<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="3"><q><l n="54">οὐκ ἄν τοι χραίσμῃ κίθαρις τά τε δῶρʼ Ἀφροδίτης</l><l n="55">ἥ τε κόμη τό τε εἶδος ὅτʼ ἐν κονίῃσι μιγείης.</l><l n="56">ἀλλὰ μάλα Τρῶες δειδήμονες· ἦ τέ κεν ἤδη</l><l n="57">λάϊνον ἕσσο χιτῶνα κακῶν ἕνεχʼ ὅσσα ἔοργας.</l></q><l n="58"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής·</l><q><l n="59">Ἕκτορ ἐπεί με κατʼ αἶσαν ἐνείκεσας οὐδʼ ὑπὲρ αἶσαν·</l><l n="60">αἰεί τοι κραδίη πέλεκυς ὥς ἐστιν ἀτειρὴς</l><l n="61">ὅς τʼ εἶσιν διὰ δουρὸς ὑπʼ ἀνέρος ὅς ῥά τε τέχνῃ</l><l n="62">νήϊον ἐκτάμνῃσιν, ὀφέλλει δʼ ἀνδρὸς ἐρωήν·</l><l n="63">ὣς σοὶ ἐνὶ στήθεσσιν ἀτάρβητος νόος ἐστί·</l><l n="64">μή μοι δῶρʼ ἐρατὰ πρόφερε χρυσέης Ἀφροδίτης·</l><l n="65">οὔ τοι ἀπόβλητʼ ἐστὶ θεῶν ἐρικυδέα δῶρα</l></q></div></div></body></text></TEI>