<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="3"><q><l n="61">ὅς τʼ εἶσιν διὰ δουρὸς ὑπʼ ἀνέρος ὅς ῥά τε τέχνῃ</l><l n="62">νήϊον ἐκτάμνῃσιν, ὀφέλλει δʼ ἀνδρὸς ἐρωήν·</l><l n="63">ὣς σοὶ ἐνὶ στήθεσσιν ἀτάρβητος νόος ἐστί·</l><l n="64">μή μοι δῶρʼ ἐρατὰ πρόφερε χρυσέης Ἀφροδίτης·</l><l n="65">οὔ τοι ἀπόβλητʼ ἐστὶ θεῶν ἐρικυδέα δῶρα</l><l n="66">ὅσσά κεν αὐτοὶ δῶσιν, ἑκὼν δʼ οὐκ ἄν τις ἕλοιτο·</l><l n="67">νῦν αὖτʼ εἴ μʼ ἐθέλεις πολεμίζειν ἠδὲ μάχεσθαι,</l><l n="68">ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιούς,</l><l n="69">αὐτὰρ ἔμʼ ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαον</l></q></div></div></body></text></TEI>