<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="3"><q><l n="457">νίκη μὲν δὴ φαίνετʼ ἀρηϊφίλου Μενελάου,</l><l n="458">ὑμεῖς δʼ Ἀργείην Ἑλένην καὶ κτήμαθʼ ἅμʼ αὐτῇ</l><l n="459">ἔκδοτε, καὶ τιμὴν ἀποτινέμεν ἥν τινʼ ἔοικεν,</l><l n="460">ἥ τε καὶ ἐσσομένοισι μετʼ ἀνθρώποισι πέληται.</l></q><l n="461"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ Ἀτρεΐδης, ἐπὶ δʼ ᾔνεον ἄλλοι Ἀχαιοί.</l></div><div type="textpart" subtype="Book" n="4"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>οἳ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο</l><l n="2">χρυσέῳ ἐν δαπέδῳ, μετὰ δέ σφισι πότνια Ἥβη</l><l n="3">νέκταρ ἐοινοχόει· τοὶ δὲ χρυσέοις δεπάεσσι</l><l n="4">δειδέχατʼ ἀλλήλους, Τρώων πόλιν εἰσορόωντες·</l><l n="5">αὐτίκʼ ἐπειρᾶτο Κρονίδης ἐρεθιζέμεν Ἥρην</l><l n="6">κερτομίοις ἐπέεσσι παραβλήδην ἀγορεύων·</l><q><l n="7">δοιαὶ μὲν Μενελάῳ ἀρηγόνες εἰσὶ θεάων</l><l n="8">Ἥρη τʼ Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη.</l><l n="9">ἀλλʼ ἤτοι ταὶ νόσφι καθήμεναι εἰσορόωσαι</l><l n="10">τέρπεσθον· τῷ δʼ αὖτε φιλομειδὴς Ἀφροδίτη</l><l n="11">αἰεὶ παρμέμβλωκε καὶ αὐτοῦ κῆρας ἀμύνει·</l><l n="12">καὶ νῦν ἐξεσάωσεν ὀϊόμενον θανέεσθαι.</l><l n="13">ἀλλʼ ἤτοι νίκη μὲν ἀρηϊφίλου Μενελάου·</l><l n="14">ἡμεῖς δὲ φραζώμεθʼ ὅπως ἔσται τάδε ἔργα,</l><l n="15">ἤ ῥʼ αὖτις πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν</l><l n="16">ὄρσομεν, ἦ φιλότητα μετʼ ἀμφοτέροισι βάλωμεν.</l><l n="17">εἰ δʼ αὖ πως τόδε πᾶσι φίλον καὶ ἡδὺ γένοιτο,</l><l n="18">ἤτοι μὲν οἰκέοιτο πόλις Πριάμοιο ἄνακτος,</l><l n="19">αὖτις δʼ Ἀργείην Ἑλένην Μενέλαος ἄγοιτο.</l></q><l n="20"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, αἳ δʼ ἐπέμυξαν Ἀθηναίη τε καὶ Ἥρη·</l><l n="21">πλησίαι αἵ γʼ ἥσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην.</l><l n="22">ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐδέ τι εἶπε</l><l n="23">σκυζομένη Διὶ πατρί, χόλος δέ μιν ἄγριος ᾕρει·</l><l n="24">Ἥρῃ δʼ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα·</l><q><l n="25">αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες·</l><l n="26">πῶς ἐθέλεις ἅλιον θεῖναι πόνον ἠδʼ ἀτέλεστον,</l><l n="27">ἱδρῶ θʼ ὃν ἵδρωσα μόγῳ, καμέτην δέ μοι ἵπποι</l><l n="28">λαὸν ἀγειρούσῃ, Πριάμῳ κακὰ τοῖό τε παισίν.</l><l n="29">ἕρδʼ· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.</l></q><l n="30"><milestone ed="P" unit="para"/>τὴν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·</l><q><l n="31">δαιμονίη τί νύ σε Πρίαμος Πριάμοιό τε παῖδες</l><l n="32">τόσσα κακὰ ῥέζουσιν, ὅ τʼ ἀσπερχὲς μενεαίνεις</l><l n="33">Ἰλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον;</l><l n="34">εἰ δὲ σύ γʼ εἰσελθοῦσα πύλας καὶ τείχεα μακρὰ</l><l n="35">ὠμὸν βεβρώθοις Πρίαμον Πριάμοιό τε παῖδας</l><l n="36">ἄλλους τε Τρῶας, τότε κεν χόλον ἐξακέσαιο.</l><l n="37">ἕρξον ὅπως ἐθέλεις· μὴ τοῦτό γε νεῖκος ὀπίσσω</l><l n="38">σοὶ καὶ ἐμοὶ μέγʼ ἔρισμα μετʼ ἀμφοτέροισι γένηται.</l><l n="39">ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·</l><l n="40">ὁππότε κεν καὶ ἐγὼ μεμαὼς πόλιν ἐξαλαπάξαι</l><l n="41">τὴν ἐθέλω ὅθι τοι φίλοι ἀνέρες ἐγγεγάασι,</l><l n="42">μή τι διατρίβειν τὸν ἐμὸν χόλον, ἀλλά μʼ ἐᾶσαι·</l><l n="43">καὶ γὰρ ἐγὼ σοὶ δῶκα ἑκὼν ἀέκοντί γε θυμῷ·</l><l n="44">αἳ γὰρ ὑπʼ ἠελίῳ τε καὶ οὐρανῷ ἀστερόεντι</l><l n="45">ναιετάουσι πόληες ἐπιχθονίων ἀνθρώπων,</l><l n="46">τάων μοι περὶ κῆρι τιέσκετο Ἴλιος ἱρὴ</l><l n="47">καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο.</l><l n="48">οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης</l><l n="49">λοιβῆς τε κνίσης τε· τὸ γὰρ λάχομεν γέρας ἡμεῖς.</l><milestone ed="p" n="50" unit="card"/></q><l n="50"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη·</l><q><l n="51">ἤτοι ἐμοὶ τρεῖς μὲν πολὺ φίλταταί εἰσι πόληες</l><l n="52">Ἄργός τε Σπάρτη τε καὶ εὐρυάγυια Μυκήνη·</l><l n="53">τὰς διαπέρσαι ὅτʼ ἄν τοι ἀπέχθωνται περὶ κῆρι·</l><l n="54">τάων οὔ τοι ἐγὼ πρόσθʼ ἵσταμαι οὐδὲ μεγαίρω.</l><l n="55">εἴ περ γὰρ φθονέω τε καὶ οὐκ εἰῶ διαπέρσαι,</l><l n="56">οὐκ ἀνύω φθονέουσʼ ἐπεὶ ἦ πολὺ φέρτερός ἐσσι.</l><l n="57">ἀλλὰ χρὴ καὶ ἐμὸν θέμεναι πόνον οὐκ ἀτέλεστον·</l><l n="58">καὶ γὰρ ἐγὼ θεός εἰμι, γένος δέ μοι ἔνθεν ὅθεν σοί,</l><l n="59">καί με πρεσβυτάτην τέκετο Κρόνος ἀγκυλομήτης,</l><l n="60">ἀμφότερον γενεῇ τε καὶ οὕνεκα σὴ παράκοιτις</l><l n="61">κέκλημαι, σὺ δὲ πᾶσι μετʼ ἀθανάτοισιν ἀνάσσεις.</l><l n="62">ἀλλʼ ἤτοι μὲν ταῦθʼ ὑποείξομεν ἀλλήλοισι,</l><l n="63">σοὶ μὲν ἐγώ, σὺ δʼ ἐμοί· ἐπὶ δʼ ἕψονται θεοὶ ἄλλοι</l><l n="64">ἀθάνατοι· σὺ δὲ θᾶσσον Ἀθηναίῃ ἐπιτεῖλαι</l><l n="65">ἐλθεῖν ἐς Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνήν,</l><l n="66">πειρᾶν δʼ ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς</l><l n="67">ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι.</l></q><l n="68"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶν τε·</l><l n="69">αὐτίκʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="70">αἶψα μάλʼ ἐς στρατὸν ἐλθὲ μετὰ Τρῶας καὶ Ἀχαιούς,</l><l n="71">πειρᾶν δʼ ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς</l><l n="72">ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι.</l></q><l n="73"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην,</l><l n="74">βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα.</l><l n="75">οἷον δʼ ἀστέρα ἧκε Κρόνου πάϊς ἀγκυλομήτεω</l><l n="76">ἢ ναύτῃσι τέρας ἠὲ στρατῷ εὐρέϊ λαῶν</l><l n="77">λαμπρόν· τοῦ δέ τε πολλοὶ ἀπὸ σπινθῆρες ἵενται·</l><l n="78">τῷ ἐϊκυῖʼ ἤϊξεν ἐπὶ χθόνα Παλλὰς Ἀθήνη,</l><l n="79">κὰδ δʼ ἔθορʼ ἐς μέσσον· θάμβος δʼ ἔχεν εἰσορόωντας</l><l n="80">Τρῶάς θʼ ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς·</l><l n="81">ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·</l><q><l n="82">ἦ ῥʼ αὖτις πόλεμός τε κακὸς καὶ φύλοπις αἰνὴ</l><l n="83">ἔσσεται, ἢ φιλότητα μετʼ ἀμφοτέροισι τίθησι</l><l n="84">Ζεύς, ὅς τʼ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται.</l><milestone ed="p" n="85" unit="card"/></q><l n="85"><milestone ed="P" unit="para"/>ὣς ἄρα τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε.</l><l n="86">ἣ δʼ ἀνδρὶ ἰκέλη Τρώων κατεδύσεθʼ ὅμιλον</l><l n="87">Λαοδόκῳ Ἀντηνορίδῃ κρατερῷ αἰχμητῇ,</l><l n="88">Πάνδαρον ἀντίθεον διζημένη εἴ που ἐφεύροι.</l><l n="89">εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε</l><l n="90">ἑσταότʼ· ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων</l><l n="91">λαῶν, οἵ οἱ ἕποντο ἀπʼ Αἰσήποιο ῥοάων·</l><l n="92">ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="93">ἦ ῥά νύ μοί τι πίθοιο Λυκάονος υἱὲ δαΐφρον.</l><l n="94">τλαίης κεν Μενελάῳ ἐπιπροέμεν ταχὺν ἰόν,</l><l n="95">πᾶσι δέ κε Τρώεσσι χάριν καὶ κῦδος ἄροιο,</l><l n="96">ἐκ πάντων δὲ μάλιστα Ἀλεξάνδρῳ βασιλῆϊ.</l><l n="97">τοῦ κεν δὴ πάμπρωτα παρʼ ἀγλαὰ δῶρα φέροιο,</l><l n="98">αἴ κεν ἴδῃ Μενέλαον ἀρήϊον Ἀτρέος υἱὸν</l><l n="99">σῷ βέλεϊ δμηθέντα πυρῆς ἐπιβάντʼ ἀλεγεινῆς.</l><l n="100">ἀλλʼ ἄγʼ ὀΐστευσον Μενελάου κυδαλίμοιο,</l><l n="101">εὔχεο δʼ Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξῳ</l><l n="102">ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην</l><l n="103">οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης.</l></q><l n="104"><milestone ed="P" unit="para"/>ὣς φάτʼ Ἀθηναίη, τῷ δὲ φρένας ἄφρονι πεῖθεν·</l><l n="105">αὐτίκʼ ἐσύλα τόξον ἐΰξοον ἰξάλου αἰγὸς</l><l n="106">ἀγρίου, ὅν ῥά ποτʼ αὐτὸς ὑπὸ στέρνοιο τυχήσας</l><l n="107">πέτρης ἐκβαίνοντα δεδεγμένος ἐν προδοκῇσι</l><l n="108">βεβλήκει πρὸς στῆθος· ὃ δʼ ὕπτιος ἔμπεσε πέτρῃ.</l><l n="109">τοῦ κέρα ἐκ κεφαλῆς ἑκκαιδεκάδωρα πεφύκει·</l><l n="110">καὶ τὰ μὲν ἀσκήσας κεραοξόος ἤραρε τέκτων,</l><l n="111">πᾶν δʼ εὖ λειήνας χρυσέην ἐπέθηκε κορώνην.</l><l n="112">καὶ τὸ μὲν εὖ κατέθηκε τανυσσάμενος ποτὶ γαίῃ</l><l n="113">ἀγκλίνας· πρόσθεν δὲ σάκεα σχέθον ἐσθλοὶ ἑταῖροι</l><l n="114">μὴ πρὶν ἀναΐξειαν ἀρήϊοι υἷες Ἀχαιῶν</l><l n="115">πρὶν βλῆσθαι Μενέλαον ἀρήϊον Ἀτρέος υἱόν.</l><l n="116">αὐτὰρ ὁ σύλα πῶμα φαρέτρης, ἐκ δʼ ἕλετʼ ἰὸν</l><l n="117">ἀβλῆτα πτερόεντα μελαινέων ἕρμʼ ὀδυνάων·</l><l n="118">αἶψα δʼ ἐπὶ νευρῇ κατεκόσμει πικρὸν ὀϊστόν,</l><l n="119">εὔχετο δʼ Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξῳ</l><l n="120">ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην</l><l n="121">οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης.</l><l n="122">ἕλκε δʼ ὁμοῦ γλυφίδας τε λαβὼν καὶ νεῦρα βόεια·</l><l n="123">νευρὴν μὲν μαζῷ πέλασεν, τόξῳ δὲ σίδηρον.</l><l n="124">αὐτὰρ ἐπεὶ δὴ κυκλοτερὲς μέγα τόξον ἔτεινε,</l><l n="125">λίγξε βιός, νευρὴ δὲ μέγʼ ἴαχεν, ἆλτο δʼ ὀϊστὸς</l><l n="126">ὀξυβελὴς καθʼ ὅμιλον ἐπιπτέσθαι μενεαίνων.</l><milestone ed="p" n="127" unit="card"/><l n="127"><milestone ed="P" unit="para"/>οὐδὲ σέθεν Μενέλαε θεοὶ μάκαρες λελάθοντο</l><l n="128">ἀθάνατοι, πρώτη δὲ Διὸς θυγάτηρ ἀγελείη,</l><l n="129">ἥ τοι πρόσθε στᾶσα βέλος ἐχεπευκὲς ἄμυνεν.</l><l n="130">ἣ δὲ τόσον μὲν ἔεργεν ἀπὸ χροὸς ὡς ὅτε μήτηρ</l><l n="131">παιδὸς ἐέργῃ μυῖαν ὅθʼ ἡδέϊ λέξεται ὕπνῳ,</l><l n="132">αὐτὴ δʼ αὖτʼ ἴθυνεν ὅθι ζωστῆρος ὀχῆες</l><l n="133">χρύσειοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ.</l><l n="134">ἐν δʼ ἔπεσε ζωστῆρι ἀρηρότι πικρὸς ὀϊστός·</l><l n="135">διὰ μὲν ἂρ ζωστῆρος ἐλήλατο δαιδαλέοιο,</l><l n="136">καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο</l><l n="137">μίτρης θʼ, ἣν ἐφόρει ἔρυμα χροὸς ἕρκος ἀκόντων,</l><l n="138">ἥ οἱ πλεῖστον ἔρυτο· διὰ πρὸ δὲ εἴσατο καὶ τῆς.</l><l n="139">ἀκρότατον δʼ ἄρʼ ὀϊστὸς ἐπέγραψε χρόα φωτός·</l><l n="140">αὐτίκα δʼ ἔρρεεν αἷμα κελαινεφὲς ἐξ ὠτειλῆς.</l><l n="141"><milestone ed="P" unit="para"/>ὡς δʼ ὅτε τίς τʼ ἐλέφαντα γυνὴ φοίνικι μιήνῃ</l><l n="142">Μῃονὶς ἠὲ Κάειρα παρήϊον ἔμμεναι ἵππων·</l><l n="143">κεῖται δʼ ἐν θαλάμῳ, πολέες τέ μιν ἠρήσαντο</l><l n="144">ἱππῆες φορέειν· βασιλῆϊ δὲ κεῖται ἄγαλμα,</l><l n="145">ἀμφότερον κόσμός θʼ ἵππῳ ἐλατῆρί τε κῦδος·</l><l n="146">τοῖοί τοι Μενέλαε μιάνθην αἵματι μηροὶ</l><l n="147">εὐφυέες κνῆμαί τε ἰδὲ σφυρὰ κάλʼ ὑπένερθε.</l><l n="148"><milestone ed="P" unit="para"/>ῥίγησεν δʼ ἄρʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων</l><l n="149">ὡς εἶδεν μέλαν αἷμα καταρρέον ἐξ ὠτειλῆς·</l><l n="150">ῥίγησεν δὲ καὶ αὐτὸς ἀρηΐφιλος Μενέλαος.</l><l n="151">ὡς δὲ ἴδεν νεῦρόν τε καὶ ὄγκους ἐκτὸς ἐόντας</l><l n="152">ἄψορρόν οἱ θυμὸς ἐνὶ στήθεσσιν ἀγέρθη.</l><l n="153">τοῖς δὲ βαρὺ στενάχων μετέφη κρείων Ἀγαμέμνων</l></div></div></body></text></TEI>