ἦ τοιόσδε ἐὼν ἐν ποντοπόροισι νέεσσι πόντον ἐπιπλώσας, ἑτάρους ἐρίηρας ἀγείρας, μιχθεὶς ἀλλοδαποῖσι γυναῖκʼ εὐειδέʼ ἀνῆγες ἐξ ἀπίης γαίης νυὸν ἀνδρῶν αἰχμητάων πατρί τε σῷ μέγα πῆμα πόληΐ τε παντί τε δήμῳ, δυσμενέσιν μὲν χάρμα, κατηφείην δὲ σοὶ αὐτῷ;