<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="3"><l n="6">ἀνδράσι Πυγμαίοισι φόνον καὶ κῆρα φέρουσαι·</l><l n="7">ἠέριαι δʼ ἄρα ταί γε κακὴν ἔριδα προφέρονται.</l><l n="8">οἳ δʼ ἄρʼ ἴσαν σιγῇ μένεα πνείοντες Ἀχαιοὶ</l><l n="9">ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισιν.</l><l n="10"><milestone ed="P" unit="para"/>εὖτʼ ὄρεος κορυφῇσι Νότος κατέχευεν ὀμίχλην</l><l n="11">ποιμέσιν οὔ τι φίλην, κλέπτῃ δέ τε νυκτὸς ἀμείνω,</l><l n="12">τόσσόν τίς τʼ ἐπιλεύσσει ὅσον τʼ ἐπὶ λᾶαν ἵησιν·</l><l n="13">ὣς ἄρα τῶν ὑπὸ ποσσὶ κονίσαλος ὄρνυτʼ ἀελλὴς</l><l n="14">ἐρχομένων· μάλα δʼ ὦκα διέπρησσον πεδίοιο.</l><l n="15"><milestone ed="P" unit="para"/>οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,</l><l n="16">Τρωσὶν μὲν προμάχιζεν Ἀλέξανδρος θεοειδὴς</l><l n="17">παρδαλέην ὤμοισιν ἔχων καὶ καμπύλα τόξα</l></div></div></body></text></TEI>