομόωντες Ἀχαιοὶ ἰοῖσίν τε τιτυσκόμενοι λάεσσί τʼ ἔβαλλον· αὐτὰρ ὃ μακρὸν ἄϋσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· ἴσχεσθʼ Ἀργεῖοι, μὴ βάλλετε κοῦροι Ἀχαιῶν· στεῦται γάρ τι ἔπος ἐρέειν κορυθαίολος Ἕκτωρ. ὣς ἔφαθʼ, οἳ δʼ ἔσχοντο μάχης ἄνεῴ τʼ ἐγένοντο ἐσσυμένως· Ἕκτωρ δὲ μετʼ ἀμφοτέροισιν ἔειπε· κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρεν. ἄλλους μὲν κέλεται Τρῶας καὶ πάντας Ἀχαιοὺς τεύχεα κάλʼ ἀποθέσθαι ἐπὶ χθονὶ πουλυβοτείρῃ,