<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="3"><q><l n="66">ὅσσά κεν αὐτοὶ δῶσιν, ἑκὼν δʼ οὐκ ἄν τις ἕλοιτο·</l><l n="67">νῦν αὖτʼ εἴ μʼ ἐθέλεις πολεμίζειν ἠδὲ μάχεσθαι,</l><l n="68">ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιούς,</l><l n="69">αὐτὰρ ἔμʼ ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαον</l><l n="70">συμβάλετʼ ἀμφʼ Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι·</l><l n="71">ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται,</l><l n="72">κτήμαθʼ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδʼ ἀγέσθω·</l><l n="73">οἳ δʼ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντες</l><l n="74">ναίοιτε Τροίην ἐριβώλακα, τοὶ δὲ νεέσθων</l><l n="75">Ἄργος ἐς ἱππόβοτον καὶ Ἀχαιΐδα καλλιγύναικα.</l><milestone ed="p" n="76" unit="card"/></q><l n="76"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, Ἕκτωρ δʼ αὖτʼ ἐχάρη μέγα μῦθον ἀκούσας,</l><l n="77">καί ῥʼ ἐς μέσσον ἰὼν Τρώων ἀνέεργε φάλαγγας</l></div></div></body></text></TEI>