<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="3"><l n="450">εἴ που ἐσαθρήσειεν Ἀλέξανδρον θεοειδέα.</l><l n="451">ἀλλʼ οὔ τις δύνατο Τρώων κλειτῶν τʼ ἐπικούρων</l><l n="452">δεῖξαι Ἀλέξανδρον τότʼ ἀρηϊφίλῳ Μενελάῳ·</l><l n="453">οὐ μὲν γὰρ φιλότητί γʼ ἐκεύθανον εἴ τις ἴδοιτο·</l><l n="454">ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ.</l><l n="455">τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·</l><q><l n="456">κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι·</l><l n="457">νίκη μὲν δὴ φαίνετʼ ἀρηϊφίλου Μενελάου,</l><l n="458">ὑμεῖς δʼ Ἀργείην Ἑλένην καὶ κτήμαθʼ ἅμʼ αὐτῇ</l><l n="459">ἔκδοτε, καὶ τιμὴν ἀποτινέμεν ἥν τινʼ ἔοικεν,</l><l n="460">ἥ τε καὶ ἐσσομένοισι μετʼ ἀνθρώποισι πέληται.</l></q><l n="461"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ Ἀτρεΐδης, ἐπὶ δʼ ᾔνεον ἄλλοι Ἀχαιοί.</l></div><div type="textpart" subtype="Book" n="4"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>οἳ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο</l><l n="2">χρυσέῳ ἐν δαπέδῳ, μετὰ δέ σφισι πότνια Ἥβη</l><l n="3">νέκταρ ἐοινοχόει· τοὶ δὲ χρυσέοις δεπάεσσι</l><l n="4">δειδέχατʼ ἀλλήλους, Τρώων πόλιν εἰσορόωντες·</l><l n="5">αὐτίκʼ ἐπειρᾶτο Κρονίδης ἐρεθιζέμεν Ἥρην</l><l n="6">κερτομίοις ἐπέεσσι παραβλήδην ἀγορεύων·</l><q><l n="7">δοιαὶ μὲν Μενελάῳ ἀρηγόνες εἰσὶ θεάων</l><l n="8">Ἥρη τʼ Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη.</l><l n="9">ἀλλʼ ἤτοι ταὶ νόσφι καθήμεναι εἰσορόωσαι</l><l n="10">τέρπεσθον· τῷ δʼ αὖτε φιλομειδὴς Ἀφροδίτη</l><l n="11">αἰεὶ παρμέμβλωκε καὶ αὐτοῦ κῆρας ἀμύνει·</l><l n="12">καὶ νῦν ἐξεσάωσεν ὀϊόμενον θανέεσθαι.</l><l n="13">ἀλλʼ ἤτοι νίκη μὲν ἀρηϊφίλου Μενελάου·</l><l n="14">ἡμεῖς δὲ φραζώμεθʼ ὅπως ἔσται τάδε ἔργα,</l><l n="15">ἤ ῥʼ αὖτις πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν</l><l n="16">ὄρσομεν, ἦ φιλότητα μετʼ ἀμφοτέροισι βάλωμεν.</l><l n="17">εἰ δʼ αὖ πως τόδε πᾶσι φίλον καὶ ἡδὺ γένοιτο,</l><l n="18">ἤτοι μὲν οἰκέοιτο πόλις Πριάμοιο ἄνακτος,</l><l n="19">αὖτις δʼ Ἀργείην Ἑλένην Μενέλαος ἄγοιτο.</l></q><l n="20"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, αἳ δʼ ἐπέμυξαν Ἀθηναίη τε καὶ Ἥρη·</l><l n="21">πλησίαι αἵ γʼ ἥσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην.</l><l n="22">ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐδέ τι εἶπε</l><l n="23">σκυζομένη Διὶ πατρί, χόλος δέ μιν ἄγριος ᾕρει·</l><l n="24">Ἥρῃ δʼ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα·</l><q><l n="25">αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες·</l><l n="26">πῶς ἐθέλεις ἅλιον θεῖναι πόνον ἠδʼ ἀτέλεστον,</l><l n="27">ἱδρῶ θʼ ὃν ἵδρωσα μόγῳ, καμέτην δέ μοι ἵπποι</l><l n="28">λαὸν ἀγειρούσῃ, Πριάμῳ κακὰ τοῖό τε παισίν.</l><l n="29">ἕρδʼ· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.</l></q><l n="30"><milestone ed="P" unit="para"/>τὴν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·</l><q><l n="31">δαιμονίη τί νύ σε Πρίαμος Πριάμοιό τε παῖδες</l><l n="32">τόσσα κακὰ ῥέζουσιν, ὅ τʼ ἀσπερχὲς μενεαίνεις</l><l n="33">Ἰλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον;</l><l n="34">εἰ δὲ σύ γʼ εἰσελθοῦσα πύλας καὶ τείχεα μακρὰ</l><l n="35">ὠμὸν βεβρώθοις Πρίαμον Πριάμοιό τε παῖδας</l><l n="36">ἄλλους τε Τρῶας, τότε κεν χόλον ἐξακέσαιο.</l><l n="37">ἕρξον ὅπως ἐθέλεις· μὴ τοῦτό γε νεῖκος ὀπίσσω</l><l n="38">σοὶ καὶ ἐμοὶ μέγʼ ἔρισμα μετʼ ἀμφοτέροισι γένηται.</l><l n="39">ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·</l><l n="40">ὁππότε κεν καὶ ἐγὼ μεμαὼς πόλιν ἐξαλαπάξαι</l><l n="41">τὴν ἐθέλω ὅθι τοι φίλοι ἀνέρες ἐγγεγάασι,</l><l n="42">μή τι διατρίβειν τὸν ἐμὸν χόλον, ἀλλά μʼ ἐᾶσαι·</l><l n="43">καὶ γὰρ ἐγὼ σοὶ δῶκα ἑκὼν ἀέκοντί γε θυμῷ·</l><l n="44">αἳ γὰρ ὑπʼ ἠελίῳ τε καὶ οὐρανῷ ἀστερόεντι</l><l n="45">ναιετάουσι πόληες ἐπιχθονίων ἀνθρώπων,</l><l n="46">τάων μοι περὶ κῆρι τιέσκετο Ἴλιος ἱρὴ</l><l n="47">καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο.</l><l n="48">οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης</l><l n="49">λοιβῆς τε κνίσης τε· τὸ γὰρ λάχομεν γέρας ἡμεῖς.</l><milestone ed="p" n="50" unit="card"/></q><l n="50"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη·</l><q><l n="51">ἤτοι ἐμοὶ τρεῖς μὲν πολὺ φίλταταί εἰσι πόληες</l><l n="52">Ἄργός τε Σπάρτη τε καὶ εὐρυάγυια Μυκήνη·</l><l n="53">τὰς διαπέρσαι ὅτʼ ἄν τοι ἀπέχθωνται περὶ κῆρι·</l><l n="54">τάων οὔ τοι ἐγὼ πρόσθʼ ἵσταμαι οὐδὲ μεγαίρω.</l><l n="55">εἴ περ γὰρ φθονέω τε καὶ οὐκ εἰῶ διαπέρσαι,</l><l n="56">οὐκ ἀνύω φθονέουσʼ ἐπεὶ ἦ πολὺ φέρτερός ἐσσι.</l><l n="57">ἀλλὰ χρὴ καὶ ἐμὸν θέμεναι πόνον οὐκ ἀτέλεστον·</l><l n="58">καὶ γὰρ ἐγὼ θεός εἰμι, γένος δέ μοι ἔνθεν ὅθεν σοί,</l><l n="59">καί με πρεσβυτάτην τέκετο Κρόνος ἀγκυλομήτης,</l><l n="60">ἀμφότερον γενεῇ τε καὶ οὕνεκα σὴ παράκοιτις</l><l n="61">κέκλημαι, σὺ δὲ πᾶσι μετʼ ἀθανάτοισιν ἀνάσσεις.</l><l n="62">ἀλλʼ ἤτοι μὲν ταῦθʼ ὑποείξομεν ἀλλήλοισι,</l><l n="63">σοὶ μὲν ἐγώ, σὺ δʼ ἐμοί· ἐπὶ δʼ ἕψονται θεοὶ ἄλλοι</l><l n="64">ἀθάνατοι· σὺ δὲ θᾶσσον Ἀθηναίῃ ἐπιτεῖλαι</l><l n="65">ἐλθεῖν ἐς Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνήν,</l><l n="66">πειρᾶν δʼ ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς</l><l n="67">ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι.</l></q><l n="68"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶν τε·</l><l n="69">αὐτίκʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="70">αἶψα μάλʼ ἐς στρατὸν ἐλθὲ μετὰ Τρῶας καὶ Ἀχαιούς,</l><l n="71">πειρᾶν δʼ ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς</l><l n="72">ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι.</l></q><l n="73"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην,</l><l n="74">βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα.</l><l n="75">οἷον δʼ ἀστέρα ἧκε Κρόνου πάϊς ἀγκυλομήτεω</l><l n="76">ἢ ναύτῃσι τέρας ἠὲ στρατῷ εὐρέϊ λαῶν</l><l n="77">λαμπρόν· τοῦ δέ τε πολλοὶ ἀπὸ σπινθῆρες ἵενται·</l><l n="78">τῷ ἐϊκυῖʼ ἤϊξεν ἐπὶ χθόνα Παλλὰς Ἀθήνη,</l><l n="79">κὰδ δʼ ἔθορʼ ἐς μέσσον· θάμβος δʼ ἔχεν εἰσορόωντας</l><l n="80">Τρῶάς θʼ ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς·</l><l n="81">ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·</l><q><l n="82">ἦ ῥʼ αὖτις πόλεμός τε κακὸς καὶ φύλοπις αἰνὴ</l><l n="83">ἔσσεται, ἢ φιλότητα μετʼ ἀμφοτέροισι τίθησι</l><l n="84">Ζεύς, ὅς τʼ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται.</l><milestone ed="p" n="85" unit="card"/></q><l n="85"><milestone ed="P" unit="para"/>ὣς ἄρα τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε.</l><l n="86">ἣ δʼ ἀνδρὶ ἰκέλη Τρώων κατεδύσεθʼ ὅμιλον</l><l n="87">Λαοδόκῳ Ἀντηνορίδῃ κρατερῷ αἰχμητῇ,</l><l n="88">Πάνδαρον ἀντίθεον διζημένη εἴ που ἐφεύροι.</l><l n="89">εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε</l><l n="90">ἑσταότʼ· ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων</l><l n="91">λαῶν, οἵ οἱ ἕποντο ἀπʼ Αἰσήποιο ῥοάων·</l><l n="92">ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="93">ἦ ῥά νύ μοί τι πίθοιο Λυκάονος υἱὲ δαΐφρον.</l><l n="94">τλαίης κεν Μενελάῳ ἐπιπροέμεν ταχὺν ἰόν,</l><l n="95">πᾶσι δέ κε Τρώεσσι χάριν καὶ κῦδος ἄροιο,</l><l n="96">ἐκ πάντων δὲ μάλιστα Ἀλεξάνδρῳ βασιλῆϊ.</l><l n="97">τοῦ κεν δὴ πάμπρωτα παρʼ ἀγλαὰ δῶρα φέροιο,</l><l n="98">αἴ κεν ἴδῃ Μενέλαον ἀρήϊον Ἀτρέος υἱὸν</l><l n="99">σῷ βέλεϊ δμηθέντα πυρῆς ἐπιβάντʼ ἀλεγεινῆς.</l><l n="100">ἀλλʼ ἄγʼ ὀΐστευσον Μενελάου κυδαλίμοιο,</l><l n="101">εὔχεο δʼ Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξῳ</l><l n="102">ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην</l><l n="103">οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης.</l></q><l n="104"><milestone ed="P" unit="para"/>ὣς φάτʼ Ἀθηναίη, τῷ δὲ φρένας ἄφρονι πεῖθεν·</l><l n="105">αὐτίκʼ ἐσύλα τόξον ἐΰξοον ἰξάλου αἰγὸς</l><l n="106">ἀγρίου, ὅν ῥά ποτʼ αὐτὸς ὑπὸ στέρνοιο τυχήσας</l><l n="107">πέτρης ἐκβαίνοντα δεδεγμένος ἐν προδοκῇσι</l><l n="108">βεβλήκει πρὸς στῆθος· ὃ δʼ ὕπτιος ἔμπεσε πέτρῃ.</l><l n="109">τοῦ κέρα ἐκ κεφαλῆς ἑκκαιδεκάδωρα πεφύκει·</l><l n="110">καὶ τὰ μὲν ἀσκήσας κεραοξόος ἤραρε τέκτων,</l><l n="111">πᾶν δʼ εὖ λειήνας χρυσέην ἐπέθηκε κορώνην.</l><l n="112">καὶ τὸ μὲν εὖ κατέθηκε τανυσσάμενος ποτὶ γαίῃ</l><l n="113">ἀγκλίνας· πρόσθεν δὲ σάκεα σχέθον ἐσθλοὶ ἑταῖροι</l><l n="114">μὴ πρὶν ἀναΐξειαν ἀρήϊοι υἷες Ἀχαιῶν</l><l n="115">πρὶν βλῆσθαι Μενέλαον ἀρήϊον Ἀτρέος υἱόν.</l><l n="116">αὐτὰρ ὁ σύλα πῶμα φαρέτρης, ἐκ δʼ ἕλετʼ ἰὸν</l><l n="117">ἀβλῆτα πτερόεντα μελαινέων ἕρμʼ ὀδυνάων·</l><l n="118">αἶψα δʼ ἐπὶ νευρῇ κατεκόσμει πικρὸν ὀϊστόν,</l><l n="119">εὔχετο δʼ Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξῳ</l><l n="120">ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην</l><l n="121">οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης.</l><l n="122">ἕλκε δʼ ὁμοῦ γλυφίδας τε λαβὼν καὶ νεῦρα βόεια·</l><l n="123">νευρὴν μὲν μαζῷ πέλασεν, τόξῳ δὲ σίδηρον.</l><l n="124">αὐτὰρ ἐπεὶ δὴ κυκλοτερὲς μέγα τόξον ἔτεινε,</l><l n="125">λίγξε βιός, νευρὴ δὲ μέγʼ ἴαχεν, ἆλτο δʼ ὀϊστὸς</l><l n="126">ὀξυβελὴς καθʼ ὅμιλον ἐπιπτέσθαι μενεαίνων.</l><milestone ed="p" n="127" unit="card"/><l n="127"><milestone ed="P" unit="para"/>οὐδὲ σέθεν Μενέλαε θεοὶ μάκαρες λελάθοντο</l><l n="128">ἀθάνατοι, πρώτη δὲ Διὸς θυγάτηρ ἀγελείη,</l><l n="129">ἥ τοι πρόσθε στᾶσα βέλος ἐχεπευκὲς ἄμυνεν.</l><l n="130">ἣ δὲ τόσον μὲν ἔεργεν ἀπὸ χροὸς ὡς ὅτε μήτηρ</l><l n="131">παιδὸς ἐέργῃ μυῖαν ὅθʼ ἡδέϊ λέξεται ὕπνῳ,</l><l n="132">αὐτὴ δʼ αὖτʼ ἴθυνεν ὅθι ζωστῆρος ὀχῆες</l><l n="133">χρύσειοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ.</l><l n="134">ἐν δʼ ἔπεσε ζωστῆρι ἀρηρότι πικρὸς ὀϊστός·</l><l n="135">διὰ μὲν ἂρ ζωστῆρος ἐλήλατο δαιδαλέοιο,</l><l n="136">καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο</l><l n="137">μίτρης θʼ, ἣν ἐφόρει ἔρυμα χροὸς ἕρκος ἀκόντων,</l><l n="138">ἥ οἱ πλεῖστον ἔρυτο· διὰ πρὸ δὲ εἴσατο καὶ τῆς.</l><l n="139">ἀκρότατον δʼ ἄρʼ ὀϊστὸς ἐπέγραψε χρόα φωτός·</l><l n="140">αὐτίκα δʼ ἔρρεεν αἷμα κελαινεφὲς ἐξ ὠτειλῆς.</l><l n="141"><milestone ed="P" unit="para"/>ὡς δʼ ὅτε τίς τʼ ἐλέφαντα γυνὴ φοίνικι μιήνῃ</l><l n="142">Μῃονὶς ἠὲ Κάειρα παρήϊον ἔμμεναι ἵππων·</l><l n="143">κεῖται δʼ ἐν θαλάμῳ, πολέες τέ μιν ἠρήσαντο</l><l n="144">ἱππῆες φορέειν· βασιλῆϊ δὲ κεῖται ἄγαλμα,</l><l n="145">ἀμφότερον κόσμός θʼ ἵππῳ ἐλατῆρί τε κῦδος·</l><l n="146">τοῖοί τοι Μενέλαε μιάνθην αἵματι μηροὶ</l><l n="147">εὐφυέες κνῆμαί τε ἰδὲ σφυρὰ κάλʼ ὑπένερθε.</l><l n="148"><milestone ed="P" unit="para"/>ῥίγησεν δʼ ἄρʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων</l><l n="149">ὡς εἶδεν μέλαν αἷμα καταρρέον ἐξ ὠτειλῆς·</l><l n="150">ῥίγησεν δὲ καὶ αὐτὸς ἀρηΐφιλος Μενέλαος.</l><l n="151">ὡς δὲ ἴδεν νεῦρόν τε καὶ ὄγκους ἐκτὸς ἐόντας</l><l n="152">ἄψορρόν οἱ θυμὸς ἐνὶ στήθεσσιν ἀγέρθη.</l><l n="153">τοῖς δὲ βαρὺ στενάχων μετέφη κρείων Ἀγαμέμνων</l><l n="154">χειρὸς ἔχων Μενέλαον, ἐπεστενάχοντο δʼ ἑταῖροι·</l><q><l n="155">φίλε κασίγνητε θάνατόν νύ τοι ὅρκιʼ ἔταμνον</l><l n="156">οἶον προστήσας πρὸ Ἀχαιῶν Τρωσὶ μάχεσθαι,</l><l n="157">ὥς σʼ ἔβαλον Τρῶες, κατὰ δʼ ὅρκια πιστὰ πάτησαν.</l><l n="158">οὐ μέν πως ἅλιον πέλει ὅρκιον αἷμά τε ἀρνῶν</l><l n="159">σπονδαί τʼ ἄκρητοι καὶ δεξιαὶ ᾗς ἐπέπιθμεν.</l><l n="160">εἴ περ γάρ τε καὶ αὐτίκʼ Ὀλύμπιος οὐκ ἐτέλεσσεν,</l><l n="161">ἔκ τε καὶ ὀψὲ τελεῖ, σύν τε μεγάλῳ ἀπέτισαν</l><l n="162">σὺν σφῇσιν κεφαλῇσι γυναιξί τε καὶ τεκέεσσιν.</l><l n="163">εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν·</l><l n="164">ἔσσεται ἦμαρ ὅτʼ ἄν ποτʼ ὀλώλῃ Ἴλιος ἱρὴ</l><l n="165">καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο,</l><l n="166">Ζεὺς δέ σφι Κρονίδης ὑψίζυγος αἰθέρι ναίων</l><l n="167">αὐτὸς ἐπισσείῃσιν ἐρεμνὴν αἰγίδα πᾶσι</l><l n="168">τῆσδʼ ἀπάτης κοτέων· τὰ μὲν ἔσσεται οὐκ ἀτέλεστα·</l><l n="169">ἀλλά μοι αἰνὸν ἄχος σέθεν ἔσσεται ὦ Μενέλαε</l><l n="170">αἴ κε θάνῃς καὶ πότμον ἀναπλήσῃς βιότοιο.</l><l n="171">καί κεν ἐλέγχιστος πολυδίψιον Ἄργος ἱκοίμην·</l><l n="172">αὐτίκα γὰρ μνήσονται Ἀχαιοὶ πατρίδος αἴης·</l><l n="173">κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιμεν</l><l n="174">Ἀργείην Ἑλένην· σέο δʼ ὀστέα πύσει ἄρουρα</l><l n="175">κειμένου ἐν Τροίῃ ἀτελευτήτῳ ἐπὶ ἔργῳ.</l><l n="176">καί κέ τις ὧδʼ ἐρέει Τρώων ὑπερηνορεόντων</l><l n="177">τύμβῳ ἐπιθρῴσκων Μενελάου κυδαλίμοιο·</l><q><l n="178">αἴθʼ οὕτως ἐπὶ πᾶσι χόλον τελέσειʼ Ἀγαμέμνων,</l><l n="179">ὡς καὶ νῦν ἅλιον στρατὸν ἤγαγεν ἐνθάδʼ Ἀχαιῶν,</l><l n="180">καὶ δὴ ἔβη οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν</l><l n="181">σὺν κεινῇσιν νηυσὶ λιπὼν ἀγαθὸν Μενέλαον.</l></q><l n="182">ὥς ποτέ τις ἐρέει· τότε μοι χάνοι εὐρεῖα χθών.</l></q><milestone ed="p" n="183" unit="card"/><l n="183"><milestone ed="P" unit="para"/>τὸν δʼ ἐπιθαρσύνων προσέφη ξανθὸς Μενέλαος·</l><q><l n="184">θάρσει, μηδέ τί πω δειδίσσεο λαὸν Ἀχαιῶν·</l><l n="185">οὐκ ἐν καιρίῳ ὀξὺ πάγη βέλος, ἀλλὰ πάροιθεν</l><l n="186">εἰρύσατο ζωστήρ τε παναίολος ἠδʼ ὑπένερθε</l><l n="187">ζῶμά τε καὶ μίτρη, τὴν χαλκῆες κάμον ἄνδρες.</l></q><l n="188"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·</l><q><l n="189">αἲ γὰρ δὴ οὕτως εἴη φίλος ὦ Μενέλαε·</l><l n="190">ἕλκος δʼ ἰητὴρ ἐπιμάσσεται ἠδʼ ἐπιθήσει</l><l n="191">φάρμαχʼ ἅ κεν παύσῃσι μελαινάων ὀδυνάων.</l></q><l n="192"><milestone ed="P" unit="para"/>ἦ καὶ Ταλθύβιον θεῖον κήρυκα προσηύδα·</l><q><l n="193">Ταλθύβιʼ ὅττι τάχιστα Μαχάονα δεῦρο κάλεσσον</l><l n="194">φῶτʼ Ἀσκληπιοῦ υἱὸν ἀμύμονος ἰητῆρος,</l><l n="195">ὄφρα ἴδῃ Μενέλαον ἀρήϊον Ἀτρέος υἱόν,</l><l n="196">ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων ἐῢ εἰδὼς</l><l n="197">Τρώων ἢ Λυκίων, τῷ μὲν κλέος, ἄμμι δὲ πένθος.</l></q><l n="198"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας,</l><l n="199">βῆ δʼ ἰέναι κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων</l><l n="200">παπταίνων ἥρωα Μαχάονα· τὸν δὲ νόησεν</l><l n="201">ἑσταότʼ· ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων</l><l n="202">λαῶν, οἵ οἱ ἕποντο Τρίκης ἐξ ἱπποβότοιο.</l><l n="203">ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="204">ὄρσʼ Ἀσκληπιάδη, καλέει κρείων Ἀγαμέμνων,</l><l n="205">ὄφρα ἴδῃς Μενέλαον ἀρήϊον ἀρχὸν Ἀχαιῶν,</l><l n="206">ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων ἐῢ εἰδὼς</l><l n="207">Τρώων ἢ Λυκίων, τῷ μὲν κλέος, ἄμμι δὲ πένθος.</l></q><l n="208"><milestone ed="P" unit="para"/>ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε·</l><l n="209">βὰν δʼ ἰέναι καθʼ ὅμιλον ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν.</l><l n="210">ἀλλʼ ὅτε δή ῥʼ ἵκανον ὅθι ξανθὸς Μενέλαος</l><l n="211">βλήμενος ἦν, περὶ δʼ αὐτὸν ἀγηγέραθʼ ὅσσοι ἄριστοι</l><l n="212">κυκλόσʼ, ὃ δʼ ἐν μέσσοισι παρίστατο ἰσόθεος φώς,</l><l n="213">αὐτίκα δʼ ἐκ ζωστῆρος ἀρηρότος ἕλκεν ὀϊστόν·</l><l n="214">τοῦ δʼ ἐξελκομένοιο πάλιν ἄγεν ὀξέες ὄγκοι.</l><l n="215">λῦσε δέ οἱ ζωστῆρα παναίολον ἠδʼ ὑπένερθε</l><l n="216">ζῶμά τε καὶ μίτρην, τὴν χαλκῆες κάμον ἄνδρες.</l><l n="217">αὐτὰρ ἐπεὶ ἴδεν ἕλκος ὅθʼ ἔμπεσε πικρὸς ὀϊστός,</l><l n="218">αἷμʼ ἐκμυζήσας ἐπʼ ἄρʼ ἤπια φάρμακα εἰδὼς</l><l n="219">πάσσε, τά οἵ ποτε πατρὶ φίλα φρονέων πόρε Χείρων.</l><l n="220"><milestone ed="P" unit="para"/>ὄφρα τοὶ ἀμφεπένοντο βοὴν ἀγαθὸν Μενέλαον,</l><l n="221">τόφρα δʼ ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων·</l><l n="222">οἳ δʼ αὖτις κατὰ τεύχεʼ ἔδυν, μνήσαντο δὲ χάρμης.</l><milestone ed="p" n="223" unit="card"/><l n="223"><milestone ed="P" unit="para"/>ἔνθʼ οὐκ ἂν βρίζοντα ἴδοις Ἀγαμέμνονα δῖον</l><l n="224">οὐδὲ καταπτώσσοντʼ οὐδʼ οὐκ ἐθέλοντα μάχεσθαι,</l><l n="225">ἀλλὰ μάλα σπεύδοντα μάχην ἐς κυδιάνειραν.</l><l n="226">ἵππους μὲν γὰρ ἔασε καὶ ἅρματα ποικίλα χαλκῷ·</l><l n="227">καὶ τοὺς μὲν θεράπων ἀπάνευθʼ ἔχε φυσιόωντας</l><l n="228">Εὐρυμέδων υἱὸς Πτολεμαίου Πειραΐδαο·</l><l n="229">τῷ μάλα πόλλʼ ἐπέτελλε παρισχέμεν ὁππότε κέν μιν</l><l n="230">γυῖα λάβῃ κάματος πολέας διὰ κοιρανέοντα·</l><l n="231">αὐτὰρ ὃ πεζὸς ἐὼν ἐπεπωλεῖτο στίχας ἀνδρῶν·</l><l n="232">καί ῥʼ οὓς μὲν σπεύδοντας ἴδοι Δαναῶν ταχυπώλων,</l><l n="233">τοὺς μάλα θαρσύνεσκε παριστάμενος ἐπέεσσιν·</l><q><l n="234">Ἀργεῖοι μή πώ τι μεθίετε θούριδος ἀλκῆς·</l><l n="235">οὐ γὰρ ἐπὶ ψευδέσσι πατὴρ Ζεὺς ἔσσετʼ ἀρωγός,</l><l n="236">ἀλλʼ οἵ περ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο</l><l n="237">τῶν ἤτοι αὐτῶν τέρενα χρόα γῦπες ἔδονται,</l><l n="238">ἡμεῖς αὖτʼ ἀλόχους τε φίλας καὶ νήπια τέκνα</l><l n="239">ἄξομεν ἐν νήεσσιν, ἐπὴν πτολίεθρον ἕλωμεν.</l></q><l n="240"><milestone ed="P" unit="para"/>οὕς τινας αὖ μεθιέντας ἴδοι στυγεροῦ πολέμοιο,</l><l n="241">τοὺς μάλα νεικείεσκε χολωτοῖσιν ἐπέεσσιν·</l><q><l n="242"><milestone ed="P" unit="para"/>Ἀργεῖοι ἰόμωροι ἐλεγχέες οὔ νυ σέβεσθε;</l><l n="243">τίφθʼ οὕτως ἔστητε τεθηπότες ἠΰτε νεβροί,</l><l n="244">αἵ τʼ ἐπεὶ οὖν ἔκαμον πολέος πεδίοιο θέουσαι</l><l n="245">ἑστᾶσʼ, οὐδʼ ἄρα τίς σφι μετὰ φρεσὶ γίγνεται ἀλκή·</l><l n="246">ὣς ὑμεῖς ἔστητε τεθηπότες οὐδὲ μάχεσθε.</l><l n="247">ἦ μένετε Τρῶας σχεδὸν ἐλθέμεν ἔνθά τε νῆες</l><l n="248">εἰρύατʼ εὔπρυμνοι πολιῆς ἐπὶ θινὶ θαλάσσης,</l><l n="249">ὄφρα ἴδητʼ αἴ κʼ ὔμμιν ὑπέρσχῃ χεῖρα Κρονίων;</l></q><l n="250"><milestone ed="P" unit="para"/>ὣς ὅ γε κοιρανέων ἐπεπωλεῖτο στίχας ἀνδρῶν·</l><l n="251">ἦλθε δʼ ἐπὶ Κρήτεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν.</l><l n="252">οἳ δʼ ἀμφʼ Ἰδομενῆα δαΐφρονα θωρήσσοντο·</l><l n="253">Ἰδομενεὺς μὲν ἐνὶ προμάχοις συῒ εἴκελος ἀλκήν,</l><l n="254">Μηριόνης δʼ ἄρα οἱ πυμάτας ὄτρυνε φάλαγγας.</l><l n="255">τοὺς δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,</l><l n="256">αὐτίκα δʼ Ἰδομενῆα προσηύδα μειλιχίοισιν·</l><q><l n="257">Ἰδομενεῦ περὶ μέν σε τίω Δαναῶν ταχυπώλων</l><l n="258">ἠμὲν ἐνὶ πτολέμῳ ἠδʼ ἀλλοίῳ ἐπὶ ἔργῳ</l><l n="259">ἠδʼ ἐν δαίθʼ, ὅτε πέρ τε γερούσιον αἴθοπα οἶνον</l><l n="260">Ἀργείων οἳ ἄριστοι ἐνὶ κρητῆρι κέρωνται.</l><l n="261">εἴ περ γάρ τʼ ἄλλοι γε κάρη κομόωντες Ἀχαιοὶ</l><l n="262">δαιτρὸν πίνωσιν, σὸν δὲ πλεῖον δέπας αἰεὶ</l><l n="263">ἕστηχʼ, ὥς περ ἐμοί, πιέειν ὅτε θυμὸς ἀνώγοι.</l><l n="264">ἀλλʼ ὄρσευ πόλεμον δʼ οἷος πάρος εὔχεαι εἶναι.</l></q><milestone ed="p" n="265" unit="card"/><l n="265"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·</l><q><l n="266">Ἀτρεΐδη μάλα μέν τοι ἐγὼν ἐρίηρος ἑταῖρος</l><l n="267">ἔσσομαι, ὡς τὸ πρῶτον ὑπέστην καὶ κατένευσα·</l><l n="268">ἀλλʼ ἄλλους ὄτρυνε κάρη κομόωντας Ἀχαιοὺς</l><l n="269">ὄφρα τάχιστα μαχώμεθʼ, ἐπεὶ σύν γʼ ὅρκιʼ ἔχευαν</l><l n="270">Τρῶες· τοῖσιν δʼ αὖ θάνατος καὶ κήδεʼ ὀπίσσω</l><l n="271">ἔσσετʼ ἐπεὶ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο.</l></q><l n="272"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, Ἀτρεΐδης δὲ παρῴχετο γηθόσυνος κῆρ·</l><l n="273">ἦλθε δʼ ἐπʼ Αἰάντεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν·</l><l n="274">τὼ δὲ κορυσσέσθην, ἅμα δὲ νέφος εἵπετο πεζῶν.</l><l n="275">ὡς δʼ ὅτʼ ἀπὸ σκοπιῆς εἶδεν νέφος αἰπόλος ἀνὴρ</l><l n="276">ἐρχόμενον κατὰ πόντον ὑπὸ Ζεφύροιο ἰωῆς·</l><l n="277">τῷ δέ τʼ ἄνευθεν ἐόντι μελάντερον ἠΰτε πίσσα</l><l n="278">φαίνετʼ ἰὸν κατὰ πόντον, ἄγει δέ τε λαίλαπα πολλήν,</l><l n="279">ῥίγησέν τε ἰδών, ὑπό τε σπέος ἤλασε μῆλα·</l><l n="280">τοῖαι ἅμʼ Αἰάντεσσι διοτρεφέων αἰζηῶν</l><l n="281">δήϊον ἐς πόλεμον πυκιναὶ κίνυντο φάλαγγες</l><l n="282">κυάνεαι, σάκεσίν τε καὶ ἔγχεσι πεφρικυῖαι.</l><l n="283">καὶ τοὺς μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων,</l><l n="284">καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="285">Αἴαντʼ Ἀργείων ἡγήτορε χαλκοχιτώνων,</l><l n="286">σφῶϊ μέν· οὐ γὰρ ἔοικʼ ὀτρυνέμεν· οὔ τι κελεύω·</l><l n="287">αὐτὼ γὰρ μάλα λαὸν ἀνώγετον ἶφι μάχεσθαι.</l><l n="288">αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον</l><l n="289">τοῖος πᾶσιν θυμὸς ἐνὶ στήθεσσι γένοιτο·</l><l n="290">τώ κε τάχʼ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος</l><l n="291">χερσὶν ὑφʼ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.</l></q><l n="292"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ, βῆ δὲ μετʼ ἄλλους·</l><l n="293">ἔνθʼ ὅ γε Νέστορʼ ἔτετμε λιγὺν Πυλίων ἀγορητὴν</l><l n="294">οὓς ἑτάρους στέλλοντα καὶ ὀτρύνοντα μάχεσθαι</l><l n="295">ἀμφὶ μέγαν Πελάγοντα Ἀλάστορά τε Χρομίον τε</l><l n="296">Αἵμονά τε κρείοντα Βίαντά τε ποιμένα λαῶν·</l><l n="297">ἱππῆας μὲν πρῶτα σὺν ἵπποισιν καὶ ὄχεσφι,</l><l n="298">πεζοὺς δʼ ἐξόπιθε στῆσεν πολέας τε καὶ ἐσθλοὺς</l><l n="299">ἕρκος ἔμεν πολέμοιο· κακοὺς δʼ ἐς μέσσον ἔλασσεν,</l><l n="300">ὄφρα καὶ οὐκ ἐθέλων τις ἀναγκαίῃ πολεμίζοι.</l><l n="301">ἱππεῦσιν μὲν πρῶτʼ ἐπετέλλετο· τοὺς γὰρ ἀνώγει</l><l n="302">σφοὺς ἵππους ἐχέμεν μηδὲ κλονέεσθαι ὁμίλῳ·</l><q><l n="303">μηδέ τις ἱπποσύνῃ τε καὶ ἠνορέηφι πεποιθὼς</l><l n="304">οἶος πρόσθʼ ἄλλων μεμάτω Τρώεσσι μάχεσθαι,</l><l n="305">μηδʼ ἀναχωρείτω· ἀλαπαδνότεροι γὰρ ἔσεσθε.</l><l n="306">ὃς δέ κʼ ἀνὴρ ἀπὸ ὧν ὀχέων ἕτερʼ ἅρμαθʼ ἵκηται</l><l n="307">ἔγχει ὀρεξάσθω, ἐπεὶ ἦ πολὺ φέρτερον οὕτω.</l><l n="308">ὧδε καὶ οἱ πρότεροι πόλεας καὶ τείχεʼ ἐπόρθεον</l><l n="309">τόνδε νόον καὶ θυμὸν ἐνὶ στήθεσσιν ἔχοντες.</l></q><milestone ed="p" n="310" unit="card"/><l n="310"><milestone ed="P" unit="para"/>ὣς ὃ γέρων ὄτρυνε πάλαι πολέμων ἐῢ εἰδώς·</l><l n="311">καὶ τὸν μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων,</l><l n="312">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="313">ὦ γέρον εἴθʼ ὡς θυμὸς ἐνὶ στήθεσσι φίλοισιν</l><l n="314">ὥς τοι γούναθʼ ἕποιτο, βίη δέ τοι ἔμπεδος εἴη·</l><l n="315">ἀλλά σε γῆρας τείρει ὁμοίϊον· ὡς ὄφελέν τις</l><l n="316">ἀνδρῶν ἄλλος ἔχειν, σὺ δὲ κουροτέροισι μετεῖναι.</l></q><l n="317"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·</l><q><l n="318">Ἀτρεΐδη μάλα μέν τοι ἐγὼν ἐθέλοιμι καὶ αὐτὸς</l><l n="319">ὣς ἔμεν ὡς ὅτε δῖον Ἐρευθαλίωνα κατέκταν.</l><l n="320">ἀλλʼ οὔ πως ἅμα πάντα θεοὶ δόσαν ἀνθρώποισιν·</l><l n="321">εἰ τότε κοῦρος ἔα νῦν αὖτέ με γῆρας ὀπάζει.</l><l n="322">ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέσσομαι ἠδὲ κελεύσω</l><l n="323">βουλῇ καὶ μύθοισι· τὸ γὰρ γέρας ἐστὶ γερόντων.</l><l n="324">αἰχμὰς δʼ αἰχμάσσουσι νεώτεροι, οἵ περ ἐμεῖο</l><l n="325">ὁπλότεροι γεγάασι πεποίθασίν τε βίηφιν.</l></q><l n="326"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, Ἀτρεΐδης δὲ παρῴχετο γηθόσυνος κῆρ.</l><l n="327">εὗρʼ υἱὸν Πετεῶο Μενεσθῆα πλήξιππον</l><l n="328">ἑσταότʼ· ἀμφὶ δʼ Ἀθηναῖοι μήστωρες ἀϋτῆς·</l><l n="329">αὐτὰρ ὃ πλησίον ἑστήκει πολύμητις Ὀδυσσεύς,</l><l n="330">πὰρ δὲ Κεφαλλήνων ἀμφὶ στίχες οὐκ ἀλαπαδναὶ</l><l n="331">ἕστασαν· οὐ γάρ πώ σφιν ἀκούετο λαὸς ἀϋτῆς,</l><l n="332">ἀλλὰ νέον συνορινόμεναι κίνυντο φάλαγγες</l><l n="333">Τρώων ἱπποδάμων καὶ Ἀχαιῶν· οἳ δὲ μένοντες</l><l n="334">ἕστασαν ὁππότε πύργος Ἀχαιῶν ἄλλος ἐπελθὼν</l><l n="335">Τρώων ὁρμήσειε καὶ ἄρξειαν πολέμοιο.</l><l n="336">τοὺς δὲ ἰδὼν νείκεσσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,</l><l n="337">καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="338">ὦ υἱὲ Πετεῶο διοτρεφέος βασιλῆος,</l><l n="339">καὶ σὺ κακοῖσι δόλοισι κεκασμένε κερδαλεόφρον</l><l n="340">τίπτε καταπτώσσοντες ἀφέστατε, μίμνετε δʼ ἄλλους;</l><l n="341">σφῶϊν μέν τʼ ἐπέοικε μετὰ πρώτοισιν ἐόντας</l><l n="342">ἑστάμεν ἠδὲ μάχης καυστείρης ἀντιβολῆσαι·</l><l n="343">πρώτω γὰρ καὶ δαιτὸς ἀκουάζεσθον ἐμεῖο,</l><l n="344">ὁππότε δαῖτα γέρουσιν ἐφοπλίζωμεν Ἀχαιοί.</l><l n="345">ἔνθα φίλʼ ὀπταλέα κρέα ἔδμεναι ἠδὲ κύπελλα</l><l n="346">οἴνου πινέμεναι μελιηδέος ὄφρʼ ἐθέλητον·</l><l n="347">νῦν δὲ φίλως χʼ ὁρόῳτε καὶ εἰ δέκα πύργοι Ἀχαιῶν</l><l n="348">ὑμείων προπάροιθε μαχοίατο νηλέϊ χαλκῷ.</l></q><l n="349"><milestone ed="P" unit="para"/>τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·</l><q><milestone ed="p" n="350" unit="card"/><l n="350">Ἀτρεΐδη ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων;</l><l n="351">πῶς δὴ φῂς πολέμοιο μεθιέμεν ὁππότʼ Ἀχαιοὶ</l><l n="352">Τρωσὶν ἐφʼ ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα;</l><l n="353">ὄψεαι αἴ κʼ ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ</l><l n="354">Τηλεμάχοιο φίλον πατέρα προμάχοισι μιγέντα</l><l n="355">Τρώων ἱπποδάμων· σὺ δὲ ταῦτʼ ἀνεμώλια βάζεις.</l></q><l n="356"><milestone ed="P" unit="para"/>τὸν δʼ ἐπιμειδήσας προσέφη κρείων Ἀγαμέμνων</l><l n="357">ὡς γνῶ χωομένοιο· πάλιν δʼ ὅ γε λάζετο μῦθον·</l><q><l n="358">διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ</l><l n="359">οὔτέ σε νεικείω περιώσιον οὔτε κελεύω·</l><l n="360">οἶδα γὰρ ὥς τοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν</l><l n="361">ἤπια δήνεα οἶδε· τὰ γὰρ φρονέεις ἅ τʼ ἐγώ περ.</l><l n="362">ἀλλʼ ἴθι ταῦτα δʼ ὄπισθεν ἀρεσσόμεθʼ εἴ τι κακὸν νῦν</l><l n="363">εἴρηται, τὰ δὲ πάντα θεοὶ μεταμώνια θεῖεν.</l></q><l n="364"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ, βῆ δὲ μετʼ ἄλλους.</l><l n="365">εὗρε δὲ Τυδέος υἱὸν ὑπέρθυμον Διομήδεα</l><l n="366">ἑσταότʼ ἔν θʼ ἵπποισι καὶ ἅρμασι κολλητοῖσι·</l><l n="367">πὰρ δέ οἱ ἑστήκει Σθένελος Καπανήϊος υἱός.</l><l n="368">καὶ τὸν μὲν νείκεσσεν ἰδὼν κρείων Ἀγαμέμνων,</l><l n="369">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="370">ὤ μοι Τυδέος υἱὲ δαΐφρονος ἱπποδάμοιο</l><l n="371">τί πτώσσεις, τί δʼ ὀπιπεύεις πολέμοιο γεφύρας;</l><l n="372">οὐ μὲν Τυδέϊ γʼ ὧδε φίλον πτωσκαζέμεν ἦεν,</l><l n="373">ἀλλὰ πολὺ πρὸ φίλων ἑτάρων δηΐοισι μάχεσθαι,</l><l n="374">ὡς φάσαν οἵ μιν ἴδοντο πονεύμενον· οὐ γὰρ ἔγωγε</l><l n="375">ἤντησʼ οὐδὲ ἴδον· περὶ δʼ ἄλλων φασὶ γενέσθαι.</l><l n="376">ἤτοι μὲν γὰρ ἄτερ πολέμου εἰσῆλθε Μυκήνας</l><l n="377">ξεῖνος ἅμʼ ἀντιθέῳ Πολυνείκεϊ λαὸν ἀγείρων·</l><l n="378">οἳ δὲ τότʼ ἐστρατόωνθʼ ἱερὰ πρὸς τείχεα Θήβης,</l><l n="379">καί ῥα μάλα λίσσοντο δόμεν κλειτοὺς ἐπικούρους·</l><l n="380">οἳ δʼ ἔθελον δόμεναι καὶ ἐπῄνεον ὡς ἐκέλευον·</l><l n="381">ἀλλὰ Ζεὺς ἔτρεψε παραίσια σήματα φαίνων.</l><l n="382">οἳ δʼ ἐπεὶ οὖν ᾤχοντο ἰδὲ πρὸ ὁδοῦ ἐγένοντο,</l><l n="383">Ἀσωπὸν δʼ ἵκοντο βαθύσχοινον λεχεποίην,</l><l n="384">ἔνθʼ αὖτʼ ἀγγελίην ἐπὶ Τυδῆ στεῖλαν Ἀχαιοί.</l><l n="385">αὐτὰρ ὃ βῆ, πολέας δὲ κιχήσατο Καδμεΐωνας</l><l n="386">δαινυμένους κατὰ δῶμα βίης Ἐτεοκληείης.</l><l n="387">ἔνθʼ οὐδὲ ξεῖνός περ ἐὼν ἱππηλάτα Τυδεὺς</l><l n="388">τάρβει, μοῦνος ἐὼν πολέσιν μετὰ Καδμείοισιν,</l><l n="389">ἀλλʼ ὅ γʼ ἀεθλεύειν προκαλίζετο, πάντα δʼ ἐνίκα</l><l n="390">ῥηϊδίως· τοίη οἱ ἐπίρροθος ἦεν Ἀθήνη.</l><l n="391">οἳ δὲ χολωσάμενοι Καδμεῖοι κέντορες ἵππων</l><l n="392">ἂψ ἄρʼ ἀνερχομένῳ πυκινὸν λόχον εἷσαν ἄγοντες</l><l n="393">κούρους πεντήκοντα· δύω δʼ ἡγήτορες ἦσαν,</l><l n="394">Μαίων Αἱμονίδης ἐπιείκελος ἀθανάτοισιν,</l><l n="395">υἱός τʼ Αὐτοφόνοιο μενεπτόλεμος Πολυφόντης.</l><l n="396">Τυδεὺς μὲν καὶ τοῖσιν ἀεικέα πότμον ἐφῆκε·</l><l n="397">πάντας ἔπεφνʼ, ἕνα δʼ οἶον ἵει οἶκον δὲ νέεσθαι·</l><l n="398">Μαίονʼ ἄρα προέηκε θεῶν τεράεσσι πιθήσας.</l><l n="399">τοῖος ἔην Τυδεὺς Αἰτώλιος· ἀλλὰ τὸν υἱὸν</l><l n="400">γείνατο εἷο χέρεια μάχῃ, ἀγορῇ δέ τʼ ἀμείνω.</l><milestone ed="p" n="401" unit="card"/></q><l n="401"><milestone ed="P" unit="para"/>ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη κρατερὸς Διομήδης</l><l n="402">αἰδεσθεὶς βασιλῆος ἐνιπὴν αἰδοίοιο·</l><l n="403">τὸν δʼ υἱὸς Καπανῆος ἀμείψατο κυδαλίμοιο·</l><q><l n="404">Ἀτρεΐδη μὴ ψεύδεʼ ἐπιστάμενος σάφα εἰπεῖν·</l><l n="405">ἡμεῖς τοι πατέρων μέγʼ ἀμείνονες εὐχόμεθʼ εἶναι·</l><l n="406">ἡμεῖς καὶ Θήβης ἕδος εἵλομεν ἑπταπύλοιο</l><l n="407">παυρότερον λαὸν ἀγαγόνθʼ ὑπὸ τεῖχος ἄρειον,</l><l n="408">πειθόμενοι τεράεσσι θεῶν καὶ Ζηνὸς ἀρωγῇ·</l><l n="409">κεῖνοι δὲ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο·</l><l n="410">τὼ μή μοι πατέρας ποθʼ ὁμοίῃ ἔνθεο τιμῇ.</l></q><l n="411"><milestone ed="P" unit="para"/>τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης·</l><q><l n="412">τέττα, σιωπῇ ἧσο, ἐμῷ δʼ ἐπιπείθεο μύθῳ·</l><l n="413">οὐ γὰρ ἐγὼ νεμεσῶ Ἀγαμέμνονι ποιμένι λαῶν</l><l n="414">ὀτρύνοντι μάχεσθαι ἐϋκνήμιδας Ἀχαιούς·</l><l n="415">τούτῳ μὲν γὰρ κῦδος ἅμʼ ἕψεται εἴ κεν Ἀχαιοὶ</l><l n="416">Τρῶας δῃώσωσιν ἕλωσί τε Ἴλιον ἱρήν,</l><l n="417">τούτῳ δʼ αὖ μέγα πένθος Ἀχαιῶν δῃωθέντων.</l><l n="418">ἀλλʼ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς.</l></q><l n="419"><milestone ed="P" unit="para"/>ἦ ῥα καὶ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε·</l><l n="420">δεινὸν δʼ ἔβραχε χαλκὸς ἐπὶ στήθεσσιν ἄνακτος</l><l n="421">ὀρνυμένου· ὑπό κεν ταλασίφρονά περ δέος εἷλεν.</l><l n="422"><milestone ed="P" unit="para"/>ὡς δʼ ὅτʼ ἐν αἰγιαλῷ πολυηχέϊ κῦμα θαλάσσης</l><l n="423">ὄρνυτʼ ἐπασσύτερον Ζεφύρου ὕπο κινήσαντος·</l><l n="424">πόντῳ μέν τε πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα</l><l n="425">χέρσῳ ῥηγνύμενον μεγάλα βρέμει, ἀμφὶ δέ τʼ ἄκρας</l><l n="426">κυρτὸν ἐὸν κορυφοῦται, ἀποπτύει δʼ ἁλὸς ἄχνην·</l><l n="427">ὣς τότʼ ἐπασσύτεραι Δαναῶν κίνυντο φάλαγγες</l><l n="428">νωλεμέως πόλεμον δέ· κέλευε δὲ οἷσιν ἕκαστος</l><l n="429">ἡγεμόνων· οἳ δʼ ἄλλοι ἀκὴν ἴσαν, οὐδέ κε φαίης</l><l n="430">τόσσον λαὸν ἕπεσθαι ἔχοντʼ ἐν στήθεσιν αὐδήν,</l><l n="431">σιγῇ δειδιότες σημάντορας· ἀμφὶ δὲ πᾶσι</l><l n="432">τεύχεα ποικίλʼ ἔλαμπε, τὰ εἱμένοι ἐστιχόωντο.</l><l n="433">Τρῶες δʼ, ὥς τʼ ὄϊες πολυπάμονος ἀνδρὸς ἐν αὐλῇ</l><l n="434">μυρίαι ἑστήκασιν ἀμελγόμεναι γάλα λευκὸν</l><l n="435">ἀζηχὲς μεμακυῖαι ἀκούουσαι ὄπα ἀρνῶν,</l><l n="436">ὣς Τρώων ἀλαλητὸς ἀνὰ στρατὸν εὐρὺν ὀρώρει·</l><l n="437">οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος οὐδʼ ἴα γῆρυς,</l><l n="438">ἀλλὰ γλῶσσα μέμικτο, πολύκλητοι δʼ ἔσαν ἄνδρες.</l><l n="439">ὄρσε δὲ τοὺς μὲν Ἄρης, τοὺς δὲ γλαυκῶπις Ἀθήνη</l><l n="440">Δεῖμός τʼ ἠδὲ Φόβος καὶ Ἔρις ἄμοτον μεμαυῖα,</l><l n="441">Ἄρεος ἀνδροφόνοιο κασιγνήτη ἑτάρη τε,</l><l n="442">ἥ τʼ ὀλίγη μὲν πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα</l><l n="443">οὐρανῷ ἐστήριξε κάρη καὶ ἐπὶ χθονὶ βαίνει·</l><l n="444">ἥ σφιν καὶ τότε νεῖκος ὁμοίϊον ἔμβαλε μέσσῳ</l><l n="445">ἐρχομένη καθʼ ὅμιλον ὀφέλλουσα στόνον ἀνδρῶν.</l><milestone ed="p" n="446" unit="card"/><l n="446"><milestone ed="P" unit="para"/>οἳ δʼ ὅτε δή ῥʼ ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο,</l><l n="447">σύν ῥʼ ἔβαλον ῥινούς, σὺν δʼ ἔγχεα καὶ μένεʼ ἀνδρῶν</l><l n="448">χαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι</l><l n="449">ἔπληντʼ ἀλλήλῃσι, πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.</l><l n="450">ἔνθα δʼ ἅμʼ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν</l><l n="451">ὀλλύντων τε καὶ ὀλλυμένων, ῥέε δʼ αἵματι γαῖα.</l><l n="452">ὡς δʼ ὅτε χείμαρροι ποταμοὶ κατʼ ὄρεσφι ῥέοντες</l><l n="453">ἐς μισγάγκειαν συμβάλλετον ὄβριμον ὕδωρ</l><l n="454">κρουνῶν ἐκ μεγάλων κοίλης ἔντοσθε χαράδρης,</l><l n="455">τῶν δέ τε τηλόσε δοῦπον ἐν οὔρεσιν ἔκλυε ποιμήν·</l><l n="456">ὣς τῶν μισγομένων γένετο ἰαχή τε πόνος τε.</l><l n="457"><milestone ed="P" unit="para"/>πρῶτος δʼ Ἀντίλοχος Τρώων ἕλεν ἄνδρα κορυστὴν</l><l n="458">ἐσθλὸν ἐνὶ προμάχοισι Θαλυσιάδην Ἐχέπωλον·</l><l n="459">τόν ῥʼ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης,</l><l n="460">ἐν δὲ μετώπῳ πῆξε, πέρησε δʼ ἄρʼ ὀστέον εἴσω</l><l n="461">αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψεν,</l><l n="462">ἤριπε δʼ ὡς ὅτε πύργος ἐνὶ κρατερῇ ὑσμίνῃ.</l><l n="463">τὸν δὲ πεσόντα ποδῶν ἔλαβε κρείων Ἐλεφήνωρ</l><l n="464">Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων,</l><l n="465">ἕλκε δʼ ὑπʼ ἐκ βελέων, λελιημένος ὄφρα τάχιστα</l><l n="466">τεύχεα συλήσειε· μίνυνθα δέ οἱ γένεθʼ ὁρμή.</l><l n="467">νεκρὸν γὰρ ἐρύοντα ἰδὼν μεγάθυμος Ἀγήνωρ</l><l n="468">πλευρά, τά οἱ κύψαντι παρʼ ἀσπίδος ἐξεφαάνθη,</l><l n="469">οὔτησε ξυστῷ χαλκήρεϊ, λῦσε δὲ γυῖα.</l><l n="470">ὣς τὸν μὲν λίπε θυμός, ἐπʼ αὐτῷ δʼ ἔργον ἐτύχθη</l><l n="471">ἀργαλέον Τρώων καὶ Ἀχαιῶν· οἳ δὲ λύκοι ὣς</l><l n="472">ἀλλήλοις ἐπόρουσαν, ἀνὴρ δʼ ἄνδρʼ ἐδνοπάλιζεν.</l><l n="473"><milestone ed="P" unit="para"/>ἔνθʼ ἔβαλʼ Ἀνθεμίωνος υἱὸν Τελαμώνιος Αἴας</l><l n="474">ἠΐθεον θαλερὸν Σιμοείσιον, ὅν ποτε μήτηρ</l><l n="475">Ἴδηθεν κατιοῦσα παρʼ ὄχθῃσιν Σιμόεντος</l><l n="476">γείνατʼ, ἐπεί ῥα τοκεῦσιν ἅμʼ ἕσπετο μῆλα ἰδέσθαι·</l><l n="477">τοὔνεκά μιν κάλεον Σιμοείσιον· οὐδὲ τοκεῦσι</l><l n="478">θρέπτρα φίλοις ἀπέδωκε, μινυνθάδιος δέ οἱ αἰὼν</l><l n="479">ἔπλεθʼ ὑπʼ Αἴαντος μεγαθύμου δουρὶ δαμέντι.</l><l n="480">πρῶτον γάρ μιν ἰόντα βάλε στῆθος παρὰ μαζὸν</l><l n="481">δεξιόν· ἀντικρὺ δὲ διʼ ὤμου χάλκεον ἔγχος</l><l n="482">ἦλθεν· ὁ δʼ ἐν κονίῃσι χαμαὶ πέσεν αἴγειρος ὣς</l><l n="483">ἥ ῥά τʼ ἐν εἱαμενῇ ἕλεος μεγάλοιο πεφύκει</l><l n="484">λείη, ἀτάρ τέ οἱ ὄζοι ἐπʼ ἀκροτάτῃ πεφύασι·</l><l n="485">τὴν μέν θʼ ἁρματοπηγὸς ἀνὴρ αἴθωνι σιδήρῳ</l><l n="486">ἐξέταμʼ, ὄφρα ἴτυν κάμψῃ περικαλλέϊ δίφρῳ·</l><l n="487">ἣ μέν τʼ ἀζομένη κεῖται ποταμοῖο παρʼ ὄχθας.</l><milestone ed="p" n="488" unit="card"/><l n="488">τοῖον ἄρʼ Ἀνθεμίδην Σιμοείσιον ἐξενάριξεν</l><l n="489">Αἴας διογενής· τοῦ δʼ Ἄντιφος αἰολοθώρηξ</l><l n="490">Πριαμίδης καθʼ ὅμιλον ἀκόντισεν ὀξέϊ δουρί.</l><l n="491">τοῦ μὲν ἅμαρθʼ, ὃ δὲ Λεῦκον Ὀδυσσέος ἐσθλὸν ἑταῖρον</l><l n="492">βεβλήκει βουβῶνα, νέκυν ἑτέρωσʼ ἐρύοντα·</l><l n="493">ἤριπε δʼ ἀμφʼ αὐτῷ, νεκρὸς δέ οἱ ἔκπεσε χειρός.</l><l n="494">τοῦ δʼ Ὀδυσεὺς μάλα θυμὸν ἀποκταμένοιο χολώθη,</l><l n="495">βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ,</l><l n="496">στῆ δὲ μάλʼ ἐγγὺς ἰὼν καὶ ἀκόντισε δουρὶ φαεινῷ</l><l n="497">ἀμφὶ ἓ παπτήνας· ὑπὸ δὲ Τρῶες κεκάδοντο</l><l n="498">ἀνδρὸς ἀκοντίσσαντος· ὃ δʼ οὐχ ἅλιον βέλος ἧκεν,</l><l n="499">ἀλλʼ υἱὸν Πριάμοιο νόθον βάλε Δημοκόωντα</l><l n="500">ὅς οἱ Ἀβυδόθεν ἦλθε παρʼ ἵππων ὠκειάων.</l><l n="501">τόν ῥʼ Ὀδυσεὺς ἑτάροιο χολωσάμενος βάλε δουρὶ</l><l n="502">κόρσην· ἣ δʼ ἑτέροιο διὰ κροτάφοιο πέρησεν</l><l n="503">αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψε,</l><l n="504">δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.</l><l n="505">χώρησαν δʼ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ·</l><l n="506">Ἀργεῖοι δὲ μέγα ἴαχον, ἐρύσαντο δὲ νεκρούς,</l><l n="507">ἴθυσαν δὲ πολὺ προτέρω· νεμέσησε δʼ Ἀπόλλων</l><l n="508">Περγάμου ἐκκατιδών, Τρώεσσι δὲ κέκλετʼ ἀΰσας·</l><q><l n="509">ὄρνυσθʼ ἱππόδαμοι Τρῶες μηδʼ εἴκετε χάρμης</l><l n="510">Ἀργείοις, ἐπεὶ οὔ σφι λίθος χρὼς οὐδὲ σίδηρος</l><l n="511">χαλκὸν ἀνασχέσθαι ταμεσίχροα βαλλομένοισιν·</l><l n="512">οὐ μὰν οὐδʼ Ἀχιλεὺς Θέτιδος πάϊς ἠϋκόμοιο</l><l n="513">μάρναται, ἀλλʼ ἐπὶ νηυσὶ χόλον θυμαλγέα πέσσει.</l></q><l n="514"><milestone ed="P" unit="para"/>ὣς φάτʼ ἀπὸ πτόλιος δεινὸς θεός· αὐτὰρ Ἀχαιοὺς</l><l n="515">ὦρσε Διὸς θυγάτηρ κυδίστη Τριτογένεια</l><l n="516">ἐρχομένη καθʼ ὅμιλον, ὅθι μεθιέντας ἴδοιτο.</l><milestone ed="p" n="517" unit="card"/><l n="517"><milestone ed="P" unit="para"/>ἔνθʼ Ἀμαρυγκείδην Διώρεα μοῖρα πέδησε·</l><l n="518">χερμαδίῳ γὰρ βλῆτο παρὰ σφυρὸν ὀκριόεντι</l><l n="519">κνήμην δεξιτερήν· βάλε δὲ Θρῃκῶν ἀγὸς ἀνδρῶν</l><l n="520">Πείρως Ἰμβρασίδης ὃς ἄρʼ Αἰνόθεν εἰληλούθει.</l><l n="521">ἀμφοτέρω δὲ τένοντε καὶ ὀστέα λᾶας ἀναιδὴς</l><l n="522">ἄχρις ἀπηλοίησεν· ὃ δʼ ὕπτιος ἐν κονίῃσι</l><l n="523">κάππεσεν ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας</l><l n="524">θυμὸν ἀποπνείων· ὃ δʼ ἐπέδραμεν ὅς ῥʼ ἔβαλέν περ</l><l n="525">Πείροος, οὖτα δὲ δουρὶ παρʼ ὀμφαλόν· ἐκ δʼ ἄρα πᾶσαι</l><l n="526">χύντο χαμαὶ χολάδες, τὸν δὲ σκότος ὄσσε κάλυψε.</l><l n="527"><milestone ed="P" unit="para"/>τὸν δὲ Θόας Αἰτωλὸς ἀπεσσύμενον βάλε δουρὶ</l><l n="528">στέρνον ὑπὲρ μαζοῖο, πάγη δʼ ἐν πνεύμονι χαλκός·</l><l n="529">ἀγχίμολον δέ οἱ ἦλθε Θόας, ἐκ δʼ ὄβριμον ἔγχος</l><l n="530">ἐσπάσατο στέρνοιο, ἐρύσσατο δὲ ξίφος ὀξύ,</l><l n="531">τῷ ὅ γε γαστέρα τύψε μέσην, ἐκ δʼ αἴνυτο θυμόν.</l><l n="532">τεύχεα δʼ οὐκ ἀπέδυσε· περίστησαν γὰρ ἑταῖροι</l><l n="533">Θρήϊκες ἀκρόκομοι δολίχʼ ἔγχεα χερσὶν ἔχοντες,</l><l n="534">οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν</l><l n="535">ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη.</l><l n="536">ὣς τώ γʼ ἐν κονίῃσι παρʼ ἀλλήλοισι τετάσθην,</l><l n="537">ἤτοι ὃ μὲν Θρῃκῶν, ὃ δʼ Ἐπειῶν χαλκοχιτώνων</l><l n="538">ἡγεμόνες· πολλοὶ δὲ περὶ κτείνοντο καὶ ἄλλοι.</l><l n="539"><milestone ed="P" unit="para"/>ἔνθά κεν οὐκέτι ἔργον ἀνὴρ ὀνόσαιτο μετελθών,</l><l n="540">ὅς τις ἔτʼ ἄβλητος καὶ ἀνούτατος ὀξέϊ χαλκῷ</l><l n="541">δινεύοι κατὰ μέσσον, ἄγοι δέ ἑ Παλλὰς Ἀθήνη</l><l n="542">χειρὸς ἑλοῦσʼ, αὐτὰρ βελέων ἀπερύκοι ἐρωήν·</l><l n="543">πολλοὶ γὰρ Τρώων καὶ Ἀχαιῶν ἤματι κείνῳ</l><l n="544">πρηνέες ἐν κονίῃσι παρʼ ἀλλήλοισι τέταντο.</l></div><div type="textpart" subtype="Book" n="5"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>ἔνθʼ αὖ Τυδεΐδῃ Διομήδεϊ Παλλὰς Ἀθήνη</l><l n="2">δῶκε μένος καὶ θάρσος, ἵνʼ ἔκδηλος μετὰ πᾶσιν</l><l n="3">Ἀργείοισι γένοιτο ἰδὲ κλέος ἐσθλὸν ἄροιτο·</l><l n="4">δαῖέ οἱ ἐκ κόρυθός τε καὶ ἀσπίδος ἀκάματον πῦρ</l><l n="5">ἀστέρʼ ὀπωρινῷ ἐναλίγκιον, ὅς τε μάλιστα</l><l n="6">λαμπρὸν παμφαίνῃσι λελουμένος ὠκεανοῖο·</l><l n="7">τοῖόν οἱ πῦρ δαῖεν ἀπὸ κρατός τε καὶ ὤμων,</l><l n="8">ὦρσε δέ μιν κατὰ μέσσον ὅθι πλεῖστοι κλονέοντο.</l><l n="9"><milestone ed="P" unit="para"/>ἦν δέ τις ἐν Τρώεσσι Δάρης ἀφνειὸς ἀμύμων</l><l n="10">ἱρεὺς Ἡφαίστοιο· δύω δέ οἱ υἱέες ἤστην</l><l n="11">Φηγεὺς Ἰδαῖός τε μάχης εὖ εἰδότε πάσης.</l><l n="12">τώ οἱ ἀποκρινθέντε ἐναντίω ὁρμηθήτην·</l><l n="13">τὼ μὲν ἀφʼ ἵπποιιν, ὃ δʼ ἀπὸ χθονὸς ὄρνυτο πεζός.</l><l n="14">οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες</l><l n="15">Φηγεύς ῥα πρότερος προΐει δολιχόσκιον ἔγχος·</l><l n="16">Τυδεΐδεω δʼ ὑπὲρ ὦμον ἀριστερὸν ἤλυθʼ ἀκωκὴ</l><l n="17">ἔγχεος, οὐδʼ ἔβαλʼ αὐτόν· ὃ δʼ ὕστερος ὄρνυτο χαλκῷ</l><l n="18">Τυδεΐδης· τοῦ δʼ οὐχ ἅλιον βέλος ἔκφυγε χειρός,</l><l n="19">ἀλλʼ ἔβαλε στῆθος μεταμάζιον, ὦσε δʼ ἀφʼ ἵππων.</l><l n="20">Ἰδαῖος δʼ ἀπόρουσε λιπὼν περικαλλέα δίφρον,</l><l n="21">οὐδʼ ἔτλη περιβῆναι ἀδελφειοῦ κταμένοιο·</l><l n="22">οὐδὲ γὰρ οὐδέ κεν αὐτὸς ὑπέκφυγε κῆρα μέλαιναν,</l><l n="23">ἀλλʼ Ἥφαιστος ἔρυτο, σάωσε δὲ νυκτὶ καλύψας,</l><l n="24">ὡς δή οἱ μὴ πάγχυ γέρων ἀκαχήμενος εἴη.</l><l n="25">ἵππους δʼ ἐξελάσας μεγαθύμου Τυδέος υἱὸς</l><l n="26">δῶκεν ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας.</l><l n="27">Τρῶες δὲ μεγάθυμοι ἐπεὶ ἴδον υἷε Δάρητος</l><l n="28">τὸν μὲν ἀλευάμενον, τὸν δὲ κτάμενον παρʼ ὄχεσφι,</l><l n="29">πᾶσιν ὀρίνθη θυμός· ἀτὰρ γλαυκῶπις Ἀθήνη</l><l n="30">χειρὸς ἑλοῦσʼ ἐπέεσσι προσηύδα θοῦρον Ἄρηα·</l><q><l n="31">Ἆρες Ἄρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλῆτα</l><l n="32">οὐκ ἂν δὴ Τρῶας μὲν ἐάσαιμεν καὶ Ἀχαιοὺς</l><l n="33">μάρνασθʼ, ὁπποτέροισι πατὴρ Ζεὺς κῦδος ὀρέξῃ,</l><l n="34">νῶϊ δὲ χαζώμεσθα, Διὸς δʼ ἀλεώμεθα μῆνιν;</l></q><l n="35"><milestone ed="P" unit="para"/>ὣς εἰποῦσα μάχης ἐξήγαγε θοῦρον Ἄρηα·</l><l n="36">τὸν μὲν ἔπειτα καθεῖσεν ἐπʼ ἠϊόεντι Σκαμάνδρῳ,</l><l n="37">Τρῶας δʼ ἔκλιναν Δαναοί· ἕλε δʼ ἄνδρα ἕκαστος</l><l n="38">ἡγεμόνων· πρῶτος δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων</l><l n="39">ἀρχὸν Ἁλιζώνων Ὀδίον μέγαν ἔκβαλε δίφρου·</l><l n="40">πρώτῳ γὰρ στρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν</l><l n="41">ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσε,</l><l n="42">δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.</l><milestone ed="p" n="43" unit="card"/><l n="43"><milestone ed="P" unit="para"/>Ἰδομενεὺς δʼ ἄρα Φαῖστον ἐνήρατο Μῄονος υἱὸν</l><l n="44">Βώρου, ὃς ἐκ Τάρνης ἐριβώλακος εἰληλούθει.</l><l n="45">τὸν μὲν ἄρʼ Ἰδομενεὺς δουρικλυτὸς ἔγχεϊ μακρῷ</l><l n="46">νύξʼ ἵππων ἐπιβησόμενον κατὰ δεξιὸν ὦμον·</l><l n="47">ἤριπε δʼ ἐξ ὀχέων, στυγερὸς δʼ ἄρα μιν σκότος εἷλε.</l><l n="48"><milestone ed="P" unit="para"/>τὸν μὲν ἄρʼ Ἰδομενῆος ἐσύλευον θεράποντες·</l><l n="49">υἱὸν δὲ Στροφίοιο Σκαμάνδριον αἵμονα θήρης</l><l n="50">Ἀτρεΐδης Μενέλαος ἕλʼ ἔγχεϊ ὀξυόεντι</l><l n="51">ἐσθλὸν θηρητῆρα· δίδαξε γὰρ Ἄρτεμις αὐτὴ</l><l n="52">βάλλειν ἄγρια πάντα, τά τε τρέφει οὔρεσιν ὕλη·</l><l n="53">ἀλλʼ οὔ οἱ τότε γε χραῖσμʼ Ἄρτεμις ἰοχέαιρα,</l><l n="54">οὐδὲ ἑκηβολίαι ᾗσιν τὸ πρίν γε κέκαστο·</l><l n="55">ἀλλά μιν Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος</l><l n="56">πρόσθεν ἕθεν φεύγοντα μετάφρενον οὔτασε δουρὶ</l><l n="57">ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν,</l><l n="58">ἤριπε δὲ πρηνής, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.</l><l n="59"><milestone ed="P" unit="para"/>Μηριόνης δὲ Φέρεκλον ἐνήρατο, τέκτονος υἱὸν</l><l n="60">Ἁρμονίδεω, ὃς χερσὶν ἐπίστατο δαίδαλα πάντα</l><l n="61">τεύχειν· ἔξοχα γάρ μιν ἐφίλατο Παλλὰς Ἀθήνη·</l><l n="62">ὃς καὶ Ἀλεξάνδρῳ τεκτήνατο νῆας ἐΐσας</l><l n="63">ἀρχεκάκους, αἳ πᾶσι κακὸν Τρώεσσι γένοντο</l><l n="64">οἷ τʼ αὐτῷ, ἐπεὶ οὔ τι θεῶν ἐκ θέσφατα ᾔδη.</l><l n="65">τὸν μὲν Μηριόνης ὅτε δὴ κατέμαρπτε διώκων</l><l n="66">βεβλήκει γλουτὸν κατὰ δεξιόν· ἣ δὲ διαπρὸ</l><l n="67">ἀντικρὺ κατὰ κύστιν ὑπʼ ὀστέον ἤλυθʼ ἀκωκή·</l><l n="68">γνὺξ δʼ ἔριπʼ οἰμώξας, θάνατος δέ μιν ἀμφεκάλυψε.</l><l n="69"><milestone ed="P" unit="para"/>Πήδαιον δʼ ἄρʼ ἔπεφνε Μέγης Ἀντήνορος υἱὸν</l><l n="70">ὅς ῥα νόθος μὲν ἔην, πύκα δʼ ἔτρεφε δῖα Θεανὼ</l><l n="71">ἶσα φίλοισι τέκεσσι χαριζομένη πόσεϊ ᾧ.</l><l n="72">τὸν μὲν Φυλεΐδης δουρὶ κλυτὸς ἐγγύθεν ἐλθὼν</l><l n="73">βεβλήκει κεφαλῆς κατὰ ἰνίον ὀξέϊ δουρί·</l><l n="74">ἀντικρὺ δʼ ἀνʼ ὀδόντας ὑπὸ γλῶσσαν τάμε χαλκός·</l><l n="75">ἤριπε δʼ ἐν κονίῃ, ψυχρὸν δʼ ἕλε χαλκὸν ὀδοῦσιν.</l><l n="76"><milestone ed="P" unit="para"/>Εὐρύπυλος δʼ Εὐαιμονίδης Ὑψήνορα δῖον</l><l n="77">υἱὸν ὑπερθύμου Δολοπίονος, ὅς ῥα Σκαμάνδρου</l><l n="78">ἀρητὴρ ἐτέτυκτο, θεὸς δʼ ὣς τίετο δήμῳ,</l><l n="79">τὸν μὲν ἄρʼ Εὐρύπυλος, Εὐαίμονος ἀγλαὸς υἱός,</l><l n="80">πρόσθεν ἕθεν φεύγοντα μεταδρομάδην ἔλασʼ ὦμον</l><l n="81">φασγάνῳ ἀΐξας, ἀπὸ δʼ ἔξεσε χεῖρα βαρεῖαν·</l><l n="82">αἱματόεσσα δὲ χεὶρ πεδίῳ πέσε· τὸν δὲ κατʼ ὄσσε</l><l n="83">ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.</l><milestone ed="p" n="84" unit="card"/><l n="84"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην·</l><l n="85">Τυδεΐδην δʼ οὐκ ἂν γνοίης ποτέροισι μετείη</l><l n="86">ἠὲ μετὰ Τρώεσσιν ὁμιλέοι ἦ μετʼ Ἀχαιοῖς.</l><l n="87">θῦνε γὰρ ἂμ πεδίον ποταμῷ πλήθοντι ἐοικὼς</l><l n="88">χειμάρρῳ, ὅς τʼ ὦκα ῥέων ἐκέδασσε γεφύρας·</l><l n="89">τὸν δʼ οὔτʼ ἄρ τε γέφυραι ἐεργμέναι ἰσχανόωσιν,</l><l n="90">οὔτʼ ἄρα ἕρκεα ἴσχει ἀλωάων ἐριθηλέων</l><l n="91">ἐλθόντʼ ἐξαπίνης ὅτʼ ἐπιβρίσῃ Διὸς ὄμβρος·</l><l n="92">πολλὰ δʼ ὑπʼ αὐτοῦ ἔργα κατήριπε κάλʼ αἰζηῶν·</l><l n="93">ὣς ὑπὸ Τυδεΐδῃ πυκιναὶ κλονέοντο φάλαγγες</l><l n="94">Τρώων, οὐδʼ ἄρα μιν μίμνον πολέες περ ἐόντες.</l><l n="95"><milestone ed="P" unit="para"/>τὸν δʼ ὡς οὖν ἐνόησε Λυκάονος ἀγλαὸς υἱὸς</l><l n="96">θύνοντʼ ἂμ πεδίον πρὸ ἕθεν κλονέοντα φάλαγγας,</l><l n="97">αἶψʼ ἐπὶ Τυδεΐδῃ ἐτιταίνετο καμπύλα τόξα,</l><l n="98">καὶ βάλʼ ἐπαΐσσοντα τυχὼν κατὰ δεξιὸν ὦμον</l><l n="99">θώρηκος γύαλον· διὰ δʼ ἔπτατο πικρὸς ὀϊστός,</l><l n="100">ἀντικρὺ δὲ διέσχε, παλάσσετο δʼ αἵματι θώρηξ.</l><l n="101">τῷ δʼ ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός·</l><q><l n="102">ὄρνυσθε Τρῶες μεγάθυμοι κέντορες ἵππων·</l><l n="103">βέβληται γὰρ ἄριστος Ἀχαιῶν, οὐδέ ἕ φημι</l><l n="104">δήθʼ ἀνσχήσεσθαι κρατερὸν βέλος, εἰ ἐτεόν με</l><l n="105">ὦρσεν ἄναξ Διὸς υἱὸς ἀπορνύμενον Λυκίηθεν.</l></q><l n="106"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ εὐχόμενος· τὸν δʼ οὐ βέλος ὠκὺ δάμασσεν,</l><l n="107">ἀλλʼ ἀναχωρήσας πρόσθʼ ἵπποιιν καὶ ὄχεσφιν</l><l n="108">ἔστη, καὶ Σθένελον προσέφη Καπανήϊον υἱόν·</l><q><l n="109">ὄρσο πέπον Καπανηϊάδη, καταβήσεο δίφρου,</l><l n="110">ὄφρά μοι ἐξ ὤμοιο ἐρύσσῃς πικρὸν ὀϊστόν.</l></q><l n="111"><milestone ed="P" unit="para"/>ὣς ἄρʼ ἔφη, Σθένελος δὲ καθʼ ἵππων ἆλτο χαμᾶζε,</l><l n="112">πὰρ δὲ στὰς βέλος ὠκὺ διαμπερὲς ἐξέρυσʼ ὤμου·</l><l n="113">αἷμα δʼ ἀνηκόντιζε διὰ στρεπτοῖο χιτῶνος.</l><l n="114">δὴ τότʼ ἔπειτʼ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης·</l><q><l n="115">κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,</l><l n="116">εἴ ποτέ μοι καὶ πατρὶ φίλα φρονέουσα παρέστης</l><l n="117">δηΐῳ ἐν πολέμῳ, νῦν αὖτʼ ἐμὲ φῖλαι Ἀθήνη·</l><l n="118">δὸς δέ τέ μʼ ἄνδρα ἑλεῖν καὶ ἐς ὁρμὴν ἔγχεος ἐλθεῖν</l><l n="119">ὅς μʼ ἔβαλε φθάμενος καὶ ἐπεύχεται, οὐδέ μέ φησι</l><l n="120">δηρὸν ἔτʼ ὄψεσθαι λαμπρὸν φάος ἠελίοιο.</l><milestone ed="p" n="121" unit="card"/></q><l n="121"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ εὐχόμενος· τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη,</l><l n="122">γυῖα δʼ ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν·</l><l n="123">ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="124">θαρσῶν νῦν Διόμηδες ἐπὶ Τρώεσσι μάχεσθαι·</l><l n="125">ἐν γάρ τοι στήθεσσι μένος πατρώϊον ἧκα</l><l n="126">ἄτρομον, οἷον ἔχεσκε σακέσπαλος ἱππότα Τυδεύς·</l><l n="127">ἀχλὺν δʼ αὖ τοι ἀπʼ ὀφθαλμῶν ἕλον ἣ πρὶν ἐπῆεν,</l><l n="128">ὄφρʼ εὖ γιγνώσκῃς ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα.</l><l n="129">τὼ νῦν αἴ κε θεὸς πειρώμενος ἐνθάδʼ ἵκηται</l><l n="130">μή τι σύ γʼ ἀθανάτοισι θεοῖς ἀντικρὺ μάχεσθαι</l><l n="131">τοῖς ἄλλοις· ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη</l><l n="132">ἔλθῃσʼ ἐς πόλεμον, τήν γʼ οὐτάμεν ὀξέϊ χαλκῷ.</l></q><l n="133"><milestone ed="P" unit="para"/>ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη γλαυκῶπις Ἀθήνη,</l><l n="134">Τυδεΐδης δʼ ἐξαῦτις ἰὼν προμάχοισιν ἐμίχθη</l><l n="135">καὶ πρίν περ θυμῷ μεμαὼς Τρώεσσι μάχεσθαι·</l><l n="136">δὴ τότε μιν τρὶς τόσσον ἕλεν μένος ὥς τε λέοντα</l><l n="137">ὅν ῥά τε ποιμὴν ἀγρῷ ἐπʼ εἰροπόκοις ὀΐεσσι</l><l n="138">χραύσῃ μέν τʼ αὐλῆς ὑπεράλμενον οὐδὲ δαμάσσῃ·</l><l n="139">τοῦ μέν τε σθένος ὦρσεν, ἔπειτα δέ τʼ οὐ προσαμύνει,</l><l n="140">ἀλλὰ κατὰ σταθμοὺς δύεται, τὰ δʼ ἐρῆμα φοβεῖται·</l><l n="141">αἳ μέν τʼ ἀγχιστῖναι ἐπʼ ἀλλήλῃσι κέχυνται,</l><l n="142">αὐτὰρ ὃ ἐμμεμαὼς βαθέης ἐξάλλεται αὐλῆς·</l><l n="143">ὣς μεμαὼς Τρώεσσι μίγη κρατερὸς Διομήδης.</l><l n="144"><milestone ed="P" unit="para"/>ἔνθʼ ἕλεν Ἀστύνοον καὶ Ὑπείρονα ποιμένα λαῶν,</l><l n="145">τὸν μὲν ὑπὲρ μαζοῖο βαλὼν χαλκήρεϊ δουρί,</l><l n="146">τὸν δʼ ἕτερον ξίφεϊ μεγάλῳ κληῗδα παρʼ ὦμον</l><l n="147">πλῆξʼ, ἀπὸ δʼ αὐχένος ὦμον ἐέργαθεν ἠδʼ ἀπὸ νώτου.</l><l n="148">τοὺς μὲν ἔασʼ, ὃ δʼ Ἄβαντα μετῴχετο καὶ Πολύειδον</l><l n="149">υἱέας Εὐρυδάμαντος ὀνειροπόλοιο γέροντος·</l><l n="150">τοῖς οὐκ ἐρχομένοις ὃ γέρων ἐκρίνατʼ ὀνείρους,</l><l n="151">ἀλλά σφεας κρατερὸς Διομήδης ἐξενάριξε·</l><l n="152">βῆ δὲ μετὰ Ξάνθόν τε Θόωνά τε Φαίνοπος υἷε</l><l n="153">ἄμφω τηλυγέτω· ὃ δὲ τείρετο γήραϊ λυγρῷ,</l><l n="154">υἱὸν δʼ οὐ τέκετʼ ἄλλον ἐπὶ κτεάτεσσι λιπέσθαι.</l><l n="155">ἔνθʼ ὅ γε τοὺς ἐνάριζε, φίλον δʼ ἐξαίνυτο θυμὸν</l><l n="156">ἀμφοτέρω, πατέρι δὲ γόον καὶ κήδεα λυγρὰ</l><l n="157">λεῖπʼ, ἐπεὶ οὐ ζώοντε μάχης ἐκνοστήσαντε</l><l n="158">δέξατο· χηρωσταὶ δὲ διὰ κτῆσιν δατέοντο.</l><milestone ed="p" n="159" unit="card"/><l n="159"><milestone ed="P" unit="para"/>ἔνθʼ υἷας Πριάμοιο δύω λάβε Δαρδανίδαο</l><l n="160">εἰν ἑνὶ δίφρῳ ἐόντας Ἐχέμμονά τε Χρομίον τε.</l><l n="161">ὡς δὲ λέων ἐν βουσὶ θορὼν ἐξ αὐχένα ἄξῃ</l><l n="162">πόρτιος ἠὲ βοὸς ξύλοχον κάτα βοσκομενάων,</l><l n="163">ὣς τοὺς ἀμφοτέρους ἐξ ἵππων Τυδέος υἱὸς</l><l n="164">βῆσε κακῶς ἀέκοντας, ἔπειτα δὲ τεύχεʼ ἐσύλα·</l><l n="165">ἵππους δʼ οἷς ἑτάροισι δίδου μετὰ νῆας ἐλαύνειν.</l><l n="166"><milestone ed="P" unit="para"/>τὸν δʼ ἴδεν Αἰνείας ἀλαπάζοντα στίχας ἀνδρῶν,</l><l n="167">βῆ δʼ ἴμεν ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων</l><l n="168">Πάνδαρον ἀντίθεον διζήμενος εἴ που ἐφεύροι·</l><l n="169">εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε,</l><l n="170">στῆ δὲ πρόσθʼ αὐτοῖο ἔπος τέ μιν ἀντίον ηὔδα·</l><q><l n="171">Πάνδαρε ποῦ τοι τόξον ἰδὲ πτερόεντες ὀϊστοὶ</l><l n="172">καὶ κλέος; ᾧ οὔ τίς τοι ἐρίζεται ἐνθάδε γʼ ἀνήρ,</l><l n="173">οὐδέ τις ἐν Λυκίῃ σέο γʼ εὔχεται εἶναι ἀμείνων.</l><l n="174">ἀλλʼ ἄγε τῷδʼ ἔφες ἀνδρὶ βέλος Διὶ χεῖρας ἀνασχὼν</l><l n="175">ὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ ἔοργε</l><l n="176">Τρῶας, ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατʼ ἔλυσεν·</l><l n="177">εἰ μή τις θεός ἐστι κοτεσσάμενος Τρώεσσιν</l><l n="178">ἱρῶν μηνίσας· χαλεπὴ δὲ θεοῦ ἔπι μῆνις.</l></q><l n="179"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός·</l><q><l n="180">Αἰνεία Τρώων βουληφόρε χαλκοχιτώνων</l><l n="181">Τυδεΐδῃ μιν ἔγωγε δαΐφρονι πάντα ἐΐσκω,</l><l n="182">ἀσπίδι γιγνώσκων αὐλώπιδί τε τρυφαλείῃ,</l><l n="183">ἵππους τʼ εἰσορόων· σάφα δʼ οὐκ οἶδʼ εἰ θεός ἐστιν.</l><l n="184">εἰ δʼ ὅ γʼ ἀνὴρ ὅν φημι δαΐφρων Τυδέος υἱὸς</l><l n="185">οὐχ ὅ γʼ ἄνευθε θεοῦ τάδε μαίνεται, ἀλλά τις ἄγχι</l><l n="186">ἕστηκʼ ἀθανάτων νεφέλῃ εἰλυμένος ὤμους,</l><l n="187">ὃς τούτου βέλος ὠκὺ κιχήμενον ἔτραπεν ἄλλῃ.</l><l n="188">ἤδη γάρ οἱ ἐφῆκα βέλος, καί μιν βάλον ὦμον</l><l n="189">δεξιὸν ἀντικρὺ διὰ θώρηκος γυάλοιο·</l><l n="190">καί μιν ἔγωγʼ ἐφάμην Ἀϊδωνῆϊ προϊάψειν,</l><l n="191">ἔμπης δʼ οὐκ ἐδάμασσα· θεός νύ τίς ἐστι κοτήεις.</l><l n="192">ἵπποι δʼ οὐ παρέασι καὶ ἅρματα τῶν κʼ ἐπιβαίην·</l><l n="193">ἀλλά που ἐν μεγάροισι Λυκάονος ἕνδεκα δίφροι</l><l n="194">καλοὶ πρωτοπαγεῖς νεοτευχέες· ἀμφὶ δὲ πέπλοι</l><l n="195">πέπτανται· παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι</l><l n="196">ἑστᾶσι κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας.</l><l n="197">ἦ μέν μοι μάλα πολλὰ γέρων αἰχμητὰ Λυκάων</l><l n="198">ἐρχομένῳ ἐπέτελλε δόμοις ἔνι ποιητοῖσιν·</l><l n="199">ἵπποισίν μʼ ἐκέλευε καὶ ἅρμασιν ἐμβεβαῶτα</l><l n="200">ἀρχεύειν Τρώεσσι κατὰ κρατερὰς ὑσμίνας·</l><milestone ed="p" n="201" unit="card"/><l n="201">ἀλλʼ ἐγὼ οὐ πιθόμην· ἦ τʼ ἂν πολὺ κέρδιον ἦεν·</l><l n="202">ἵππων φειδόμενος, μή μοι δευοίατο φορβῆς</l><l n="203">ἀνδρῶν εἰλομένων εἰωθότες ἔδμεναι ἄδην.</l><l n="204">ὣς λίπον, αὐτὰρ πεζὸς ἐς Ἴλιον εἰλήλουθα</l><l n="205">τόξοισιν πίσυνος· τὰ δέ μʼ οὐκ ἄρʼ ἔμελλον ὀνήσειν.</l><l n="206">ἤδη γὰρ δοιοῖσιν ἀριστήεσσιν ἐφῆκα</l><l n="207">Τυδεΐδῃ τε καὶ Ἀτρεΐδῃ, ἐκ δʼ ἀμφοτέροιιν</l><l n="208">ἀτρεκὲς αἷμʼ ἔσσευα βαλών, ἤγειρα δὲ μᾶλλον.</l><l n="209">τώ ῥα κακῇ αἴσῃ ἀπὸ πασσάλου ἀγκύλα τόξα</l><l n="210">ἤματι τῷ ἑλόμην ὅτε Ἴλιον εἰς ἐρατεινὴν</l><l n="211">ἡγεόμην Τρώεσσι φέρων χάριν Ἕκτορι δίῳ.</l><l n="212">εἰ δέ κε νοστήσω καὶ ἐσόψομαι ὀφθαλμοῖσι</l><l n="213">πατρίδʼ ἐμὴν ἄλοχόν τε καὶ ὑψερεφὲς μέγα δῶμα,</l><l n="214">αὐτίκʼ ἔπειτʼ ἀπʼ ἐμεῖο κάρη τάμοι ἀλλότριος φὼς</l><l n="215">εἰ μὴ ἐγὼ τάδε τόξα φαεινῷ ἐν πυρὶ θείην</l><l n="216">χερσὶ διακλάσσας· ἀνεμώλια γάρ μοι ὀπηδεῖ.</l></q><l n="217"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτʼ Αἰνείας Τρώων ἀγὸς ἀντίον ηὔδα·</l><q><l n="218">μὴ δʼ οὕτως ἀγόρευε· πάρος δʼ οὐκ ἔσσεται ἄλλως,</l><l n="219">πρίν γʼ ἐπὶ νὼ τῷδʼ ἀνδρὶ σὺν ἵπποισιν καὶ ὄχεσφιν</l><l n="220">ἀντιβίην ἐλθόντε σὺν ἔντεσι πειρηθῆναι.</l><l n="221">ἀλλʼ ἄγʼ ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι</l><l n="222">οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο</l><l n="223">κραιπνὰ μάλʼ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι·</l><l n="224">τὼ καὶ νῶϊ πόλιν δὲ σαώσετον, εἴ περ ἂν αὖτε</l><l n="225">Ζεὺς ἐπὶ Τυδεΐδῃ Διομήδεϊ κῦδος ὀρέξῃ.</l><l n="226">ἀλλʼ ἄγε νῦν μάστιγα καὶ ἡνία σιγαλόεντα</l><l n="227">δέξαι, ἐγὼ δʼ ἵππων ἀποβήσομαι ὄφρα μάχωμαι·</l><l n="228">ἠὲ σὺ τόνδε δέδεξο, μελήσουσιν δʼ ἐμοὶ ἵπποι.</l></q><l n="229"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός·</l><q><l n="230">Αἰνεία σὺ μὲν αὐτὸς ἔχʼ ἡνία καὶ τεὼ ἵππω·</l><l n="231">μᾶλλον ὑφʼ ἡνιόχῳ εἰωθότι καμπύλον ἅρμα</l><l n="232">οἴσετον, εἴ περ ἂν αὖτε φεβώμεθα Τυδέος υἱόν·</l><l n="233">μὴ τὼ μὲν δείσαντε ματήσετον, οὐδʼ ἐθέλητον</l><l n="234">ἐκφερέμεν πολέμοιο τεὸν φθόγγον ποθέοντε,</l><l n="235">νῶϊ δʼ ἐπαΐξας μεγαθύμου Τυδέος υἱὸς</l><l n="236">αὐτώ τε κτείνῃ καὶ ἐλάσσῃ μώνυχας ἵππους.</l><l n="237">ἀλλὰ σύ γʼ αὐτὸς ἔλαυνε τέʼ ἅρματα καὶ τεὼ ἵππω,</l><l n="238">τὸν δὲ δʼ ἐγὼν ἐπιόντα δεδέξομαι ὀξέϊ δουρί.</l><milestone ed="p" n="239" unit="card"/></q><l n="239"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσαντες ἐς ἅρματα ποικίλα βάντες</l><l n="240">ἐμμεμαῶτʼ ἐπὶ Τυδεΐδῃ ἔχον ὠκέας ἵππους.</l><l n="241">τοὺς δὲ ἴδε Σθένελος Καπανήϊος ἀγλαὸς υἱός,</l><l n="242">αἶψα δὲ Τυδεΐδην ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="243">Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ,</l><l n="244">ἄνδρʼ ὁρόω κρατερὼ ἐπὶ σοὶ μεμαῶτε μάχεσθαι</l><l n="245">ἶνʼ ἀπέλεθρον ἔχοντας· ὃ μὲν τόξων ἐῢ εἰδὼς</l><l n="246">Πάνδαρος, υἱὸς δʼ αὖτε Λυκάονος εὔχεται εἶναι·</l><l n="247">Αἰνείας δʼ υἱὸς μὲν ἀμύμονος Ἀγχίσαο</l><l n="248">εὔχεται ἐκγεγάμεν, μήτηρ δέ οἵ ἐστʼ Ἀφροδίτη.</l><l n="249">ἀλλʼ ἄγε δὴ χαζώμεθʼ ἐφʼ ἵππων, μηδέ μοι οὕτω</l><l n="250">θῦνε διὰ προμάχων, μή πως φίλον ἦτορ ὀλέσσῃς.</l></q><l n="251"><milestone ed="P" unit="para"/>τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης·</l><q><l n="252">μή τι φόβον δʼ ἀγόρευʼ, ἐπεὶ οὐδὲ σὲ πεισέμεν οἴω.</l><l n="253">οὐ γάρ μοι γενναῖον ἀλυσκάζοντι μάχεσθαι</l><l n="254">οὐδὲ καταπτώσσειν· ἔτι μοι μένος ἔμπεδόν ἐστιν·</l><l n="255">ὀκνείω δʼ ἵππων ἐπιβαινέμεν, ἀλλὰ καὶ αὔτως</l><l n="256">ἀντίον εἶμʼ αὐτῶν· τρεῖν μʼ οὐκ ἐᾷ Παλλὰς Ἀθήνη.</l><l n="257">τούτω δʼ οὐ πάλιν αὖτις ἀποίσετον ὠκέες ἵπποι</l><l n="258">ἄμφω ἀφʼ ἡμείων, εἴ γʼ οὖν ἕτερός γε φύγῃσιν.</l><l n="259">ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·</l><l n="260">αἴ κέν μοι πολύβουλος Ἀθήνη κῦδος ὀρέξῃ</l><l n="261">ἀμφοτέρω κτεῖναι, σὺ δὲ τούσδε μὲν ὠκέας ἵππους</l><l n="262">αὐτοῦ ἐρυκακέειν ἐξ ἄντυγος ἡνία τείνας,</l><l n="263">Αἰνείαο δʼ ἐπαΐξαι μεμνημένος ἵππων,</l><l n="264">ἐκ δʼ ἐλάσαι Τρώων μετʼ ἐϋκνήμιδας Ἀχαιούς.</l><l n="265">τῆς γάρ τοι γενεῆς ἧς Τρωΐ περ εὐρύοπα Ζεὺς</l><l n="266">δῶχʼ υἷος ποινὴν Γανυμήδεος, οὕνεκʼ ἄριστοι</l><l n="267">ἵππων ὅσσοι ἔασιν ὑπʼ ἠῶ τʼ ἠέλιόν τε,</l><l n="268">τῆς γενεῆς ἔκλεψεν ἄναξ ἀνδρῶν Ἀγχίσης</l><l n="269">λάθρῃ Λαομέδοντος ὑποσχὼν θήλεας ἵππους·</l><l n="270">τῶν οἱ ἓξ ἐγένοντο ἐνὶ μεγάροισι γενέθλη.</l><l n="271">τοὺς μὲν τέσσαρας αὐτὸς ἔχων ἀτίταλλʼ ἐπὶ φάτνῃ,</l><l n="272">τὼ δὲ δύʼ Αἰνείᾳ δῶκεν μήστωρε φόβοιο.</l><l n="273">εἰ τούτω κε λάβοιμεν, ἀροίμεθά κε κλέος ἐσθλόν.</l></q><l n="274"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,</l><l n="275">τὼ δὲ τάχʼ ἐγγύθεν ἦλθον ἐλαύνοντʼ ὠκέας ἵππους.</l><l n="276">τὸν πρότερος προσέειπε Λυκάονος ἀγλαὸς υἱός·</l><q><l n="277">καρτερόθυμε δαΐφρον ἀγαυοῦ Τυδέος υἱὲ</l><l n="278">ἦ μάλα σʼ οὐ βέλος ὠκὺ δαμάσσατο πικρὸς ὀϊστός·</l><l n="279">νῦν αὖτʼ ἐγχείῃ πειρήσομαι αἴ κε τύχωμι.</l></q><milestone ed="p" n="280" unit="card"/><l n="280"><milestone ed="P" unit="para"/>ἦ ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος</l><l n="281">καὶ βάλε Τυδεΐδαο κατʼ ἀσπίδα· τῆς δὲ διὰ πρὸ</l><l n="282">αἰχμὴ χαλκείη πταμένη θώρηκι πελάσθη·</l><l n="283">τῷ δʼ ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός·</l><q><l n="284">βέβληαι κενεῶνα διαμπερές, οὐδέ σʼ ὀΐω</l><l n="285">δηρὸν ἔτʼ ἀνσχήσεσθαι· ἐμοὶ δὲ μέγʼ εὖχος ἔδωκας.</l></q><l n="286"><milestone ed="P" unit="para"/>τὸν δʼ οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης·</l><q><l n="287">ἤμβροτες οὐδʼ ἔτυχες· ἀτὰρ οὐ μὲν σφῶΐ γʼ ὀΐω</l><l n="288">πρίν γʼ ἀποπαύσεσθαι πρίν γʼ ἢ ἕτερόν γε πεσόντα</l><l n="289">αἵματος ἆσαι Ἄρηα, ταλαύρινον πολεμιστήν.</l></q><l n="290"><milestone ed="P" unit="para"/>ὣς φάμενος προέηκε· βέλος δʼ ἴθυνεν Ἀθήνη</l><l n="291">ῥῖνα παρʼ ὀφθαλμόν, λευκοὺς δʼ ἐπέρησεν ὀδόντας.</l><l n="292">τοῦ δʼ ἀπὸ μὲν γλῶσσαν πρυμνὴν τάμε χαλκὸς ἀτειρής,</l><l n="293">αἰχμὴ δʼ ἐξελύθη παρὰ νείατον ἀνθερεῶνα·</l><l n="294">ἤριπε δʼ ἐξ ὀχέων, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ</l><l n="295">αἰόλα παμφανόωντα, παρέτρεσσαν δέ οἱ ἵπποι</l><l n="296">ὠκύποδες· τοῦ δʼ αὖθι λύθη ψυχή τε μένος τε.</l><l n="297"><milestone ed="P" unit="para"/>Αἰνείας δʼ ἀπόρουσε σὺν ἀσπίδι δουρί τε μακρῷ</l><l n="298">δείσας μή πώς οἱ ἐρυσαίατο νεκρὸν Ἀχαιοί.</l><l n="299">ἀμφὶ δʼ ἄρʼ αὐτῷ βαῖνε λέων ὣς ἀλκὶ πεποιθώς,</l><l n="300">πρόσθε δέ οἱ δόρυ τʼ ἔσχε καὶ ἀσπίδα πάντοσʼ ἐΐσην,</l><l n="301">τὸν κτάμεναι μεμαὼς ὅς τις τοῦ γʼ ἀντίος ἔλθοι</l><l n="302">σμερδαλέα ἰάχων· ὃ δὲ χερμάδιον λάβε χειρὶ</l><l n="303">Τυδεΐδης μέγα ἔργον ὃ οὐ δύο γʼ ἄνδρε φέροιεν,</l><l n="304">οἷοι νῦν βροτοί εἰσʼ· ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος.</l><l n="305">τῷ βάλεν Αἰνείαο κατʼ ἰσχίον ἔνθά τε μηρὸς</l><l n="306">ἰσχίῳ ἐνστρέφεται, κοτύλην δέ τέ μιν καλέουσι·</l><l n="307">θλάσσε δέ οἱ κοτύλην, πρὸς δʼ ἄμφω ῥῆξε τένοντε·</l><l n="308">ὦσε δʼ ἀπὸ ῥινὸν τρηχὺς λίθος· αὐτὰρ ὅ γʼ ἥρως</l><l n="309">ἔστη γνὺξ ἐριπὼν καὶ ἐρείσατο χειρὶ παχείῃ</l><l n="310">γαίης· ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψε.</l><l n="311"><milestone ed="P" unit="para"/>καί νύ κεν ἔνθʼ ἀπόλοιτο ἄναξ ἀνδρῶν Αἰνείας,</l><l n="312">εἰ μὴ ἄρʼ ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη</l><l n="313">μήτηρ, ἥ μιν ὑπʼ Ἀγχίσῃ τέκε βουκολέοντι·</l><l n="314">ἀμφὶ δʼ ἑὸν φίλον υἱὸν ἐχεύατο πήχεε λευκώ,</l><l n="315">πρόσθε δέ οἱ πέπλοιο φαεινοῦ πτύγμα κάλυψεν</l><l n="316">ἕρκος ἔμεν βελέων, μή τις Δαναῶν ταχυπώλων</l><l n="317">χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο.</l><milestone ed="p" n="318" unit="card"/><l n="318"><milestone ed="P" unit="para"/>ἣ μὲν ἑὸν φίλον υἱὸν ὑπεξέφερεν πολέμοιο·</l><l n="319">οὐδʼ υἱὸς Καπανῆος ἐλήθετο συνθεσιάων</l><l n="320">τάων ἃς ἐπέτελλε βοὴν ἀγαθὸς Διομήδης,</l><l n="321">ἀλλʼ ὅ γε τοὺς μὲν ἑοὺς ἠρύκακε μώνυχας ἵππους</l><l n="322">νόσφιν ἀπὸ φλοίσβου ἐξ ἄντυγος ἡνία τείνας,</l><l n="323">Αἰνείαο δʼ ἐπαΐξας καλλίτριχας ἵππους</l><l n="324">ἐξέλασε Τρώων μετʼ ἐϋκνήμιδας Ἀχαιούς.</l><l n="325">δῶκε δὲ Δηϊπύλῳ ἑτάρῳ φίλῳ, ὃν περὶ πάσης</l><l n="326">τῖεν ὁμηλικίης ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη,</l><l n="327">νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· αὐτὰρ ὅ γʼ ἥρως</l><l n="328">ὧν ἵππων ἐπιβὰς ἔλαβʼ ἡνία σιγαλόεντα,</l><l n="329">αἶψα δὲ Τυδεΐδην μέθεπε κρατερώνυχας ἵππους</l><l n="330">ἐμμεμαώς· ὃ δὲ Κύπριν ἐπῴχετο νηλέϊ χαλκῷ</l><l n="331">γιγνώσκων ὅ τʼ ἄναλκις ἔην θεός, οὐδὲ θεάων</l><l n="332">τάων αἵ τʼ ἀνδρῶν πόλεμον κάτα κοιρανέουσιν,</l><l n="333">οὔτʼ ἄρʼ Ἀθηναίη οὔτε πτολίπορθος Ἐνυώ.</l><l n="334">ἀλλʼ ὅτε δή ῥʼ ἐκίχανε πολὺν καθʼ ὅμιλον ὀπάζων,</l><l n="335">ἔνθʼ ἐπορεξάμενος μεγαθύμου Τυδέος υἱὸς</l><l n="336">ἄκρην οὔτασε χεῖρα μετάλμενος ὀξέϊ δουρὶ</l><l n="337">ἀβληχρήν· εἶθαρ δὲ δόρυ χροὸς ἀντετόρησεν</l><l n="338">ἀμβροσίου διὰ πέπλου, ὅν οἱ Χάριτες κάμον αὐταί,</l><l n="339">πρυμνὸν ὕπερ θέναρος· ῥέε δʼ ἄμβροτον αἷμα θεοῖο</l><l n="340">ἰχώρ, οἷός πέρ τε ῥέει μακάρεσσι θεοῖσιν·</l><l n="341">οὐ γὰρ σῖτον ἔδουσʼ, οὐ πίνουσʼ αἴθοπα οἶνον,</l><l n="342">τοὔνεκʼ ἀναίμονές εἰσι καὶ ἀθάνατοι καλέονται.</l><l n="343">ἣ δὲ μέγα ἰάχουσα ἀπὸ ἕο κάββαλεν υἱόν·</l><l n="344">καὶ τὸν μὲν μετὰ χερσὶν ἐρύσατο Φοῖβος Ἀπόλλων</l><l n="345">κυανέῃ νεφέλῃ, μή τις Δαναῶν ταχυπώλων</l><l n="346">χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο·</l><l n="347">τῇ δʼ ἐπὶ μακρὸν ἄϋσε βοὴν ἀγαθὸς Διομήδης·</l><q><l n="348">εἶκε Διὸς θύγατερ πολέμου καὶ δηϊοτῆτος·</l><l n="349">ἦ οὐχ ἅλις ὅττι γυναῖκας ἀνάλκιδας ἠπεροπεύεις;</l><l n="350">εἰ δὲ σύ γʼ ἐς πόλεμον πωλήσεαι, ἦ τέ σʼ ὀΐω</l><l n="351">ῥιγήσειν πόλεμόν γε καὶ εἴ χʼ ἑτέρωθι πύθηαι.</l></q><l n="352"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, ἣ δʼ ἀλύουσʼ ἀπεβήσετο, τείρετο δʼ αἰνῶς·</l><l n="353">τὴν μὲν ἄρʼ Ἶρις ἑλοῦσα ποδήνεμος ἔξαγʼ ὁμίλου</l><l n="354">ἀχθομένην ὀδύνῃσι, μελαίνετο δὲ χρόα καλόν.</l><l n="355">εὗρεν ἔπειτα μάχης ἐπʼ ἀριστερὰ θοῦρον Ἄρηα</l><l n="356">ἥμενον· ἠέρι δʼ ἔγχος ἐκέκλιτο καὶ ταχέʼ ἵππω·</l><l n="357">ἣ δὲ γνὺξ ἐριποῦσα κασιγνήτοιο φίλοιο</l><l n="358">πολλὰ λισσομένη χρυσάμπυκας ᾔτεεν ἵππους·</l><q><l n="359">φίλε κασίγνητε κόμισαί τέ με δός τέ μοι ἵππους,</l><l n="360">ὄφρʼ ἐς Ὄλυμπον ἵκωμαι ἵνʼ ἀθανάτων ἕδος ἐστί.</l><l n="361">λίην ἄχθομαι ἕλκος ὅ με βροτὸς οὔτασεν ἀνὴρ</l><l n="362">Τυδεΐδης, ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο.</l><milestone ed="p" n="363" unit="card"/></q><l n="363"><milestone ed="P" unit="para"/>ὣς φάτο, τῇ δʼ ἄρʼ Ἄρης δῶκε χρυσάμπυκας ἵππους·</l><l n="364">ἣ δʼ ἐς δίφρον ἔβαινεν ἀκηχεμένη φίλον ἦτορ,</l><l n="365">πὰρ δέ οἱ Ἶρις ἔβαινε καὶ ἡνία λάζετο χερσί,</l><l n="366">μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην.</l><l n="367">αἶψα δʼ ἔπειθʼ ἵκοντο θεῶν ἕδος αἰπὺν Ὄλυμπον·</l><l n="368">ἔνθʼ ἵππους ἔστησε ποδήνεμος ὠκέα Ἶρις</l><l n="369">λύσασʼ ἐξ ὀχέων, παρὰ δʼ ἀμβρόσιον βάλεν εἶδαρ·</l><l n="370">ἣ δʼ ἐν γούνασι πῖπτε Διώνης δῖʼ Ἀφροδίτη</l><l n="371">μητρὸς ἑῆς· ἣ δʼ ἀγκὰς ἐλάζετο θυγατέρα ἥν,</l><l n="372">χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἐκ τʼ ὀνόμαζε·</l><q><l n="373">τίς νύ σε τοιάδʼ ἔρεξε φίλον τέκος Οὐρανιώνων</l><l n="374">μαψιδίως, ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ;</l></q><l n="375"><milestone ed="P" unit="para"/>τὴν δʼ ἠμείβετʼ ἔπειτα φιλομμειδὴς Ἀφροδίτη·</l><q><l n="376">οὖτά με Τυδέος υἱὸς ὑπέρθυμος Διομήδης,</l><l n="377">οὕνεκʼ ἐγὼ φίλον υἱὸν ὑπεξέφερον πολέμοιο</l><l n="378">Αἰνείαν, ὃς ἐμοὶ πάντων πολὺ φίλτατός ἐστιν.</l><l n="379">οὐ γὰρ ἔτι Τρώων καὶ Ἀχαιῶν φύλοπις αἰνή,</l><l n="380">ἀλλʼ ἤδη Δαναοί γε καὶ ἀθανάτοισι μάχονται.</l></q><l n="381"><milestone ed="P" unit="para"/>τὴν δʼ ἠμείβετʼ ἔπειτα Διώνη, δῖα θεάων·</l><q><l n="382">τέτλαθι τέκνον ἐμόν, καὶ ἀνάσχεο κηδομένη περ·</l><l n="383">πολλοὶ γὰρ δὴ τλῆμεν Ὀλύμπια δώματʼ ἔχοντες</l><l n="384">ἐξ ἀνδρῶν χαλέπʼ ἄλγεʼ ἐπʼ ἀλλήλοισι τιθέντες.</l><l n="385">τλῆ μὲν Ἄρης ὅτε μιν Ὦτος κρατερός τʼ Ἐφιάλτης</l><l n="386">παῖδες Ἀλωῆος, δῆσαν κρατερῷ ἐνὶ δεσμῷ·</l><l n="387">χαλκέῳ δʼ ἐν κεράμῳ δέδετο τρισκαίδεκα μῆνας·</l><l n="388">καί νύ κεν ἔνθʼ ἀπόλοιτο Ἄρης ἆτος πολέμοιο,</l><l n="389">εἰ μὴ μητρυιὴ περικαλλὴς Ἠερίβοια</l><l n="390">Ἑρμέᾳ ἐξήγγειλεν· ὃ δʼ ἐξέκλεψεν Ἄρηα</l><l n="391">ἤδη τειρόμενον, χαλεπὸς δέ ἑ δεσμὸς ἐδάμνα.</l><l n="392">τλῆ δʼ Ἥρη, ὅτε μιν κρατερὸς πάϊς Ἀμφιτρύωνος</l><l n="393">δεξιτερὸν κατὰ μαζὸν ὀϊστῷ τριγλώχινι</l><l n="394">βεβλήκει· τότε καί μιν ἀνήκεστον λάβεν ἄλγος.</l><l n="395">τλῆ δʼ Ἀΐδης ἐν τοῖσι πελώριος ὠκὺν ὀϊστόν,</l><l n="396">εὖτέ μιν ωὐτὸς ἀνὴρ υἱὸς Διὸς αἰγιόχοιο</l><l n="397">ἐν Πύλῳ ἐν νεκύεσσι βαλὼν ὀδύνῃσιν ἔδωκεν·</l><l n="398">αὐτὰρ ὃ βῆ πρὸς δῶμα Διὸς καὶ μακρὸν Ὄλυμπον</l><l n="399">κῆρ ἀχέων ὀδύνῃσι πεπαρμένος· αὐτὰρ ὀϊστὸς</l><l n="400">ὤμῳ ἔνι στιβαρῷ ἠλήλατο, κῆδε δὲ θυμόν.</l><l n="401">τῷ δʼ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων</l><l n="402">ἠκέσατʼ· οὐ μὲν γάρ τι καταθνητός γε τέτυκτο.</l><l n="403">σχέτλιος ὀβριμοεργὸς ὃς οὐκ ὄθετʼ αἴσυλα ῥέζων,</l><l n="404">ὃς τόξοισιν ἔκηδε θεοὺς οἳ Ὄλυμπον ἔχουσι.</l><l n="405">σοὶ δʼ ἐπὶ τοῦτον ἀνῆκε θεὰ γλαυκῶπις Ἀθήνη·</l><l n="406">νήπιος, οὐδὲ τὸ οἶδε κατὰ φρένα Τυδέος υἱὸς</l><l n="407">ὅττι μάλʼ οὐ δηναιὸς ὃς ἀθανάτοισι μάχηται,</l><l n="408">οὐδέ τί μιν παῖδες ποτὶ γούνασι παππάζουσιν</l><l n="409">ἐλθόντʼ ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.</l><l n="410">τὼ νῦν Τυδεΐδης, εἰ καὶ μάλα καρτερός ἐστι,</l><l n="411">φραζέσθω μή τίς οἱ ἀμείνων σεῖο μάχηται,</l><l n="412">μὴ δὴν Αἰγιάλεια περίφρων Ἀδρηστίνη</l><l n="413">ἐξ ὕπνου γοόωσα φίλους οἰκῆας ἐγείρῃ</l><l n="414">κουρίδιον ποθέουσα πόσιν τὸν ἄριστον Ἀχαιῶν</l><l n="415">ἰφθίμη ἄλοχος Διομήδεος ἱπποδάμοιο.</l></q><milestone ed="p" n="416" unit="card"/><l n="416"><milestone ed="P" unit="para"/>ἦ ῥα καὶ ἀμφοτέρῃσιν ἀπʼ ἰχῶ χειρὸς ὀμόργνυ·</l><l n="417">ἄλθετο χείρ, ὀδύναι δὲ κατηπιόωντο βαρεῖαι.</l><l n="418">αἳ δʼ αὖτʼ εἰσορόωσαι Ἀθηναίη τε καὶ Ἥρη</l><l n="419">κερτομίοις ἐπέεσσι Δία Κρονίδην ἐρέθιζον.</l><l n="420">τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη·</l><q><l n="421">Ζεῦ πάτερ ἦ ῥά τί μοι κεχολώσεαι ὅττι κεν εἴπω;</l><l n="422">ἦ μάλα δή τινα Κύπρις Ἀχαιϊάδων ἀνιεῖσα</l><l n="423">Τρωσὶν ἅμα σπέσθαι, τοὺς νῦν ἔκπαγλα φίλησε,</l><l n="424">τῶν τινα καρρέζουσα Ἀχαιϊάδων ἐϋπέπλων</l><l n="425">πρὸς χρυσῇ περόνῃ καταμύξατο χεῖρα ἀραιήν.</l></q><l n="426"><milestone ed="P" unit="para"/>ὣς φάτο, μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε,</l><l n="427">καί ῥα καλεσσάμενος προσέφη χρυσῆν Ἀφροδίτην·</l><q><l n="428">οὔ τοι τέκνον ἐμὸν δέδοται πολεμήϊα ἔργα,</l><l n="429">ἀλλὰ σύ γʼ ἱμερόεντα μετέρχεο ἔργα γάμοιο,</l><l n="430">ταῦτα δʼ Ἄρηϊ θοῷ καὶ Ἀθήνῃ πάντα μελήσει.</l></q><l n="431"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,</l><l n="432">Αἰνείᾳ δʼ ἐπόρουσε βοὴν ἀγαθὸς Διομήδης,</l><l n="433">γιγνώσκων ὅ οἱ αὐτὸς ὑπείρεχε χεῖρας Ἀπόλλων·</l><l n="434">ἀλλʼ ὅ γʼ ἄρʼ οὐδὲ θεὸν μέγαν ἅζετο, ἵετο δʼ αἰεὶ</l><l n="435">Αἰνείαν κτεῖναι καὶ ἀπὸ κλυτὰ τεύχεα δῦσαι.</l><l n="436">τρὶς μὲν ἔπειτʼ ἐπόρουσε κατακτάμεναι μενεαίνων,</l><l n="437">τρὶς δέ οἱ ἐστυφέλιξε φαεινὴν ἀσπίδʼ Ἀπόλλων·</l><l n="438">ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,</l><l n="439">δεινὰ δʼ ὁμοκλήσας προσέφη ἑκάεργος Ἀπόλλων·</l><q><l n="440">φράζεο Τυδεΐδη καὶ χάζεο, μηδὲ θεοῖσιν</l><l n="441">ἶσʼ ἔθελε φρονέειν, ἐπεὶ οὔ ποτε φῦλον ὁμοῖον</l><l n="442">ἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τʼ ἀνθρώπων.</l></q><l n="443"><milestone ed="P" unit="para"/>ὣς φάτο, Τυδεΐδης δʼ ἀνεχάζετο τυτθὸν ὀπίσσω</l><l n="444">μῆνιν ἀλευάμενος ἑκατηβόλου Ἀπόλλωνος.</l><l n="445">Αἰνείαν δʼ ἀπάτερθεν ὁμίλου θῆκεν Ἀπόλλων</l><l n="446">Περγάμῳ εἰν ἱερῇ, ὅθι οἱ νηός γε τέτυκτο.</l><l n="447">ἤτοι τὸν Λητώ τε καὶ Ἄρτεμις ἰοχέαιρα</l><l n="448">ἐν μεγάλῳ ἀδύτῳ ἀκέοντό τε κύδαινόν τε·</l><l n="449">αὐτὰρ ὃ εἴδωλον τεῦξʼ ἀργυρότοξος Ἀπόλλων</l><l n="450">αὐτῷ τʼ Αἰνείᾳ ἴκελον καὶ τεύχεσι τοῖον,</l><l n="451">ἀμφὶ δʼ ἄρʼ εἰδώλῳ Τρῶες καὶ δῖοι Ἀχαιοὶ</l><l n="452">δῄουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας</l><l n="453">ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα.</l><l n="454">δὴ τότε θοῦρον Ἄρηα προσηύδα Φοῖβος Ἀπόλλων·</l><q><l n="455">Ἆρες Ἄρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλῆτα,</l><l n="456">οὐκ ἂν δὴ τόνδʼ ἄνδρα μάχης ἐρύσαιο μετελθὼν</l><l n="457">Τυδεΐδην, ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο;</l><l n="458">Κύπριδα μὲν πρῶτα σχεδὸν οὔτασε χεῖρʼ ἐπὶ καρπῷ,</l><l n="459">αὐτὰρ ἔπειτʼ αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος.</l><milestone ed="p" n="460" unit="card"/></q><l n="460"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν αὐτὸς μὲν ἐφέζετο Περγάμῳ ἄκρῃ,</l><l n="461">Τρῳὰς δὲ στίχας οὖλος Ἄρης ὄτρυνε μετελθὼν</l><l n="462">εἰδόμενος Ἀκάμαντι θοῷ ἡγήτορι Θρῃκῶν·</l><l n="463">υἱάσι δὲ Πριάμοιο διοτρεφέεσσι κέλευεν·</l><q><l n="464">ὦ υἱεῖς Πριάμοιο διοτρεφέος βασιλῆος</l><l n="465">ἐς τί ἔτι κτείνεσθαι ἐάσετε λαὸν Ἀχαιοῖς;</l><l n="466">ἦ εἰς ὅ κεν ἀμφὶ πύλῃς εὖ ποιητῇσι μάχωνται;</l><l n="467">κεῖται ἀνὴρ ὃν ἶσον ἐτίομεν Ἕκτορι δίῳ</l><l n="468">Αἰνείας υἱὸς μεγαλήτορος Ἀγχίσαο·</l><l n="469">ἀλλʼ ἄγετʼ ἐκ φλοίσβοιο σαώσομεν ἐσθλὸν ἑταῖρον.</l></q><l n="470"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.</l><l n="471">ἔνθʼ αὖ Σαρπηδὼν μάλα νείκεσεν Ἕκτορα δῖον·</l><q><l n="472">Ἕκτορ πῇ δή τοι μένος οἴχεται ὃ πρὶν ἔχεσκες;</l><l n="473">φῆς που ἄτερ λαῶν πόλιν ἑξέμεν ἠδʼ ἐπικούρων</l><l n="474">οἶος σὺν γαμβροῖσι κασιγνήτοισί τε σοῖσι.</l><l n="475">τῶν νῦν οὔ τινʼ ἐγὼ ἰδέειν δύναμʼ οὐδὲ νοῆσαι,</l><l n="476">ἀλλὰ καταπτώσσουσι κύνες ὣς ἀμφὶ λέοντα·</l><l n="477">ἡμεῖς δὲ μαχόμεσθʼ οἵ πέρ τʼ ἐπίκουροι ἔνειμεν.</l><l n="478">καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μάλα τηλόθεν ἥκω·</l><l n="479">τηλοῦ γὰρ Λυκίη Ξάνθῳ ἔπι δινήεντι,</l><l n="480">ἔνθʼ ἄλοχόν τε φίλην ἔλιπον καὶ νήπιον υἱόν,</l><l n="481">κὰδ δὲ κτήματα πολλά, τὰ ἔλδεται ὅς κʼ ἐπιδευής.</l><l n="482">ἀλλὰ καὶ ὧς Λυκίους ὀτρύνω καὶ μέμονʼ αὐτὸς</l><l n="483">ἀνδρὶ μαχήσασθαι· ἀτὰρ οὔ τί μοι ἐνθάδε τοῖον</l><l n="484">οἷόν κʼ ἠὲ φέροιεν Ἀχαιοὶ ἤ κεν ἄγοιεν·</l><l n="485">τύνη δʼ ἕστηκας, ἀτὰρ οὐδʼ ἄλλοισι κελεύεις</l><l n="486">λαοῖσιν μενέμεν καὶ ἀμυνέμεναι ὤρεσσι.</l><l n="487">μή πως ὡς ἀψῖσι λίνου ἁλόντε πανάγρου</l><l n="488">ἀνδράσι δυσμενέεσσιν ἕλωρ καὶ κύρμα γένησθε·</l><l n="489">οἳ δὲ τάχʼ ἐκπέρσουσʼ εὖ ναιομένην πόλιν ὑμήν.</l><l n="490">σοὶ δὲ χρὴ τάδε πάντα μέλειν νύκτάς τε καὶ ἦμαρ</l><l n="491">ἀρχοὺς λισσομένῳ τηλεκλειτῶν ἐπικούρων</l><l n="492">νωλεμέως ἐχέμεν, κρατερὴν δʼ ἀποθέσθαι ἐνιπήν.</l><milestone ed="p" n="493" unit="card"/></q><l n="493"><milestone ed="P" unit="para"/>ὣς φάτο Σαρπηδών, δάκε δὲ φρένας Ἕκτορι μῦθος·</l><l n="494">αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,</l><l n="495">πάλλων δʼ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ</l><l n="496">ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.</l><l n="497">οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν·</l><l n="498">Ἀργεῖοι δʼ ὑπέμειναν ἀολλέες οὐδὲ φόβηθεν.</l><l n="499">ὡς δʼ ἄνεμος ἄχνας φορέει ἱερὰς κατʼ ἀλωὰς</l><l n="500">ἀνδρῶν λικμώντων, ὅτε τε ξανθὴ Δημήτηρ</l><l n="501">κρίνῃ ἐπειγομένων ἀνέμων καρπόν τε καὶ ἄχνας,</l><l n="502">αἳ δʼ ὑπολευκαίνονται ἀχυρμιαί· ὣς τότʼ Ἀχαιοὶ</l><l n="503">λευκοὶ ὕπερθε γένοντο κονισάλῳ, ὅν ῥα διʼ αὐτῶν</l><l n="504">οὐρανὸν ἐς πολύχαλκον ἐπέπληγον πόδες ἵππων</l><l n="505">ἂψ ἐπιμισγομένων· ὑπὸ δʼ ἔστρεφον ἡνιοχῆες.</l><l n="506">οἳ δὲ μένος χειρῶν ἰθὺς φέρον· ἀμφὶ δὲ νύκτα</l><l n="507">θοῦρος Ἄρης ἐκάλυψε μάχῃ Τρώεσσιν ἀρήγων</l><l n="508">πάντοσʼ ἐποιχόμενος· τοῦ δʼ ἐκραίαινεν ἐφετμὰς</l><l n="509">Φοίβου Ἀπόλλωνος χρυσαόρου, ὅς μιν ἀνώγει</l><l n="510">Τρωσὶν θυμὸν ἐγεῖραι, ἐπεὶ ἴδε Παλλάδʼ Ἀθήνην</l><l n="511">οἰχομένην· ἣ γάρ ῥα πέλεν Δαναοῖσιν ἀρηγών.</l><l n="512">αὐτὸς δʼ Αἰνείαν μάλα πίονος ἐξ ἀδύτοιο</l><l n="513">ἧκε, καὶ ἐν στήθεσσι μένος βάλε ποιμένι λαῶν.</l><l n="514">Αἰνείας δʼ ἑτάροισι μεθίστατο· τοὶ δὲ χάρησαν,</l><l n="515">ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα</l><l n="516">καὶ μένος ἐσθλὸν ἔχοντα· μετάλλησάν γε μὲν οὔ τι.</l><l n="517">οὐ γὰρ ἔα πόνος ἄλλος, ὃν ἀργυρότοξος ἔγειρεν</l><l n="518">Ἄρης τε βροτολοιγὸς Ἔρις τʼ ἄμοτον μεμαυῖα.</l><l n="519"><milestone ed="P" unit="para"/>τοὺς δʼ Αἴαντε δύω καὶ Ὀδυσσεὺς καὶ Διομήδης</l><l n="520">ὄτρυνον Δαναοὺς πολεμιζέμεν· οἳ δὲ καὶ αὐτοὶ</l><l n="521">οὔτε βίας Τρώων ὑπεδείδισαν οὔτε ἰωκάς,</l><l n="522">ἀλλʼ ἔμενον νεφέλῃσιν ἐοικότες ἅς τε Κρονίων</l><l n="523">νηνεμίης ἔστησεν ἐπʼ ἀκροπόλοισιν ὄρεσσιν</l><l n="524">ἀτρέμας, ὄφρʼ εὕδῃσι μένος Βορέαο καὶ ἄλλων</l><l n="525">ζαχρειῶν ἀνέμων, οἵ τε νέφεα σκιόεντα</l><l n="526">πνοιῇσιν λιγυρῇσι διασκιδνᾶσιν ἀέντες·</l><l n="527">ὣς Δαναοὶ Τρῶας μένον ἔμπεδον οὐδὲ φέβοντο.</l><l n="528">Ἀτρεΐδης δʼ ἀνʼ ὅμιλον ἐφοίτα πολλὰ κελεύων·</l><q><l n="529">ὦ φίλοι ἀνέρες ἔστε καὶ ἄλκιμον ἦτορ ἕλεσθε,</l><l n="530">ἀλλήλους τʼ αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας·</l><l n="531">αἰδομένων ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται·</l><l n="532">φευγόντων δʼ οὔτʼ ἂρ κλέος ὄρνυται οὔτε τις ἀλκή.</l></q><milestone ed="p" n="533" unit="card"/><l n="533"><milestone ed="P" unit="para"/>ἦ καὶ ἀκόντισε δουρὶ θοῶς, βάλε δὲ πρόμον ἄνδρα</l><l n="534">Αἰνείω ἕταρον μεγαθύμου Δηϊκόωντα</l><l n="535">Περγασίδην, ὃν Τρῶες ὁμῶς Πριάμοιο τέκεσσι</l><l n="536">τῖον, ἐπεὶ θοὸς ἔσκε μετὰ πρώτοισι μάχεσθαι.</l><l n="537">τόν ῥα κατʼ ἀσπίδα δουρὶ βάλε κρείων Ἀγαμέμνων·</l><l n="538">ἣ δʼ οὐκ ἔγχος ἔρυτο, διὰ πρὸ δὲ εἴσατο χαλκός,</l><l n="539">νειαίρῃ δʼ ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσε·</l><l n="540">δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.</l><l n="541"><milestone ed="P" unit="para"/>ἔνθʼ αὖτʼ Αἰνείας Δαναῶν ἕλεν ἄνδρας ἀρίστους</l><l n="542">υἷε Διοκλῆος Κρήθωνά τε Ὀρσίλοχόν τε,</l><l n="543">τῶν ῥα πατὴρ μὲν ἔναιεν ἐϋκτιμένῃ ἐνὶ Φηρῇ</l><l n="544">ἀφνειὸς βιότοιο, γένος δʼ ἦν ἐκ ποταμοῖο</l><l n="545">Ἀλφειοῦ, ὅς τʼ εὐρὺ ῥέει Πυλίων διὰ γαίης,</l><l n="546">ὃς τέκετʼ Ὀρτίλοχον πολέεσσʼ ἄνδρεσσιν ἄνακτα·</l><l n="547">Ὀρτίλοχος δʼ ἄρʼ ἔτικτε Διοκλῆα μεγάθυμον,</l><l n="548">ἐκ δὲ Διοκλῆος διδυμάονε παῖδε γενέσθην,</l><l n="549">Κρήθων Ὀρσίλοχός τε μάχης εὖ εἰδότε πάσης.</l><l n="550">τὼ μὲν ἄρʼ ἡβήσαντε μελαινάων ἐπὶ νηῶν</l><l n="551">Ἴλιον εἰς εὔπωλον ἅμʼ Ἀργείοισιν ἑπέσθην,</l><l n="552">τιμὴν Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ</l><l n="553">ἀρνυμένω· τὼ δʼ αὖθι τέλος θανάτοιο κάλυψεν.</l><l n="554">οἵω τώ γε λέοντε δύω ὄρεος κορυφῇσιν</l><l n="555">ἐτραφέτην ὑπὸ μητρὶ βαθείης τάρφεσιν ὕλης·</l><l n="556">τὼ μὲν ἄρʼ ἁρπάζοντε βόας καὶ ἴφια μῆλα</l><l n="557">σταθμοὺς ἀνθρώπων κεραΐζετον, ὄφρα καὶ αὐτὼ</l><l n="558">ἀνδρῶν ἐν παλάμῃσι κατέκταθεν ὀξέϊ χαλκῷ·</l><l n="559">τοίω τὼ χείρεσσιν ὑπʼ Αἰνείαο δαμέντε</l><l n="560">καππεσέτην, ἐλάτῃσιν ἐοικότες ὑψηλῇσι.</l><l n="561"><milestone ed="P" unit="para"/>τὼ δὲ πεσόντʼ ἐλέησεν ἀρηΐφιλος Μενέλαος,</l><l n="562">βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ</l><l n="563">σείων ἐγχείην· τοῦ δʼ ὄτρυνεν μένος Ἄρης,</l><l n="564">τὰ φρονέων ἵνα χερσὶν ὑπʼ Αἰνείαο δαμείη.</l><l n="565">τὸν δʼ ἴδεν Ἀντίλοχος μεγαθύμου Νέστορος υἱός,</l><l n="566">βῆ δὲ διὰ προμάχων· περὶ γὰρ δίε ποιμένι λαῶν</l><l n="567">μή τι πάθοι, μέγα δέ σφας ἀποσφήλειε πόνοιο.</l><l n="568">τὼ μὲν δὴ χεῖράς τε καὶ ἔγχεα ὀξυόεντα</l><l n="569">ἀντίον ἀλλήλων ἐχέτην μεμαῶτε μάχεσθαι·</l><l n="570">Ἀντίλοχος δὲ μάλʼ ἄγχι παρίστατο ποιμένι λαῶν.</l><l n="571">Αἰνείας δʼ οὐ μεῖνε θοός περ ἐὼν πολεμιστὴς</l><l n="572">ὡς εἶδεν δύο φῶτε παρʼ ἀλλήλοισι μένοντε.</l><l n="573">οἳ δʼ ἐπεὶ οὖν νεκροὺς ἔρυσαν μετὰ λαὸν Ἀχαιῶν,</l><l n="574">τὼ μὲν ἄρα δειλὼ βαλέτην ἐν χερσὶν ἑταίρων,</l><l n="575">αὐτὼ δὲ στρεφθέντε μετὰ πρώτοισι μαχέσθην.</l><milestone ed="p" n="576" unit="card"/><l n="576"><milestone ed="P" unit="para"/>ἔνθα Πυλαιμένεα ἑλέτην ἀτάλαντον Ἄρηϊ</l><l n="577">ἀρχὸν Παφλαγόνων μεγαθύμων ἀσπιστάων.</l><l n="578">τὸν μὲν ἄρʼ Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος</l><l n="579">ἑσταότʼ ἔγχεϊ νύξε κατὰ κληῗδα τυχήσας·</l><l n="580">Ἀντίλοχος δὲ Μύδωνα βάλʼ ἡνίοχον θεράποντα</l><l n="581">ἐσθλὸν Ἀτυμνιάδην· ὃ δʼ ὑπέστρεφε μώνυχας ἵππους·</l><l n="582">χερμαδίῳ ἀγκῶνα τυχὼν μέσον· ἐκ δʼ ἄρα χειρῶν</l><l n="583">ἡνία λεύκʼ ἐλέφαντι χαμαὶ πέσον ἐν κονίῃσιν.</l><l n="584">Ἀντίλοχος δʼ ἄρʼ ἐπαΐξας ξίφει ἤλασε κόρσην·</l><l n="585">αὐτὰρ ὅ γʼ ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου</l><l n="586">κύμβαχος ἐν κονίῃσιν ἐπὶ βρεχμόν τε καὶ ὤμους.</l><l n="587">δηθὰ μάλʼ ἑστήκει· τύχε γάρ ῥʼ ἀμάθοιο βαθείης·</l><l n="588">ὄφρʼ ἵππω πλήξαντε χαμαὶ βάλον ἐν κονίῃσι·</l><l n="589">τοὺς ἵμασʼ Ἀντίλοχος, μετὰ δὲ στρατὸν ἤλασʼ Ἀχαιῶν.</l><l n="590"><milestone ed="P" unit="para"/>τοὺς δʼ Ἕκτωρ ἐνόησε κατὰ στίχας, ὦρτο δʼ ἐπʼ αὐτοὺς</l><l n="591">κεκλήγων· ἅμα δὲ Τρώων εἵποντο φάλαγγες</l><l n="592">καρτεραί· ἦρχε δʼ ἄρα σφιν Ἄρης καὶ πότνιʼ Ἐνυώ,</l><l n="593">ἣ μὲν ἔχουσα Κυδοιμὸν ἀναιδέα δηϊοτῆτος,</l><l n="594">Ἄρης δʼ ἐν παλάμῃσι πελώριον ἔγχος ἐνώμα,</l><l n="595">φοίτα δʼ ἄλλοτε μὲν πρόσθʼ Ἕκτορος, ἄλλοτʼ ὄπισθε.</l><l n="596"><milestone ed="P" unit="para"/>τὸν δὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδης·</l><l n="597">ὡς δʼ ὅτʼ ἀνὴρ ἀπάλαμνος ἰὼν πολέος πεδίοιο</l><l n="598">στήῃ ἐπʼ ὠκυρόῳ ποταμῷ ἅλα δὲ προρέοντι</l><l n="599">ἀφρῷ μορμύροντα ἰδών, ἀνά τʼ ἔδραμʼ ὀπίσσω,</l><l n="600">ὣς τότε Τυδεΐδης ἀνεχάζετο, εἶπέ τε λαῷ·</l><q><l n="601">ὦ φίλοι οἷον δὴ θαυμάζομεν Ἕκτορα δῖον</l><l n="602">αἰχμητήν τʼ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν·</l><l n="603">τῷ δʼ αἰεὶ πάρα εἷς γε θεῶν, ὃς λοιγὸν ἀμύνει·</l><l n="604">καὶ νῦν οἱ πάρα κεῖνος Ἄρης βροτῷ ἀνδρὶ ἐοικώς.</l><l n="605">ἀλλὰ πρὸς Τρῶας τετραμμένοι αἰὲν ὀπίσσω</l><l n="606">εἴκετε, μηδὲ θεοῖς μενεαινέμεν ἶφι μάχεσθαι.</l></q><l n="607"><milestone ed="P" unit="para"/>ὣς ἄρʼ ἔφη, Τρῶες δὲ μάλα σχεδὸν ἤλυθον αὐτῶν.</l><l n="608">ἔνθʼ Ἕκτωρ δύο φῶτε κατέκτανεν εἰδότε χάρμης</l><l n="609">εἰν ἑνὶ δίφρῳ ἐόντε, Μενέσθην Ἀγχίαλόν τε.</l><l n="610">τὼ δὲ πεσόντʼ ἐλέησε μέγας Τελαμώνιος Αἴας·</l><l n="611">στῆ δὲ μάλʼ ἐγγὺς ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ,</l><l n="612">καὶ βάλεν Ἄμφιον Σελάγου υἱόν, ὅς ῥʼ ἐνὶ Παισῷ</l><l n="613">ναῖε πολυκτήμων πολυλήϊος· ἀλλά ἑ μοῖρα</l><l n="614">ἦγʼ ἐπικουρήσοντα μετὰ Πρίαμόν τε καὶ υἷας.</l><l n="615">τόν ῥα κατὰ ζωστῆρα βάλεν Τελαμώνιος Αἴας,</l><l n="616">νειαίρῃ δʼ ἐν γαστρὶ πάγη δολιχόσκιον ἔγχος,</l><l n="617">δούπησεν δὲ πεσών· ὃ δʼ ἐπέδραμε φαίδιμος Αἴας</l><l n="618">τεύχεα συλήσων· Τρῶες δʼ ἐπὶ δούρατʼ ἔχευαν</l><l n="619">ὀξέα παμφανόωντα· σάκος δʼ ἀνεδέξατο πολλά.</l><l n="620">αὐτὰρ ὃ λὰξ προσβὰς ἐκ νεκροῦ χάλκεον ἔγχος</l><l n="621">ἐσπάσατʼ· οὐδʼ ἄρʼ ἔτʼ ἄλλα δυνήσατο τεύχεα καλὰ</l><l n="622">ὤμοιιν ἀφελέσθαι· ἐπείγετο γὰρ βελέεσσι.</l><l n="623">δεῖσε δʼ ὅ γʼ ἀμφίβασιν κρατερὴν Τρώων ἀγερώχων,</l><l n="624">οἳ πολλοί τε καὶ ἐσθλοὶ ἐφέστασαν ἔγχεʼ ἔχοντες,</l><l n="625">οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν</l><l n="626">ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη.</l><milestone ed="p" n="627" unit="card"/><l n="627"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην·</l><l n="628">Τληπόλεμον δʼ Ἡρακλεΐδην ἠΰν τε μέγαν τε</l><l n="629">ὦρσεν ἐπʼ ἀντιθέῳ Σαρπηδόνι μοῖρα κραταιή.</l><l n="630">οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες</l><l n="631">υἱός θʼ υἱωνός τε Διὸς νεφεληγερέταο,</l><l n="632">τὸν καὶ Τληπόλεμος πρότερος πρὸς μῦθον ἔειπε·</l><q><l n="633">Σαρπῆδον Λυκίων βουληφόρε, τίς τοι ἀνάγκη</l><l n="634">πτώσσειν ἐνθάδʼ ἐόντι μάχης ἀδαήμονι φωτί;</l><l n="635">ψευδόμενοι δέ σέ φασι Διὸς γόνον αἰγιόχοιο</l><l n="636">εἶναι, ἐπεὶ πολλὸν κείνων ἐπιδεύεαι ἀνδρῶν</l><l n="637">οἳ Διὸς ἐξεγένοντο ἐπὶ προτέρων ἀνθρώπων·</l><l n="638">ἀλλʼ οἷόν τινά φασι βίην Ἡρακληείην</l><l n="639">εἶναι, ἐμὸν πατέρα θρασυμέμνονα θυμολέοντα·</l><l n="640">ὅς ποτε δεῦρʼ ἐλθὼν ἕνεχʼ ἵππων Λαομέδοντος</l><l n="641">ἓξ οἴῃς σὺν νηυσὶ καὶ ἀνδράσι παυροτέροισιν</l><l n="642">Ἰλίου ἐξαλάπαξε πόλιν, χήρωσε δʼ ἀγυιάς·</l><l n="643">σοὶ δὲ κακὸς μὲν θυμός, ἀποφθινύθουσι δὲ λαοί.</l><l n="644">οὐδέ τί σε Τρώεσσιν ὀΐομαι ἄλκαρ ἔσεσθαι</l><l n="645">ἐλθόντʼ ἐκ Λυκίης, οὐδʼ εἰ μάλα καρτερός ἐσσι,</l><l n="646">ἀλλʼ ὑπʼ ἐμοὶ δμηθέντα πύλας Ἀΐδαο περήσειν.</l></q><l n="647"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖ Σαρπηδὼν Λυκίων ἀγὸς ἀντίον ηὔδα·</l><q><l n="648">Τληπόλεμʼ ἤτοι κεῖνος ἀπώλεσεν Ἴλιον ἱρὴν</l><l n="649">ἀνέρος ἀφραδίῃσιν ἀγαυοῦ Λαομέδοντος,</l><l n="650">ὅς ῥά μιν εὖ ἕρξαντα κακῷ ἠνίπαπε μύθῳ,</l><l n="651">οὐδʼ ἀπέδωχʼ ἵππους, ὧν εἵνεκα τηλόθεν ἦλθε.</l><l n="652">σοὶ δʼ ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν</l><l n="653">ἐξ ἐμέθεν τεύξεσθαι, ἐμῷ δʼ ὑπὸ δουρὶ δαμέντα</l><l n="654">εὖχος ἐμοὶ δώσειν, ψυχὴν δʼ Ἄϊδι κλυτοπώλῳ.</l></q><l n="655"><milestone ed="P" unit="para"/>ὣς φάτο Σαρπηδών, ὃ δʼ ἀνέσχετο μείλινον ἔγχος</l><l n="656">Τληπόλεμος· καὶ τῶν μὲν ἁμαρτῇ δούρατα μακρὰ</l><l n="657">ἐκ χειρῶν ἤϊξαν· ὃ μὲν βάλεν αὐχένα μέσσον</l><l n="658">Σαρπηδών, αἰχμὴ δὲ διαμπερὲς ἦλθʼ ἀλεγεινή·</l><l n="659">τὸν δὲ κατʼ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψε.</l><l n="660">Τληπόλεμος δʼ ἄρα μηρὸν ἀριστερὸν ἔγχεϊ μακρῷ</l><l n="661">βεβλήκειν, αἰχμὴ δὲ διέσσυτο μαιμώωσα</l><l n="662">ὀστέω ἐγχριμφθεῖσα, πατὴρ δʼ ἔτι λοιγὸν ἄμυνεν.</l><l n="663"><milestone ed="P" unit="para"/>οἳ μὲν ἄρʼ ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι</l><l n="664">ἐξέφερον πολέμοιο· βάρυνε δέ μιν δόρυ μακρὸν</l><l n="665">ἑλκόμενον· τὸ μὲν οὔ τις ἐπεφράσατʼ οὐδὲ νόησε</l><l n="666">μηροῦ ἐξερύσαι δόρυ μείλινον ὄφρʼ ἐπιβαίη</l><l n="667">σπευδόντων· τοῖον γὰρ ἔχον πόνον ἀμφιέποντες.</l><milestone ed="p" n="668" unit="card"/><l n="668"><milestone ed="P" unit="para"/>Τληπόλεμον δʼ ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ</l><l n="669">ἐξέφερον πολέμοιο· νόησε δὲ δῖος Ὀδυσσεὺς</l><l n="670">τλήμονα θυμὸν ἔχων, μαίμησε δέ οἱ φίλον ἦτορ·</l><l n="671">μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν</l><l n="672">ἢ προτέρω Διὸς υἱὸν ἐριγδούποιο διώκοι,</l><l n="673">ἦ ὅ γε τῶν πλεόνων Λυκίων ἀπὸ θυμὸν ἕλοιτο.</l><l n="674">οὐδʼ ἄρʼ Ὀδυσσῆϊ μεγαλήτορι μόρσιμον ἦεν</l><l n="675">ἴφθιμον Διὸς υἱὸν ἀποκτάμεν ὀξέϊ χαλκῷ·</l><l n="676">τώ ῥα κατὰ πληθὺν Λυκίων τράπε θυμὸν Ἀθήνη.</l><l n="677">ἔνθʼ ὅ γε Κοίρανον εἷλεν Ἀλάστορά τε Χρομίον τε</l><l n="678">Ἄλκανδρόν θʼ Ἅλιόν τε Νοήμονά τε Πρύτανίν τε.</l><l n="679">καί νύ κʼ ἔτι πλέονας Λυκίων κτάνε δῖος Ὀδυσσεὺς</l><l n="680">εἰ μὴ ἄρʼ ὀξὺ νόησε μέγας κορυθαίολος Ἕκτωρ·</l><l n="681">βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ</l><l n="682">δεῖμα φέρων Δαναοῖσι· χάρη δʼ ἄρα οἱ προσιόντι</l><l n="683">Σαρπηδὼν Διὸς υἱός, ἔπος δʼ ὀλοφυδνὸν ἔειπε·</l><q><l n="684">Πριαμίδη, μὴ δή με ἕλωρ Δαναοῖσιν ἐάσῃς</l><l n="685">κεῖσθαι, ἀλλʼ ἐπάμυνον· ἔπειτά με καὶ λίποι αἰὼν</l><l n="686">ἐν πόλει ὑμετέρῃ, ἐπεὶ οὐκ ἄρʼ ἔμελλον ἔγωγε</l><l n="687">νοστήσας οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν</l><l n="688">εὐφρανέειν ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν.</l></q><l n="689"><milestone ed="P" unit="para"/>ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη κορυθαίολος Ἕκτωρ,</l><l n="690">ἀλλὰ παρήϊξεν λελιημένος ὄφρα τάχιστα</l><l n="691">ὤσαιτʼ Ἀργείους, πολέων δʼ ἀπὸ θυμὸν ἕλοιτο.</l><l n="692">οἳ μὲν ἄρʼ ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι</l><l n="693">εἷσαν ὑπʼ αἰγιόχοιο Διὸς περικαλλέϊ φηγῷ·</l><l n="694">ἐκ δʼ ἄρα οἱ μηροῦ δόρυ μείλινον ὦσε θύραζε</l><l n="695">ἴφθιμος Πελάγων, ὅς οἱ φίλος ἦεν ἑταῖρος.</l><l n="696">τὸν δʼ ἔλιπε ψυχή, κατὰ δʼ ὀφθαλμῶν κέχυτʼ ἀχλύς·</l><l n="697">αὖτις δʼ ἐμπνύνθη, περὶ δὲ πνοιὴ Βορέαο</l><l n="698">ζώγρει ἐπιπνείουσα κακῶς κεκαφηότα θυμόν.</l><l n="699"><milestone ed="P" unit="para"/>Ἀργεῖοι δʼ ὑπʼ Ἄρηϊ καὶ Ἕκτορι χαλκοκορυστῇ</l><l n="700">οὔτε ποτὲ προτρέποντο μελαινάων ἐπὶ νηῶν</l><l n="701">οὔτε ποτʼ ἀντεφέροντο μάχῃ, ἀλλʼ αἰὲν ὀπίσσω</l><l n="702">χάζονθʼ, ὡς ἐπύθοντο μετὰ Τρώεσσιν Ἄρηα.</l><l n="703"><milestone ed="P" unit="para"/>ἔνθα τίνα πρῶτον τίνα δʼ ὕστατον ἐξενάριξαν</l><l n="704">Ἕκτωρ τε Πριάμοιο πάϊς καὶ χάλκεος Ἄρης;</l><l n="705">ἀντίθεον Τεύθραντʼ, ἐπὶ δὲ πλήξιππον Ὀρέστην,</l><l n="706">Τρῆχόν τʼ αἰχμητὴν Αἰτώλιον Οἰνόμαόν τε,</l><l n="707">Οἰνοπίδην θʼ Ἕλενον καὶ Ὀρέσβιον αἰολομίτρην,</l><l n="708">ὅς ῥʼ ἐν Ὕλῃ ναίεσκε μέγα πλούτοιο μεμηλώς,</l><l n="709">λίμνῃ κεκλιμένος Κηφισίδι· πὰρ δέ οἱ ἄλλοι</l><l n="710">ναῖον Βοιωτοὶ μάλα πίονα δῆμον ἔχοντες.</l><milestone ed="p" n="711" unit="card"/><l n="711"><milestone ed="P" unit="para"/>τοὺς δʼ ὡς οὖν ἐνόησε θεὰ λευκώλενος Ἥρη</l><l n="712">Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ,</l><l n="713">αὐτίκʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="714">ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,</l><l n="715">ἦ ῥʼ ἅλιον τὸν μῦθον ὑπέστημεν Μενελάῳ</l><l n="716">Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι,</l><l n="717">εἰ οὕτω μαίνεσθαι ἐάσομεν οὖλον Ἄρηα.</l><l n="718">ἀλλʼ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς.</l></q><l n="719"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη.</l><l n="720">ἣ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους</l><l n="721">Ἥρη πρέσβα θεὰ θυγάτηρ μεγάλοιο Κρόνοιο·</l><l n="722">Ἥβη δʼ ἀμφʼ ὀχέεσσι θοῶς βάλε καμπύλα κύκλα</l><l n="723">χάλκεα ὀκτάκνημα σιδηρέῳ ἄξονι ἀμφίς.</l><l n="724">τῶν ἤτοι χρυσέη ἴτυς ἄφθιτος, αὐτὰρ ὕπερθε</l><l n="725">χάλκεʼ ἐπίσσωτρα προσαρηρότα, θαῦμα ἰδέσθαι·</l><l n="726">πλῆμναι δʼ ἀργύρου εἰσὶ περίδρομοι ἀμφοτέρωθεν·</l><l n="727">δίφρος δὲ χρυσέοισι καὶ ἀργυρέοισιν ἱμᾶσιν</l><l n="728">ἐντέταται, δοιαὶ δὲ περίδρομοι ἄντυγές εἰσι.</l><l n="729">τοῦ δʼ ἐξ ἀργύρεος ῥυμὸς πέλεν· αὐτὰρ ἐπʼ ἄκρῳ</l><l n="730">δῆσε χρύσειον καλὸν ζυγόν, ἐν δὲ λέπαδνα</l><l n="731">κάλʼ ἔβαλε χρύσειʼ· ὑπὸ δὲ ζυγὸν ἤγαγεν Ἥρη</l><l n="732">ἵππους ὠκύποδας, μεμαυῖʼ ἔριδος καὶ ἀϋτῆς.</l><l n="733"><milestone ed="P" unit="para"/>αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο</l><l n="734">πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπʼ οὔδει</l><l n="735">ποικίλον, ὅν ῥʼ αὐτὴ ποιήσατο καὶ κάμε χερσίν·</l><l n="736">ἣ δὲ χιτῶνʼ ἐνδῦσα Διὸς νεφεληγερέταο</l><l n="737">τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα.</l><l n="738">ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετʼ αἰγίδα θυσσανόεσσαν</l><l n="739">δεινήν, ἣν περὶ μὲν πάντῃ Φόβος ἐστεφάνωται,</l><l n="740">ἐν δʼ Ἔρις, ἐν δʼ Ἀλκή, ἐν δὲ κρυόεσσα Ἰωκή,</l><l n="741">ἐν δέ τε Γοργείη κεφαλὴ δεινοῖο πελώρου</l><l n="742">δεινή τε σμερδνή τε, Διὸς τέρας αἰγιόχοιο.</l><l n="743">κρατὶ δʼ ἐπʼ ἀμφίφαλον κυνέην θέτο τετραφάληρον</l><l n="744">χρυσείην, ἑκατὸν πολίων πρυλέεσσʼ ἀραρυῖαν·</l><l n="745">ἐς δʼ ὄχεα φλόγεα ποσὶ βήσετο, λάζετο δʼ ἔγχος</l><l n="746">βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν</l><l n="747">ἡρώων, οἷσίν τε κοτέσσεται ὀβριμοπάτρη.</l><l n="748">Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετʼ ἄρʼ ἵππους·</l><l n="749">αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ ἃς ἔχον Ὧραι,</l><l n="750">τῇς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε</l><l n="751">ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδʼ ἐπιθεῖναι.</l><l n="752">τῇ ῥα διʼ αὐτάων κεντρηνεκέας ἔχον ἵππους·</l><l n="753">εὗρον δὲ Κρονίωνα θεῶν ἄτερ ἥμενον ἄλλων</l><l n="754">ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο.</l><l n="755">ἔνθʼ ἵππους στήσασα θεὰ λευκώλενος Ἥρη</l><l n="756">Ζῆνʼ ὕπατον Κρονίδην ἐξείρετο καὶ προσέειπε·</l><q><l n="757">Ζεῦ πάτερ οὐ νεμεσίζῃ Ἄρῃ τάδε καρτερὰ ἔργα</l><l n="758">ὁσσάτιόν τε καὶ οἷον ἀπώλεσε λαὸν Ἀχαιῶν</l><l n="759">μὰψ ἀτὰρ οὐ κατὰ κόσμον ἐμοὶ δʼ ἄχος, οἳ δὲ ἕκηλοι</l><l n="760">τέρπονται Κύπρίς τε καὶ ἀργυρότοξος Ἀπόλλων</l><l n="761">ἄφρονα τοῦτον ἀνέντες, ὃς οὔ τινα οἶδε θέμιστα;</l><l n="762">Ζεῦ πάτερ ἦ ῥά τί μοι κεχολώσεαι, αἴ κεν Ἄρηα</l><l n="763">λυγρῶς πεπληγυῖα μάχης ἐξαποδίωμαι;</l></q><milestone ed="p" n="764" unit="card"/><l n="764"><milestone ed="P" unit="para"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·</l><q><l n="765">ἄγρει μάν οἱ ἔπορσον Ἀθηναίην ἀγελείην,</l><l n="766">ἥ ἑ μάλιστʼ εἴωθε κακῇς ὀδύνῃσι πελάζειν.</l></q><l n="767"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη,</l><l n="768">μάστιξεν δʼ ἵππους· τὼ δʼ οὐκ ἀέκοντε πετέσθην</l><l n="769">μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος.</l><l n="770">ὅσσον δʼ ἠεροειδὲς ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν</l><l n="771">ἥμενος ἐν σκοπιῇ, λεύσσων ἐπὶ οἴνοπα πόντον,</l><l n="772">τόσσον ἐπιθρῴσκουσι θεῶν ὑψηχέες ἵπποι.</l><l n="773">ἀλλʼ ὅτε δὴ Τροίην ἷξον ποταμώ τε ῥέοντε,</l><l n="774">ἧχι ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκάμανδρος,</l><l n="775">ἔνθʼ ἵππους ἔστησε θεὰ λευκώλενος Ἥρη</l><l n="776">λύσασʼ ἐξ ὀχέων, περὶ δʼ ἠέρα πουλὺν ἔχευε·</l><l n="777">τοῖσιν δʼ ἀμβροσίην Σιμόεις ἀνέτειλε νέμεσθαι.</l><l n="778"><milestone ed="P" unit="para"/>αἳ δὲ βάτην τρήρωσι πελειάσιν ἴθμαθʼ ὁμοῖαι</l><l n="779">ἀνδράσιν Ἀργείοισιν ἀλεξέμεναι μεμαυῖαι·</l><l n="780">ἀλλʼ ὅτε δή ῥʼ ἵκανον ὅθι πλεῖστοι καὶ ἄριστοι</l><l n="781">ἕστασαν ἀμφὶ βίην Διομήδεος ἱπποδάμοιο</l><l n="782">εἰλόμενοι λείουσιν ἐοικότες ὠμοφάγοισιν</l><l n="783">ἢ συσὶ κάπροισιν, τῶν τε σθένος οὐκ ἀλαπαδνόν,</l><l n="784">ἔνθα στᾶσʼ ἤϋσε θεὰ λευκώλενος Ἥρη</l><l n="785">Στέντορι εἰσαμένη μεγαλήτορι χαλκεοφώνῳ,</l><l n="786">ὃς τόσον αὐδήσασχʼ ὅσον ἄλλοι πεντήκοντα·</l><q><l n="787">αἰδὼς Ἀργεῖοι κάκʼ ἐλέγχεα εἶδος ἀγητοί·</l><l n="788">ὄφρα μὲν ἐς πόλεμον πωλέσκετο δῖος Ἀχιλλεύς,</l><l n="789">οὐδέ ποτε Τρῶες πρὸ πυλάων Δαρδανιάων</l><l n="790">οἴχνεσκον· κείνου γὰρ ἐδείδισαν ὄβριμον ἔγχος·</l><l n="791">νῦν δὲ ἑκὰς πόλιος κοίλῃς ἐπὶ νηυσὶ μάχονται.</l><milestone ed="p" n="792" unit="card"/></q><l n="792"><milestone ed="P" unit="para"/>ὣς εἰποῦσʼ ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.</l><l n="793">Τυδεΐδῃ δʼ ἐπόρουσε θεὰ γλαυκῶπις Ἀθήνη·</l><l n="794">εὗρε δὲ τόν γε ἄνακτα παρʼ ἵπποισιν καὶ ὄχεσφιν</l><l n="795">ἕλκος ἀναψύχοντα τό μιν βάλε Πάνδαρος ἰῷ.</l><l n="796">ἱδρὼς γάρ μιν ἔτειρεν ὑπὸ πλατέος τελαμῶνος</l><l n="797">ἀσπίδος εὐκύκλου· τῷ τείρετο, κάμνε δὲ χεῖρα,</l><l n="798">ἂν δʼ ἴσχων τελαμῶνα κελαινεφὲς αἷμʼ ἀπομόργνυ.</l><l n="799">ἱππείου δὲ θεὰ ζυγοῦ ἥψατο φώνησέν τε·</l><q><l n="800">ἦ ὀλίγον οἷ παῖδα ἐοικότα γείνατο Τυδεύς.</l><l n="801">Τυδεύς τοι μικρὸς μὲν ἔην δέμας, ἀλλὰ μαχητής·</l><l n="802">καί ῥʼ ὅτε πέρ μιν ἐγὼ πολεμίζειν οὐκ εἴασκον</l><l n="803">οὐδʼ ἐκπαιφάσσειν, ὅτε τʼ ἤλυθε νόσφιν Ἀχαιῶν</l><l n="804">ἄγγελος ἐς Θήβας πολέας μετὰ Καδμείωνας·</l><l n="805">δαίνυσθαί μιν ἄνωγον ἐνὶ μεγάροισιν ἕκηλον·</l><l n="806">αὐτὰρ ὃ θυμὸν ἔχων ὃν καρτερὸν ὡς τὸ πάρος περ</l><l n="807">κούρους Καδμείων προκαλίζετο, πάντα δʼ ἐνίκα</l><l n="808">ῥηϊδίως· τοίη οἱ ἐγὼν ἐπιτάρροθος ἦα.</l><l n="809">σοὶ δʼ ἤτοι μὲν ἐγὼ παρά θʼ ἵσταμαι ἠδὲ φυλάσσω,</l><l n="810">καί σε προφρονέως κέλομαι Τρώεσσι μάχεσθαι·</l><l n="811">ἀλλά σευ ἢ κάματος πολυᾶϊξ γυῖα δέδυκεν</l><l n="812">ἤ νύ σέ που δέος ἴσχει ἀκήριον· οὐ σύ γʼ ἔπειτα</l><l n="813">Τυδέος ἔκγονός ἐσσι δαΐφρονος Οἰνεΐδαο.</l></q><l n="814"><milestone ed="P" unit="para"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης·</l><q><l n="815">γιγνώσκω σε θεὰ θύγατερ Διὸς αἰγιόχοιο·</l><l n="816">τώ τοι προφρονέως ἐρέω ἔπος οὐδʼ ἐπικεύσω.</l><l n="817">οὔτέ τί με δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνος,</l><l n="818">ἀλλʼ ἔτι σέων μέμνημαι ἐφετμέων ἃς ἐπέτειλας·</l><l n="819">οὔ μʼ εἴας μακάρεσσι θεοῖς ἀντικρὺ μάχεσθαι</l><l n="820">τοῖς ἄλλοις· ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη</l><l n="821">ἔλθῃσʼ ἐς πόλεμον, τήν γʼ οὐτάμεν ὀξέϊ χαλκῷ.</l><l n="822">τοὔνεκα νῦν αὐτός τʼ ἀναχάζομαι ἠδὲ καὶ ἄλλους</l><l n="823">Ἀργείους ἐκέλευσα ἀλήμεναι ἐνθάδε πάντας·</l><l n="824">γιγνώσκω γὰρ Ἄρηα μάχην ἀνὰ κοιρανέοντα.</l></q><l n="825"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·</l><q><l n="826">Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ</l><l n="827">μήτε σύ γʼ Ἄρηα τό γε δείδιθι μήτε τινʼ ἄλλον</l><l n="828">ἀθανάτων, τοίη τοι ἐγὼν ἐπιτάρροθός εἰμι·</l><l n="829">ἀλλʼ ἄγʼ ἐπʼ Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους,</l><l n="830">τύψον δὲ σχεδίην μηδʼ ἅζεο θοῦρον Ἄρηα</l><l n="831">τοῦτον μαινόμενον, τυκτὸν κακόν, ἀλλοπρόσαλλον,</l><l n="832">ὃς πρῴην μὲν ἐμοί τε καὶ Ἥρῃ στεῦτʼ ἀγορεύων</l><l n="833">Τρωσὶ μαχήσεσθαι, ἀτὰρ Ἀργείοισιν ἀρήξειν,</l><l n="834">νῦν δὲ μετὰ Τρώεσσιν ὁμιλεῖ, τῶν δὲ λέλασται.</l><milestone ed="p" n="835" unit="card"/></q><l n="835"><milestone ed="P" unit="para"/>ὣς φαμένη Σθένελον μὲν ἀφʼ ἵππων ὦσε χαμᾶζε,</l><l n="836">χειρὶ πάλιν ἐρύσασʼ, ὃ δʼ ἄρʼ ἐμμαπέως ἀπόρουσεν·</l><l n="837">ἣ δʼ ἐς δίφρον ἔβαινε παραὶ Διομήδεα δῖον</l><l n="838">ἐμμεμαυῖα θεά· μέγα δʼ ἔβραχε φήγινος ἄξων</l><l n="839">βριθοσύνῃ· δεινὴν γὰρ ἄγεν θεὸν ἄνδρά τʼ ἄριστον.</l><l n="840">λάζετο δὲ μάστιγα καὶ ἡνία Παλλὰς Ἀθήνη·</l><l n="841">αὐτίκʼ ἐπʼ Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους.</l><l n="842">ἤτοι ὃ μὲν Περίφαντα πελώριον ἐξενάριζεν</l><l n="843">Αἰτωλῶν ὄχʼ ἄριστον Ὀχησίου ἀγλαὸν υἱόν·</l><l n="844">τὸν μὲν Ἄρης ἐνάριζε μιαιφόνος· αὐτὰρ Ἀθήνη</l><l n="845">δῦνʼ Ἄϊδος κυνέην, μή μιν ἴδοι ὄβριμος Ἄρης.</l><l n="846"><milestone ed="P" unit="para"/>ὡς δὲ ἴδε βροτολοιγὸς Ἄρης Διομήδεα δῖον,</l><l n="847">ἤτοι ὃ μὲν Περίφαντα πελώριον αὐτόθʼ ἔασε</l><l n="848">κεῖσθαι ὅθι πρῶτον κτείνων ἐξαίνυτο θυμόν,</l><l n="849">αὐτὰρ ὃ βῆ ῥʼ ἰθὺς Διομήδεος ἱπποδάμοιο.</l><l n="850">οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,</l><l n="851">πρόσθεν Ἄρης ὠρέξαθʼ ὑπὲρ ζυγὸν ἡνία θʼ ἵππων</l><l n="852">ἔγχεϊ χαλκείῳ μεμαὼς ἀπὸ θυμὸν ἑλέσθαι·</l><l n="853">καὶ τό γε χειρὶ λαβοῦσα θεὰ γλαυκῶπις Ἀθήνη</l><l n="854">ὦσεν ὑπὲκ δίφροιο ἐτώσιον ἀϊχθῆναι.</l><l n="855">δεύτερος αὖθʼ ὡρμᾶτο βοὴν ἀγαθὸς Διομήδης</l><l n="856">ἔγχεϊ χαλκείῳ· ἐπέρεισε δὲ Παλλὰς Ἀθήνη</l><l n="857">νείατον ἐς κενεῶνα ὅθι ζωννύσκετο μίτρῃ·</l><l n="858">τῇ ῥά μιν οὖτα τυχών, διὰ δὲ χρόα καλὸν ἔδαψεν,</l><l n="859">ἐκ δὲ δόρυ σπάσεν αὖτις· ὃ δʼ ἔβραχε χάλκεος Ἄρης</l><l n="860">ὅσσόν τʼ ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοι</l><l n="861">ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος.</l><l n="862">τοὺς δʼ ἄρʼ ὑπὸ τρόμος εἷλεν Ἀχαιούς τε Τρῶάς τε</l><l n="863">δείσαντας· τόσον ἔβραχʼ Ἄρης ἆτος πολέμοιο.</l><milestone ed="p" n="864" unit="card"/><l n="864"><milestone ed="P" unit="para"/>οἵη δʼ ἐκ νεφέων ἐρεβεννὴ φαίνεται ἀὴρ</l><l n="865">καύματος ἐξ ἀνέμοιο δυσαέος ὀρνυμένοιο,</l><l n="866">τοῖος Τυδεΐδῃ Διομήδεϊ χάλκεος Ἄρης</l><l n="867">φαίνεθʼ ὁμοῦ νεφέεσσιν ἰὼν εἰς οὐρανὸν εὐρύν.</l><l n="868">καρπαλίμως δʼ ἵκανε θεῶν ἕδος αἰπὺν Ὄλυμπον,</l><l n="869">πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο θυμὸν ἀχεύων,</l><l n="870">δεῖξεν δʼ ἄμβροτον αἷμα καταρρέον ἐξ ὠτειλῆς,</l><l n="871">καί ῥʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="872">Ζεῦ πάτερ οὐ νεμεσίζῃ ὁρῶν τάδε καρτερὰ ἔργα;</l><l n="873">αἰεί τοι ῥίγιστα θεοὶ τετληότες εἰμὲν</l><l n="874">ἀλλήλων ἰότητι, χάριν ἄνδρεσσι φέροντες.</l><l n="875">σοὶ πάντες μαχόμεσθα· σὺ γὰρ τέκες ἄφρονα κούρην</l><l n="876">οὐλομένην, ᾗ τʼ αἰὲν ἀήσυλα ἔργα μέμηλεν.</l><l n="877">ἄλλοι μὲν γὰρ πάντες ὅσοι θεοί εἰσʼ ἐν Ὀλύμπῳ</l><l n="878">σοί τʼ ἐπιπείθονται καὶ δεδμήμεσθα ἕκαστος·</l><l n="879">ταύτην δʼ οὔτʼ ἔπεϊ προτιβάλλεαι οὔτέ τι ἔργῳ,</l><l n="880">ἀλλʼ ἀνιεῖς, ἐπεὶ αὐτὸς ἐγείναο παῖδʼ ἀΐδηλον·</l><l n="881">ἣ νῦν Τυδέος υἱὸν ὑπερφίαλον Διομήδεα</l><l n="882">μαργαίνειν ἀνέηκεν ἐπʼ ἀθανάτοισι θεοῖσι.</l><l n="883">Κύπριδα μὲν πρῶτον σχεδὸν οὔτασε χεῖρʼ ἐπὶ καρπῷ,</l><l n="884">αὐτὰρ ἔπειτʼ αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος·</l><l n="885">ἀλλά μʼ ὑπήνεικαν ταχέες πόδες· ἦ τέ κε δηρὸν</l><l n="886">αὐτοῦ πήματʼ ἔπασχον ἐν αἰνῇσιν νεκάδεσσιν,</l><l n="887">ἤ κε ζὼς ἀμενηνὸς ἔα χαλκοῖο τυπῇσι.</l></q><l n="888"><milestone ed="P" unit="para"/>τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη νεφεληγερέτα Ζεύς.</l><q><l n="889">μή τί μοι ἀλλοπρόσαλλε παρεζόμενος μινύριζε.</l><l n="890">ἔχθιστος δέ μοί ἐσσι θεῶν οἳ Ὄλυμπον ἔχουσιν·</l><l n="891">αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε.</l><l n="892">μητρός τοι μένος ἐστὶν ἀάσχετον οὐκ ἐπιεικτὸν</l><l n="893">Ἥρης· τὴν μὲν ἐγὼ σπουδῇ δάμνημʼ ἐπέεσσι·</l><l n="894">τώ σʼ ὀΐω κείνης τάδε πάσχειν ἐννεσίῃσιν.</l><l n="895">ἀλλʼ οὐ μάν σʼ ἔτι δηρὸν ἀνέξομαι ἄλγεʼ ἔχοντα·</l><l n="896">ἐκ γὰρ ἐμεῦ γένος ἐσσί, ἐμοὶ δέ σε γείνατο μήτηρ·</l><l n="897">εἰ δέ τευ ἐξ ἄλλου γε θεῶν γένευ ὧδʼ ἀΐδηλος</l><l n="898">καί κεν δὴ πάλαι ἦσθα ἐνέρτερος Οὐρανιώνων.</l><milestone ed="p" n="899" unit="card"/></q><l n="899"><milestone ed="P" unit="para"/>ὣς φάτο, καὶ Παιήονʼ ἀνώγειν ἰήσασθαι.</l><l n="900">τῷ δʼ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων</l><l n="901">ἠκέσατʼ· οὐ μὲν γάρ τι καταθνητός γʼ ἐτέτυκτο.</l><l n="902">ὡς δʼ ὅτʼ ὀπὸς γάλα λευκὸν ἐπειγόμενος συνέπηξεν</l><l n="903">ὑγρὸν ἐόν, μάλα δʼ ὦκα περιτρέφεται κυκόωντι,</l><l n="904">ὣς ἄρα καρπαλίμως ἰήσατο θοῦρον Ἄρηα.</l><l n="905">τὸν δʼ Ἥβη λοῦσεν, χαρίεντα δὲ εἵματα ἕσσε·</l><l n="906">πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο κύδεϊ γαίων.</l><l n="907"><milestone ed="P" unit="para"/>αἳ δʼ αὖτις πρὸς δῶμα Διὸς μεγάλοιο νέοντο</l><l n="908">Ἥρη τʼ Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη</l><l n="909">παύσασαι βροτολοιγὸν Ἄρηʼ ἀνδροκτασιάων.</l></div><div type="textpart" subtype="Book" n="6"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>Τρώων δʼ οἰώθη καὶ Ἀχαιῶν φύλοπις αἰνή·</l><l n="2">πολλὰ δʼ ἄρʼ ἔνθα καὶ ἔνθʼ ἴθυσε μάχη πεδίοιο</l><l n="3">ἀλλήλων ἰθυνομένων χαλκήρεα δοῦρα</l><l n="4">μεσσηγὺς Σιμόεντος ἰδὲ Ξάνθοιο ῥοάων.</l><l n="5"><milestone ed="P" unit="para"/>Αἴας δὲ πρῶτος Τελαμώνιος ἕρκος Ἀχαιῶν</l><l n="6">Τρώων ῥῆξε φάλαγγα, φόως δʼ ἑτάροισιν ἔθηκεν,</l><l n="7">ἄνδρα βαλὼν ὃς ἄριστος ἐνὶ Θρῄκεσσι τέτυκτο</l><l n="8">υἱὸν Ἐϋσσώρου Ἀκάμαντʼ ἠΰν τε μέγαν τε.</l><l n="9">τόν ῥʼ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης,</l><l n="10">ἐν δὲ μετώπῳ πῆξε, πέρησε δʼ ἄρʼ ὀστέον εἴσω</l><l n="11">αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψεν.</l><l n="12"><milestone ed="P" unit="para"/>Ἄξυλον δʼ ἄρʼ ἔπεφνε βοὴν ἀγαθὸς Διομήδης</l><l n="13">Τευθρανίδην, ὃς ἔναιεν ἐϋκτιμένῃ ἐν Ἀρίσβῃ</l><l n="14">ἀφνειὸς βιότοιο, φίλος δʼ ἦν ἀνθρώποισι.</l><l n="15">πάντας γὰρ φιλέεσκεν ὁδῷ ἔπι οἰκία ναίων.</l><l n="16">ἀλλά οἱ οὔ τις τῶν γε τότʼ ἤρκεσε λυγρὸν ὄλεθρον</l><l n="17">πρόσθεν ὑπαντιάσας, ἀλλʼ ἄμφω θυμὸν ἀπηύρα</l><l n="18">αὐτὸν καὶ θεράποντα Καλήσιον, ὅς ῥα τόθʼ ἵππων</l><l n="19">ἔσκεν ὑφηνίοχος· τὼ δʼ ἄμφω γαῖαν ἐδύτην.</l><l n="20"><milestone ed="P" unit="para"/>Δρῆσον δʼ Εὐρύαλος καὶ Ὀφέλτιον ἐξενάριξε·</l><l n="21">βῆ δὲ μετʼ Αἴσηπον καὶ Πήδασον, οὕς ποτε νύμφη</l><l n="22">νηῒς Ἀβαρβαρέη τέκʼ ἀμύμονι Βουκολίωνι.</l><l n="23">Βουκολίων δʼ ἦν υἱὸς ἀγαυοῦ Λαομέδοντος</l><l n="24">πρεσβύτατος γενεῇ, σκότιον δέ ἑ γείνατο μήτηρ·</l><l n="25">ποιμαίνων δʼ ἐπʼ ὄεσσι μίγη φιλότητι καὶ εὐνῇ,</l><l n="26">ἣ δʼ ὑποκυσαμένη διδυμάονε γείνατο παῖδε.</l><l n="27">καὶ μὲν τῶν ὑπέλυσε μένος καὶ φαίδιμα γυῖα</l><l n="28">Μηκιστηϊάδης καὶ ἀπʼ ὤμων τεύχεʼ ἐσύλα.</l><l n="29"><milestone ed="P" unit="para"/>Ἀστύαλον δʼ ἄρʼ ἔπεφνε μενεπτόλεμος Πολυποίτης·</l><l n="30">Πιδύτην δʼ Ὀδυσεὺς Περκώσιον ἐξενάριξεν</l><l n="31">ἔγχεϊ χαλκείῳ, Τεῦκρος δʼ Ἀρετάονα δῖον.</l><l n="32">Ἀντίλοχος δʼ Ἄβληρον ἐνήρατο δουρὶ φαεινῷ</l><l n="33">Νεστορίδης, Ἔλατον δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων·</l><l n="34">ναῖε δὲ Σατνιόεντος ἐϋρρείταο παρʼ ὄχθας</l><l n="35">Πήδασον αἰπεινήν. Φύλακον δʼ ἕλε Λήϊτος ἥρως</l><l n="36">φεύγοντʼ· Εὐρύπυλος δὲ Μελάνθιον ἐξενάριξεν.</l><milestone ed="p" n="37" unit="card"/><l n="37"><milestone ed="P" unit="para"/>Ἄδρηστον δʼ ἄρʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος</l><l n="38">ζωὸν ἕλʼ· ἵππω γάρ οἱ ἀτυζομένω πεδίοιο</l><l n="39">ὄζῳ ἔνι βλαφθέντε μυρικίνῳ ἀγκύλον ἅρμα</l><l n="40">ἄξαντʼ ἐν πρώτῳ ῥυμῷ αὐτὼ μὲν ἐβήτην</l><l n="41">πρὸς πόλιν, ᾗ περ οἱ ἄλλοι ἀτυζόμενοι φοβέοντο,</l><l n="42">αὐτὸς δʼ ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη</l><l n="43">πρηνὴς ἐν κονίῃσιν ἐπὶ στόμα· πὰρ δέ οἱ ἔστη</l><l n="44">Ἀτρεΐδης Μενέλαος ἔχων δολιχόσκιον ἔγχος.</l><l n="45">Ἄδρηστος δʼ ἄρʼ ἔπειτα λαβὼν ἐλίσσετο γούνων·</l><q><l n="46">ζώγρει Ἀτρέος υἱέ, σὺ δʼ ἄξια δέξαι ἄποινα·</l><l n="47">πολλὰ δʼ ἐν ἀφνειοῦ πατρὸς κειμήλια κεῖται</l><l n="48">χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,</l><l n="49">τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσιʼ ἄποινα</l><l n="50">εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτʼ ἐπὶ νηυσὶν Ἀχαιῶν.</l></q><l n="51"><milestone ed="P" unit="para"/>ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ἔπειθε·</l><l n="52">καὶ δή μιν τάχʼ ἔμελλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν</l><l n="53">δώσειν ᾧ θεράποντι καταξέμεν· ἀλλʼ Ἀγαμέμνων</l><l n="54">ἀντίος ἦλθε θέων, καὶ ὁμοκλήσας ἔπος ηὔδα·</l><q><l n="55">ὦ πέπον ὦ Μενέλαε, τί ἢ δὲ σὺ κήδεαι οὕτως</l><l n="56">ἀνδρῶν; ἦ σοὶ ἄριστα πεποίηται κατὰ οἶκον</l><l n="57">πρὸς Τρώων; τῶν μή τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον</l><l n="58">χεῖράς θʼ ἡμετέρας, μηδʼ ὅν τινα γαστέρι μήτηρ</l><l n="59">κοῦρον ἐόντα φέροι, μηδʼ ὃς φύγοι, ἀλλʼ ἅμα πάντες</l><l n="60">Ἰλίου ἐξαπολοίατʼ ἀκήδεστοι καὶ ἄφαντοι.</l></q><l n="61"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἔτρεψεν ἀδελφειοῦ φρένας ἥρως</l><l n="62">αἴσιμα παρειπών· ὃ δʼ ἀπὸ ἕθεν ὤσατο χειρὶ</l><l n="63">ἥρωʼ Ἄδρηστον· τὸν δὲ κρείων Ἀγαμέμνων</l><l n="64">οὖτα κατὰ λαπάρην· ὃ δʼ ἀνετράπετʼ, Ἀτρεΐδης δὲ</l><l n="65">λὰξ ἐν στήθεσι βὰς ἐξέσπασε μείλινον ἔγχος.</l><l n="66"><milestone ed="P" unit="para"/>Νέστωρ δʼ Ἀργείοισιν ἐκέκλετο μακρὸν ἀΰσας·</l><q><l n="67">ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος</l><l n="68">μή τις νῦν ἐνάρων ἐπιβαλλόμενος μετόπισθε</l><l n="69">μιμνέτω ὥς κε πλεῖστα φέρων ἐπὶ νῆας ἵκηται,</l><l n="70">ἀλλʼ ἄνδρας κτείνωμεν· ἔπειτα δὲ καὶ τὰ ἕκηλοι</l><l n="71">νεκροὺς ἂμ πεδίον συλήσετε τεθνηῶτας.</l><milestone ed="p" n="72" unit="card"/></q><l n="72"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.</l><l n="73">ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν</l><l n="74">Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες,</l><l n="75">εἰ μὴ ἄρʼ Αἰνείᾳ τε καὶ Ἕκτορι εἶπε παραστὰς</l><l n="76">Πριαμίδης Ἕλενος οἰωνοπόλων ὄχʼ ἄριστος·</l><q><l n="77">Αἰνεία τε καὶ Ἕκτορ, ἐπεὶ πόνος ὔμμι μάλιστα</l><l n="78">Τρώων καὶ Λυκίων ἐγκέκλιται, οὕνεκʼ ἄριστοι</l><l n="79">πᾶσαν ἐπʼ ἰθύν ἐστε μάχεσθαί τε φρονέειν τε,</l><l n="80">στῆτʼ αὐτοῦ, καὶ λαὸν ἐρυκάκετε πρὸ πυλάων</l><l n="81">πάντῃ ἐποιχόμενοι πρὶν αὖτʼ ἐν χερσὶ γυναικῶν</l><l n="82">φεύγοντας πεσέειν, δηΐοισι δὲ χάρμα γενέσθαι.</l><l n="83">αὐτὰρ ἐπεί κε φάλαγγας ἐποτρύνητον ἁπάσας,</l><l n="84">ἡμεῖς μὲν Δαναοῖσι μαχησόμεθʼ αὖθι μένοντες,</l><l n="85">καὶ μάλα τειρόμενοί περ· ἀναγκαίη γὰρ ἐπείγει·</l><l n="86">Ἕκτορ ἀτὰρ σὺ πόλιν δὲ μετέρχεο, εἰπὲ δʼ ἔπειτα</l><l n="87">μητέρι σῇ καὶ ἐμῇ· ἣ δὲ ξυνάγουσα γεραιὰς</l><l n="88">νηὸν Ἀθηναίης γλαυκώπιδος ἐν πόλει ἄκρῃ</l><l n="89">οἴξασα κληῗδι θύρας ἱεροῖο δόμοιο</l><l n="90">πέπλον, ὅς οἱ δοκέει χαριέστατος ἠδὲ μέγιστος</l><l n="91">εἶναι ἐνὶ μεγάρῳ καί οἱ πολὺ φίλτατος αὐτῇ,</l><l n="92">θεῖναι Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,</l><l n="93">καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ</l><l n="94">ἤνις ἠκέστας ἱερευσέμεν, αἴ κʼ ἐλεήσῃ</l><l n="95">ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα,</l><l n="96">ὥς κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆς</l><l n="97">ἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο,</l><l n="98">ὃν δὴ ἐγὼ κάρτιστον Ἀχαιῶν φημι γενέσθαι.</l><l n="99">οὐδʼ Ἀχιλῆά ποθʼ ὧδέ γʼ ἐδείδιμεν ὄρχαμον ἀνδρῶν,</l><l n="100">ὅν πέρ φασι θεᾶς ἐξέμμεναι· ἀλλʼ ὅδε λίην</l><l n="101">μαίνεται, οὐδέ τίς οἱ δύναται μένος ἰσοφαρίζειν.</l></q><l n="102"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, Ἕκτωρ δʼ οὔ τι κασιγνήτῳ ἀπίθησεν.</l><l n="103">αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,</l><l n="104">πάλλων δʼ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ</l><l n="105">ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.</l><l n="106">οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν·</l><l n="107">Ἀργεῖοι δʼ ὑπεχώρησαν, λῆξαν δὲ φόνοιο,</l><l n="108">φὰν δέ τινʼ ἀθανάτων ἐξ οὐρανοῦ ἀστερόεντος</l><l n="109">Τρωσὶν ἀλεξήσοντα κατελθέμεν, ὡς ἐλέλιχθεν.</l><l n="110">Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας·</l><q><l n="111">Τρῶες ὑπέρθυμοι τηλεκλειτοί τʼ ἐπίκουροι</l><l n="112">ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς,</l><l n="113">ὄφρʼ ἂν ἐγὼ βείω προτὶ Ἴλιον, ἠδὲ γέρουσιν</l><l n="114">εἴπω βουλευτῇσι καὶ ἡμετέρῃς ἀλόχοισι</l><l n="115">δαίμοσιν ἀρήσασθαι, ὑποσχέσθαι δʼ ἑκατόμβας.</l><milestone ed="p" n="116" unit="card"/></q><l n="116"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ·</l><l n="117">ἀμφὶ δέ μιν σφυρὰ τύπτε καὶ αὐχένα δέρμα κελαινὸν</l><l n="118">ἄντυξ ἣ πυμάτη θέεν ἀσπίδος ὀμφαλοέσσης.</l><l n="119"><milestone ed="P" unit="para"/>Γλαῦκος δʼ Ἱππολόχοιο πάϊς καὶ Τυδέος υἱὸς</l><l n="120">ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι.</l><l n="121">οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντε,</l><l n="122">τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Διομήδης·</l><q><l n="123">τίς δὲ σύ ἐσσι φέριστε καταθνητῶν ἀνθρώπων;</l><l n="124">οὐ μὲν γάρ ποτʼ ὄπωπα μάχῃ ἔνι κυδιανείρῃ</l><l n="125">τὸ πρίν· ἀτὰρ μὲν νῦν γε πολὺ προβέβηκας ἁπάντων</l><l n="126">σῷ θάρσει, ὅ τʼ ἐμὸν δολιχόσκιον ἔγχος ἔμεινας·</l><l n="127">δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσιν.</l><l n="128">εἰ δέ τις ἀθανάτων γε κατʼ οὐρανοῦ εἰλήλουθας,</l><l n="129">οὐκ ἂν ἔγωγε θεοῖσιν ἐπουρανίοισι μαχοίμην.</l><l n="130">οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱὸς κρατερὸς Λυκόοργος</l><l n="131">δὴν ἦν, ὅς ῥα θεοῖσιν ἐπουρανίοισιν ἔριζεν·</l><l n="132">ὅς ποτε μαινομένοιο Διωνύσοιο τιθήνας</l><l n="133">σεῦε κατʼ ἠγάθεον Νυσήϊον· αἳ δʼ ἅμα πᾶσαι</l><l n="134">θύσθλα χαμαὶ κατέχευαν ὑπʼ ἀνδροφόνοιο Λυκούργου</l><l n="135">θεινόμεναι βουπλῆγι· Διώνυσος δὲ φοβηθεὶς</l><l n="136">δύσεθʼ ἁλὸς κατὰ κῦμα, Θέτις δʼ ὑπεδέξατο κόλπῳ</l><l n="137">δειδιότα· κρατερὸς γὰρ ἔχε τρόμος ἀνδρὸς ὁμοκλῇ.</l><l n="138">τῷ μὲν ἔπειτʼ ὀδύσαντο θεοὶ ῥεῖα ζώοντες,</l><l n="139">καί μιν τυφλὸν ἔθηκε Κρόνου πάϊς· οὐδʼ ἄρʼ ἔτι δὴν</l><l n="140">ἦν, ἐπεὶ ἀθανάτοισιν ἀπήχθετο πᾶσι θεοῖσιν·</l><l n="141">οὐδʼ ἂν ἐγὼ μακάρεσσι θεοῖς ἐθέλοιμι μάχεσθαι.</l><l n="142">εἰ δέ τίς ἐσσι βροτῶν οἳ ἀρούρης καρπὸν ἔδουσιν,</l><l n="143">ἆσσον ἴθʼ ὥς κεν θᾶσσον ὀλέθρου πείραθʼ ἵκηαι.</l></q><l n="144"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖθʼ Ἱππολόχοιο προσηύδα φαίδιμος υἱός·</l><q><l n="145">Τυδεΐδη μεγάθυμε τί ἢ γενεὴν ἐρεείνεις;</l><l n="146">οἵη περ φύλλων γενεὴ τοίη δὲ καὶ ἀνδρῶν.</l><l n="147">φύλλα τὰ μέν τʼ ἄνεμος χαμάδις χέει, ἄλλα δέ θʼ ὕλη</l><l n="148">τηλεθόωσα φύει, ἔαρος δʼ ἐπιγίγνεται ὥρη·</l><l n="149">ὣς ἀνδρῶν γενεὴ ἣ μὲν φύει ἣ δʼ ἀπολήγει.</l><l n="150">εἰ δʼ ἐθέλεις καὶ ταῦτα δαήμεναι ὄφρʼ ἐῢ εἰδῇς</l><l n="151">ἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασιν·</l><l n="152">ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο,</l><l n="153">ἔνθα δὲ Σίσυφος ἔσκεν, ὃ κέρδιστος γένετʼ ἀνδρῶν,</l><l n="154">Σίσυφος Αἰολίδης· ὃ δʼ ἄρα Γλαῦκον τέκεθʼ υἱόν,</l><l n="155">αὐτὰρ Γλαῦκος τίκτεν ἀμύμονα Βελλεροφόντην·</l><milestone ed="p" n="156" unit="card"/><l n="156">τῷ δὲ θεοὶ κάλλός τε καὶ ἠνορέην ἐρατεινὴν</l><l n="157">ὤπασαν· αὐτάρ οἱ Προῖτος κακὰ μήσατο θυμῷ,</l><l n="158">ὅς ῥʼ ἐκ δήμου ἔλασσεν, ἐπεὶ πολὺ φέρτερος ἦεν,</l><l n="159">Ἀργείων· Ζεὺς γάρ οἱ ὑπὸ σκήπτρῳ ἐδάμασσε.</l><l n="160">τῷ δὲ γυνὴ Προίτου ἐπεμήνατο δῖʼ Ἄντεια</l><l n="161">κρυπταδίῃ φιλότητι μιγήμεναι· ἀλλὰ τὸν οὔ τι</l><l n="162">πεῖθʼ ἀγαθὰ φρονέοντα δαΐφρονα Βελλεροφόντην.</l><l n="163">ἣ δὲ ψευσαμένη Προῖτον βασιλῆα προσηύδα·</l><q><l n="164">τεθναίης ὦ Προῖτʼ, ἢ κάκτανε Βελλεροφόντην,</l><l n="165">ὅς μʼ ἔθελεν φιλότητι μιγήμεναι οὐκ ἐθελούσῃ.</l></q><l n="166">ὣς φάτο, τὸν δὲ ἄνακτα χόλος λάβεν οἷον ἄκουσε·</l><l n="167">κτεῖναι μέν ῥʼ ἀλέεινε, σεβάσσατο γὰρ τό γε θυμῷ,</l><l n="168">πέμπε δέ μιν Λυκίην δέ, πόρεν δʼ ὅ γε σήματα λυγρὰ</l><l n="169">γράψας ἐν πίνακι πτυκτῷ θυμοφθόρα πολλά,</l><l n="170">δεῖξαι δʼ ἠνώγειν ᾧ πενθερῷ ὄφρʼ ἀπόλοιτο.</l><l n="171">αὐτὰρ ὁ βῆ Λυκίην δὲ θεῶν ὑπʼ ἀμύμονι πομπῇ.</l><l n="172">ἀλλʼ ὅτε δὴ Λυκίην ἷξε Ξάνθόν τε ῥέοντα,</l><l n="173">προφρονέως μιν τῖεν ἄναξ Λυκίης εὐρείης·</l><l n="174">ἐννῆμαρ ξείνισσε καὶ ἐννέα βοῦς ἱέρευσεν.</l><l n="175">ἀλλʼ ὅτε δὴ δεκάτη ἐφάνη ῥοδοδάκτυλος Ἠὼς</l><l n="176">καὶ τότε μιν ἐρέεινε καὶ ᾔτεε σῆμα ἰδέσθαι</l><l n="177">ὅττί ῥά οἱ γαμβροῖο πάρα Προίτοιο φέροιτο.</l><l n="178">αὐτὰρ ἐπεὶ δὴ σῆμα κακὸν παρεδέξατο γαμβροῦ,</l><l n="179">πρῶτον μέν ῥα Χίμαιραν ἀμαιμακέτην ἐκέλευσε</l><l n="180">πεφνέμεν· ἣ δʼ ἄρʼ ἔην θεῖον γένος οὐδʼ ἀνθρώπων,</l><l n="181">πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα,</l><l n="182">δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο,</l><l n="183">καὶ τὴν μὲν κατέπεφνε θεῶν τεράεσσι πιθήσας.</l><l n="184">δεύτερον αὖ Σολύμοισι μαχέσσατο κυδαλίμοισι·</l><l n="185">καρτίστην δὴ τήν γε μάχην φάτο δύμεναι ἀνδρῶν.</l><l n="186">τὸ τρίτον αὖ κατέπεφνεν Ἀμαζόνας ἀντιανείρας.</l><l n="187">τῷ δʼ ἄρʼ ἀνερχομένῳ πυκινὸν δόλον ἄλλον ὕφαινε·</l><l n="188">κρίνας ἐκ Λυκίης εὐρείης φῶτας ἀρίστους</l><l n="189">εἷσε λόχον· τοὶ δʼ οὔ τι πάλιν οἶκον δὲ νέοντο·</l><l n="190">πάντας γὰρ κατέπεφνεν ἀμύμων Βελλεροφόντης.</l><milestone ed="p" n="191" unit="card"/><l n="191">ἀλλʼ ὅτε δὴ γίγνωσκε θεοῦ γόνον ἠῢν ἐόντα</l><l n="192">αὐτοῦ μιν κατέρυκε, δίδου δʼ ὅ γε θυγατέρα ἥν,</l><l n="193">δῶκε δέ οἱ τιμῆς βασιληΐδος ἥμισυ πάσης·</l><l n="194">καὶ μέν οἱ Λύκιοι τέμενος τάμον ἔξοχον ἄλλων</l><l n="195">καλὸν φυταλιῆς καὶ ἀρούρης, ὄφρα νέμοιτο.</l><l n="196">ἣ δʼ ἔτεκε τρία τέκνα δαΐφρονι Βελλεροφόντῃ</l><l n="197">Ἴσανδρόν τε καὶ Ἱππόλοχον καὶ Λαοδάμειαν.</l><l n="198">Λαοδαμείῃ μὲν παρελέξατο μητίετα Ζεύς,</l><l n="199">ἣ δʼ ἔτεκʼ ἀντίθεον Σαρπηδόνα χαλκοκορυστήν.</l><l n="200">ἀλλʼ ὅτε δὴ καὶ κεῖνος ἀπήχθετο πᾶσι θεοῖσιν,</l><l n="201">ἤτοι ὃ κὰπ πεδίον τὸ Ἀλήϊον οἶος ἀλᾶτο</l><l n="202">ὃν θυμὸν κατέδων, πάτον ἀνθρώπων ἀλεείνων·</l><l n="203">Ἴσανδρον δέ οἱ υἱὸν Ἄρης ἆτος πολέμοιο</l><l n="204">μαρνάμενον Σολύμοισι κατέκτανε κυδαλίμοισι·</l><l n="205">τὴν δὲ χολωσαμένη χρυσήνιος Ἄρτεμις ἔκτα.</l><l n="206">Ἱππόλοχος δέ μʼ ἔτικτε, καὶ ἐκ τοῦ φημι γενέσθαι·</l><l n="207">πέμπε δέ μʼ ἐς Τροίην, καί μοι μάλα πόλλʼ ἐπέτελλεν</l><l n="208">αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων,</l><l n="209">μηδὲ γένος πατέρων αἰσχυνέμεν, οἳ μέγʼ ἄριστοι</l><l n="210">ἔν τʼ Ἐφύρῃ ἐγένοντο καὶ ἐν Λυκίῃ εὐρείῃ.</l><l n="211">ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι.</l></q><l n="212"><milestone ed="P" unit="para"/>ὣς φάτο, γήθησεν δὲ βοὴν ἀγαθὸς Διομήδης·</l><l n="213">ἔγχος μὲν κατέπηξεν ἐπὶ χθονὶ πουλυβοτείρῃ,</l><l n="214">αὐτὰρ ὃ μειλιχίοισι προσηύδα ποιμένα λαῶν·</l><q><l n="215">ἦ ῥά νύ μοι ξεῖνος πατρώϊός ἐσσι παλαιός·</l><l n="216">Οἰνεὺς γάρ ποτε δῖος ἀμύμονα Βελλεροφόντην</l><l n="217">ξείνισʼ ἐνὶ μεγάροισιν ἐείκοσιν ἤματʼ ἐρύξας·</l><l n="218">οἳ δὲ καὶ ἀλλήλοισι πόρον ξεινήϊα καλά·</l><l n="219">Οἰνεὺς μὲν ζωστῆρα δίδου φοίνικι φαεινόν,</l><l n="220">Βελλεροφόντης δὲ χρύσεον δέπας ἀμφικύπελλον</l><l n="221">καί μιν ἐγὼ κατέλειπον ἰὼν ἐν δώμασʼ ἐμοῖσι.</l><l n="222">Τυδέα δʼ οὐ μέμνημαι, ἐπεί μʼ ἔτι τυτθὸν ἐόντα</l><l n="223">κάλλιφʼ, ὅτʼ ἐν Θήβῃσιν ἀπώλετο λαὸς Ἀχαιῶν.</l><l n="224">τὼ νῦν σοὶ μὲν ἐγὼ ξεῖνος φίλος Ἄργεϊ μέσσῳ</l><l n="225">εἰμί, σὺ δʼ ἐν Λυκίῃ ὅτε κεν τῶν δῆμον ἵκωμαι.</l><l n="226">ἔγχεα δʼ ἀλλήλων ἀλεώμεθα καὶ διʼ ὁμίλου·</l><l n="227">πολλοὶ μὲν γὰρ ἐμοὶ Τρῶες κλειτοί τʼ ἐπίκουροι</l><l n="228">κτείνειν ὅν κε θεός γε πόρῃ καὶ ποσσὶ κιχείω,</l><l n="229">πολλοὶ δʼ αὖ σοὶ Ἀχαιοὶ ἐναιρέμεν ὅν κε δύνηαι.</l><l n="230">τεύχεα δʼ ἀλλήλοις ἐπαμείψομεν, ὄφρα καὶ οἵδε</l><l n="231">γνῶσιν ὅτι ξεῖνοι πατρώϊοι εὐχόμεθʼ εἶναι.</l><milestone ed="p" n="232" unit="card"/></q><l n="232"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσαντε καθʼ ἵππων ἀΐξαντε</l><l n="233">χεῖράς τʼ ἀλλήλων λαβέτην καὶ πιστώσαντο·</l><l n="234">ἔνθʼ αὖτε Γλαύκῳ Κρονίδης φρένας ἐξέλετο Ζεύς,</l><l n="235">ὃς πρὸς Τυδεΐδην Διομήδεα τεύχεʼ ἄμειβε</l><l n="236">χρύσεα χαλκείων, ἑκατόμβοιʼ ἐννεαβοίων.</l><l n="237"><milestone ed="P" unit="para"/>Ἕκτωρ δʼ ὡς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν,</l><l n="238">ἀμφʼ ἄρα μιν Τρώων ἄλοχοι θέον ἠδὲ θύγατρες</l><l n="239">εἰρόμεναι παῖδάς τε κασιγνήτους τε ἔτας τε</l><l n="240">καὶ πόσιας· ὃ δʼ ἔπειτα θεοῖς εὔχεσθαι ἀνώγει</l><l n="241">πάσας ἑξείης· πολλῇσι δὲ κήδεʼ ἐφῆπτο.</l><l n="242"><milestone ed="P" unit="para"/>ἀλλʼ ὅτε δὴ Πριάμοιο δόμον περικαλλέʼ ἵκανε</l><l n="243">ξεστῇς αἰθούσῃσι τετυγμένον· αὐτὰρ ἐν αὐτῷ</l><l n="244">πεντήκοντʼ ἔνεσαν θάλαμοι ξεστοῖο λίθοιο</l><l n="245">πλησίον ἀλλήλων δεδμημένοι, ἔνθα δὲ παῖδες</l><l n="246">κοιμῶντο Πριάμοιο παρὰ μνηστῇς ἀλόχοισι,</l><l n="247">κουράων δʼ ἑτέρωθεν ἐναντίοι ἔνδοθεν αὐλῆς</l><l n="248">δώδεκʼ ἔσαν τέγεοι θάλαμοι ξεστοῖο λίθοιο</l><l n="249">πλησίον ἀλλήλων δεδμημένοι, ἔνθα δὲ γαμβροὶ</l><l n="250">κοιμῶντο Πριάμοιο παρʼ αἰδοίῃς ἀλόχοισιν·</l><l n="251">ἔνθά οἱ ἠπιόδωρος ἐναντίη ἤλυθε μήτηρ</l><l n="252">Λαοδίκην ἐσάγουσα θυγατρῶν εἶδος ἀρίστην·</l><l n="253">ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q><l n="254">τέκνον τίπτε λιπὼν πόλεμον θρασὺν εἰλήλουθας;</l><l n="255">ἦ μάλα δὴ τείρουσι δυσώνυμοι υἷες Ἀχαιῶν</l><l n="256">μαρνάμενοι περὶ ἄστυ· σὲ δʼ ἐνθάδε θυμὸς ἀνῆκεν</l><l n="257">ἐλθόντʼ ἐξ ἄκρης πόλιος Διὶ χεῖρας ἀνασχεῖν.</l><l n="258">ἀλλὰ μένʼ ὄφρά κέ τοι μελιηδέα οἶνον ἐνείκω,</l><l n="259">ὡς σπείσῃς Διὶ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι</l><l n="260">πρῶτον, ἔπειτα δὲ καὐτὸς ὀνήσεαι αἴ κε πίῃσθα.</l><l n="261">ἀνδρὶ δὲ κεκμηῶτι μένος μέγα οἶνος ἀέξει,</l><l n="262">ὡς τύνη κέκμηκας ἀμύνων σοῖσιν ἔτῃσι.</l><milestone ed="p" n="263" unit="card"/></q><l n="263"><milestone ed="P" unit="para"/>τὴν δʼ ἠμείβετʼ ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ·</l><q><l n="264">μή μοι οἶνον ἄειρε μελίφρονα πότνια μῆτερ,</l><l n="265">μή μʼ ἀπογυιώσῃς μένεος, ἀλκῆς τε λάθωμαι·</l><l n="266">χερσὶ δʼ ἀνίπτοισιν Διὶ λείβειν αἴθοπα οἶνον</l><l n="267">ἅζομαι· οὐδέ πῃ ἔστι κελαινεφέϊ Κρονίωνι</l><l n="268">αἵματι καὶ λύθρῳ πεπαλαγμένον εὐχετάασθαι.</l><l n="269">ἀλλὰ σὺ μὲν πρὸς νηὸν Ἀθηναίης ἀγελείης</l><l n="270">ἔρχεο σὺν θυέεσσιν ἀολλίσσασα γεραιάς·</l><l n="271">πέπλον δʼ, ὅς τίς τοι χαριέστατος ἠδὲ μέγιστος</l><l n="272">ἔστιν ἐνὶ μεγάρῳ καί τοι πολὺ φίλτατος αὐτῇ,</l><l n="273">τὸν θὲς Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,</l><l n="274">καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ</l><l n="275">ἤνις ἠκέστας ἱερευσέμεν, αἴ κʼ ἐλεήσῃ</l><l n="276">ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα,</l><l n="277">αἴ κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆς</l><l n="278">ἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο.</l><l n="279">ἀλλὰ σὺ μὲν πρὸς νηὸν Ἀθηναίης ἀγελείης</l><l n="280">ἔρχευ, ἐγὼ δὲ Πάριν μετελεύσομαι ὄφρα καλέσσω</l><l n="281">αἴ κʼ ἐθέλῃσʼ εἰπόντος ἀκουέμεν· ὥς κέ οἱ αὖθι</l><l n="282">γαῖα χάνοι· μέγα γάρ μιν Ὀλύμπιος ἔτρεφε πῆμα</l><l n="283">Τρωσί τε καὶ Πριάμῳ μεγαλήτορι τοῖό τε παισίν.</l><l n="284">εἰ κεῖνόν γε ἴδοιμι κατελθόντʼ Ἄϊδος εἴσω</l><l n="285">φαίην κε φρένʼ ἀτέρπου ὀϊζύος ἐκλελαθέσθαι.</l></q><l n="286"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, ἣ δὲ μολοῦσα ποτὶ μέγαρʼ ἀμφιπόλοισι</l><l n="287">κέκλετο· ταὶ δʼ ἄρʼ ἀόλλισσαν κατὰ ἄστυ γεραιάς.</l><l n="288">αὐτὴ δʼ ἐς θάλαμον κατεβήσετο κηώεντα,</l><l n="289">ἔνθʼ ἔσάν οἱ πέπλοι παμποίκιλα ἔργα γυναικῶν</l><l n="290">Σιδονίων, τὰς αὐτὸς Ἀλέξανδρος θεοειδὴς</l><l n="291">ἤγαγε Σιδονίηθεν ἐπιπλὼς εὐρέα πόντον,</l><l n="292">τὴν ὁδὸν ἣν Ἑλένην περ ἀνήγαγεν εὐπατέρειαν·</l><l n="293">τῶν ἕνʼ ἀειραμένη Ἑκάβη φέρε δῶρον Ἀθήνῃ,</l><l n="294">ὃς κάλλιστος ἔην ποικίλμασιν ἠδὲ μέγιστος,</l><l n="295">ἀστὴρ δʼ ὣς ἀπέλαμπεν· ἔκειτο δὲ νείατος ἄλλων.</l><l n="296">βῆ δʼ ἰέναι, πολλαὶ δὲ μετεσσεύοντο γεραιαί.</l><milestone ed="p" n="297" unit="card"/><l n="297"><milestone ed="P" unit="para"/>αἱ δʼ ὅτε νηὸν ἵκανον Ἀθήνης ἐν πόλει ἄκρῃ,</l><l n="298">τῇσι θύρας ὤϊξε Θεανὼ καλλιπάρῃος</l><l n="299">Κισσηῒς ἄλοχος Ἀντήνορος ἱπποδάμοιο·</l><l n="300">τὴν γὰρ Τρῶες ἔθηκαν Ἀθηναίης ἱέρειαν.</l><l n="301">αἳ δʼ ὀλολυγῇ πᾶσαι Ἀθήνῃ χεῖρας ἀνέσχον·</l><l n="302">ἣ δʼ ἄρα πέπλον ἑλοῦσα Θεανὼ καλλιπάρῃος</l><l n="303">θῆκεν Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,</l><l n="304">εὐχομένη δʼ ἠρᾶτο Διὸς κούρῃ μεγάλοιο·</l><q><l n="305">πότνιʼ Ἀθηναίη ἐρυσίπτολι δῖα θεάων</l><l n="306">ἆξον δὴ ἔγχος Διομήδεος, ἠδὲ καὶ αὐτὸν</l><l n="307">πρηνέα δὸς πεσέειν Σκαιῶν προπάροιθε πυλάων,</l><l n="308">ὄφρά τοι αὐτίκα νῦν δυοκαίδεκα βοῦς ἐνὶ νηῷ</l><l n="309">ἤνις ἠκέστας ἱερεύσομεν, αἴ κʼ ἐλεήσῃς</l><l n="310">ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα.</l></q><l n="311"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ εὐχομένη, ἀνένευε δὲ Παλλὰς Ἀθήνη.</l><l n="312">ὣς αἳ μέν ῥʼ εὔχοντο Διὸς κούρῃ μεγάλοιο,</l><l n="313">Ἕκτωρ δὲ πρὸς δώματʼ Ἀλεξάνδροιο βεβήκει</l><l n="314">καλά, τά ῥʼ αὐτὸς ἔτευξε σὺν ἀνδράσιν οἳ τότʼ ἄριστοι</l><l n="315">ἦσαν ἐνὶ Τροίῃ ἐριβώλακι τέκτονες ἄνδρες,</l><l n="316">οἵ οἱ ἐποίησαν θάλαμον καὶ δῶμα καὶ αὐλὴν</l><l n="317">ἐγγύθι τε Πριάμοιο καὶ Ἕκτορος ἐν πόλει ἄκρῃ.</l><l n="318">ἔνθʼ Ἕκτωρ εἰσῆλθε Διῒ φίλος, ἐν δʼ ἄρα χειρὶ</l><l n="319">ἔγχος ἔχʼ ἑνδεκάπηχυ· πάροιθε δὲ λάμπετο δουρὸς</l><l n="320">αἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκης.</l><l n="321">τὸν δʼ εὗρʼ ἐν θαλάμῳ περικαλλέα τεύχεʼ ἕποντα</l><l n="322">ἀσπίδα καὶ θώρηκα, καὶ ἀγκύλα τόξʼ ἁφόωντα·</l><l n="323">Ἀργείη δʼ Ἑλένη μετʼ ἄρα δμῳῇσι γυναιξὶν</l><l n="324">ἧστο καὶ ἀμφιπόλοισι περικλυτὰ ἔργα κέλευε.</l><l n="325">τὸν δʼ Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσι·</l><q><l n="326">δαιμόνιʼ οὐ μὲν καλὰ χόλον τόνδʼ ἔνθεο θυμῷ,</l><l n="327">λαοὶ μὲν φθινύθουσι περὶ πτόλιν αἰπύ τε τεῖχος</l><l n="328">μαρνάμενοι· σέο δʼ εἵνεκʼ ἀϋτή τε πτόλεμός τε</l><l n="329">ἄστυ τόδʼ ἀμφιδέδηε· σὺ δʼ ἂν μαχέσαιο καὶ ἄλλῳ,</l><l n="330">ὅν τινά που μεθιέντα ἴδοις στυγεροῦ πολέμοιο.</l><l n="331">ἀλλʼ ἄνα μὴ τάχα ἄστυ πυρὸς δηΐοιο θέρηται.</l></q><milestone ed="p" n="332" unit="card"/><l n="332"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής·</l><q><l n="333">Ἕκτορ ἐπεί με κατʼ αἶσαν ἐνείκεσας οὐδʼ ὑπὲρ αἶσαν,</l><l n="334">τοὔνεκά τοι ἐρέω· σὺ δὲ σύνθεο καί μευ ἄκουσον·</l><l n="335">οὔ τοι ἐγὼ Τρώων τόσσον χόλῳ οὐδὲ νεμέσσι</l><l n="336">ἥμην ἐν θαλάμῳ, ἔθελον δʼ ἄχεϊ προτραπέσθαι.</l><l n="337">νῦν δέ με παρειποῦσʼ ἄλοχος μαλακοῖς ἐπέεσσιν</l><l n="338">ὅρμησʼ ἐς πόλεμον· δοκέει δέ μοι ὧδε καὶ αὐτῷ</l><l n="339">λώϊον ἔσσεσθαι· νίκη δʼ ἐπαμείβεται ἄνδρας.</l><l n="340">ἀλλʼ ἄγε νῦν ἐπίμεινον, Ἀρήϊα τεύχεα δύω·</l><l n="341">ἢ ἴθʼ, ἐγὼ δὲ μέτειμι· κιχήσεσθαι δέ σʼ ὀΐω.</l></q><l n="342"><milestone ed="P" unit="para"/>ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη κορυθαίολος Ἕκτωρ·</l><l n="343">τὸν δʼ Ἑλένη μύθοισι προσηύδα μειλιχίοισι·</l><q><l n="344">δᾶερ ἐμεῖο κυνὸς κακομηχάνου ὀκρυοέσσης,</l><l n="345">ὥς μʼ ὄφελʼ ἤματι τῷ ὅτε με πρῶτον τέκε μήτηρ</l><l n="346">οἴχεσθαι προφέρουσα κακὴ ἀνέμοιο θύελλα</l><l n="347">εἰς ὄρος ἢ εἰς κῦμα πολυφλοίσβοιο θαλάσσης,</l><l n="348">ἔνθά με κῦμʼ ἀπόερσε πάρος τάδε ἔργα γενέσθαι.</l><l n="349">αὐτὰρ ἐπεὶ τάδε γʼ ὧδε θεοὶ κακὰ τεκμήραντο,</l><l n="350">ἀνδρὸς ἔπειτʼ ὤφελλον ἀμείνονος εἶναι ἄκοιτις,</l><l n="351">ὃς ᾔδη νέμεσίν τε καὶ αἴσχεα πόλλʼ ἀνθρώπων.</l><l n="352">τούτῳ δʼ οὔτʼ ἂρ νῦν φρένες ἔμπεδοι οὔτʼ ἄρʼ ὀπίσσω</l><l n="353">ἔσσονται· τὼ καί μιν ἐπαυρήσεσθαι ὀΐω.</l><l n="354">ἀλλʼ ἄγε νῦν εἴσελθε καὶ ἕζεο τῷδʼ ἐπὶ δίφρῳ</l><l n="355">δᾶερ, ἐπεί σε μάλιστα πόνος φρένας ἀμφιβέβηκεν</l><l n="356">εἵνεκʼ ἐμεῖο κυνὸς καὶ Ἀλεξάνδρου ἕνεκʼ ἄτης,</l><l n="357">οἷσιν ἐπὶ Ζεὺς θῆκε κακὸν μόρον, ὡς καὶ ὀπίσσω</l><l n="358">ἀνθρώποισι πελώμεθʼ ἀοίδιμοι ἐσσομένοισι.</l></q><l n="359"><milestone ed="P" unit="para"/>τὴν δʼ ἠμείβετʼ ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ</l><q><l n="360">μή με κάθιζʼ Ἑλένη φιλέουσά περ· οὐδέ με πείσεις·</l><l n="361">ἤδη γάρ μοι θυμὸς ἐπέσσυται ὄφρʼ ἐπαμύνω</l><l n="362">Τρώεσσʼ, οἳ μέγʼ ἐμεῖο ποθὴν ἀπεόντος ἔχουσιν.</l><l n="363">ἀλλὰ σύ γʼ ὄρνυθι τοῦτον, ἐπειγέσθω δὲ καὶ αὐτός,</l><l n="364">ὥς κεν ἔμʼ ἔντοσθεν πόλιος καταμάρψῃ ἐόντα.</l><l n="365">καὶ γὰρ ἐγὼν οἶκον δὲ ἐλεύσομαι ὄφρα ἴδωμαι</l><l n="366">οἰκῆας ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν.</l><l n="367">οὐ γὰρ οἶδʼ εἰ ἔτι σφιν ὑπότροπος ἵξομαι αὖτις,</l><l n="368">ἦ ἤδη μʼ ὑπὸ χερσὶ θεοὶ δαμόωσιν Ἀχαιῶν.</l><milestone ed="p" n="369" unit="card"/></q><l n="369"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ·</l><l n="370">αἶψα δʼ ἔπειθʼ ἵκανε δόμους εὖ ναιετάοντας,</l><l n="371">οὐδʼ εὗρʼ Ἀνδρομάχην λευκώλενον ἐν μεγάροισιν,</l><l n="372">ἀλλʼ ἥ γε ξὺν παιδὶ καὶ ἀμφιπόλῳ ἐϋπέπλῳ</l><l n="373">πύργῳ ἐφεστήκει γοόωσά τε μυρομένη τε.</l><l n="374">Ἕκτωρ δʼ ὡς οὐκ ἔνδον ἀμύμονα τέτμεν ἄκοιτιν</l><l n="375">ἔστη ἐπʼ οὐδὸν ἰών, μετὰ δὲ δμῳῇσιν ἔειπεν·</l><q><l n="376">εἰ δʼ ἄγε μοι δμῳαὶ νημερτέα μυθήσασθε·</l><l n="377">πῇ ἔβη Ἀνδρομάχη λευκώλενος ἐκ μεγάροιο;</l><l n="378">ἠέ πῃ ἐς γαλόων ἢ εἰνατέρων ἐϋπέπλων</l><l n="379">ἢ ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθά περ ἄλλαι</l><l n="380">Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται;</l></q><l n="381"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτʼ ὀτρηρὴ ταμίη πρὸς μῦθον ἔειπεν·</l><q><l n="382">Ἕκτορ ἐπεὶ μάλʼ ἄνωγας ἀληθέα μυθήσασθαι,</l><l n="383">οὔτέ πῃ ἐς γαλόων οὔτʼ εἰνατέρων ἐϋπέπλων</l><l n="384">οὔτʼ ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθά περ ἄλλαι</l><l n="385">Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται,</l><l n="386">ἀλλʼ ἐπὶ πύργον ἔβη μέγαν Ἰλίου, οὕνεκʼ ἄκουσε</l><l n="387">τείρεσθαι Τρῶας, μέγα δὲ κράτος εἶναι Ἀχαιῶν.</l><l n="388">ἣ μὲν δὴ πρὸς τεῖχος ἐπειγομένη ἀφικάνει</l><l n="389">μαινομένῃ ἐϊκυῖα· φέρει δʼ ἅμα παῖδα τιθήνη.</l></q><l n="390"><milestone ed="P" unit="para"/>ἦ ῥα γυνὴ ταμίη, ὃ δʼ ἀπέσσυτο δώματος Ἕκτωρ</l><l n="391">τὴν αὐτὴν ὁδὸν αὖτις ἐϋκτιμένας κατʼ ἀγυιάς.</l><l n="392">εὖτε πύλας ἵκανε διερχόμενος μέγα ἄστυ</l><l n="393">Σκαιάς, τῇ ἄρʼ ἔμελλε διεξίμεναι πεδίον δέ,</l><l n="394">ἔνθʼ ἄλοχος πολύδωρος ἐναντίη ἦλθε θέουσα</l><l n="395">Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος</l><l n="396">Ἠετίων ὃς ἔναιεν ὑπὸ Πλάκῳ ὑληέσσῃ</l><l n="397">Θήβῃ Ὑποπλακίῃ Κιλίκεσσʼ ἄνδρεσσιν ἀνάσσων·</l><l n="398">τοῦ περ δὴ θυγάτηρ ἔχεθʼ Ἕκτορι χαλκοκορυστῇ.</l><l n="399">ἥ οἱ ἔπειτʼ ἤντησʼ, ἅμα δʼ ἀμφίπολος κίεν αὐτῇ</l><l n="400">παῖδʼ ἐπὶ κόλπῳ ἔχουσʼ ἀταλάφρονα νήπιον αὔτως</l><l n="401">Ἑκτορίδην ἀγαπητὸν ἀλίγκιον ἀστέρι καλῷ,</l><l n="402">τόν ῥʼ Ἕκτωρ καλέεσκε Σκαμάνδριον, αὐτὰρ οἱ ἄλλοι</l><l n="403">Ἀστυάνακτʼ· οἶος γὰρ ἐρύετο Ἴλιον Ἕκτωρ.</l><l n="404">ἤτοι ὃ μὲν μείδησεν ἰδὼν ἐς παῖδα σιωπῇ·</l><l n="405">Ἀνδρομάχη δέ οἱ ἄγχι παρίστατο δάκρυ χέουσα,</l><l n="406">ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q><l n="407">δαιμόνιε φθίσει σε τὸ σὸν μένος, οὐδʼ ἐλεαίρεις</l><l n="408">παῖδά τε νηπίαχον καὶ ἔμʼ ἄμμορον, ἣ τάχα χήρη</l><l n="409">σεῦ ἔσομαι· τάχα γάρ σε κατακτανέουσιν Ἀχαιοὶ</l><l n="410">πάντες ἐφορμηθέντες· ἐμοὶ δέ κε κέρδιον εἴη</l><l n="411">σεῦ ἀφαμαρτούσῃ χθόνα δύμεναι· οὐ γὰρ ἔτʼ ἄλλη</l><l n="412">ἔσται θαλπωρὴ ἐπεὶ ἂν σύ γε πότμον ἐπίσπῃς</l><l n="413">ἀλλʼ ἄχεʼ· οὐδέ μοι ἔστι πατὴρ καὶ πότνια μήτηρ.</l><milestone ed="p" n="414" unit="card"/><l n="414">ἤτοι γὰρ πατέρʼ ἁμὸν ἀπέκτανε δῖος Ἀχιλλεύς,</l><l n="415">ἐκ δὲ πόλιν πέρσεν Κιλίκων εὖ ναιετάουσαν</l><l n="416">Θήβην ὑψίπυλον· κατὰ δʼ ἔκτανεν Ἠετίωνα,</l><l n="417">οὐδέ μιν ἐξενάριξε, σεβάσσατο γὰρ τό γε θυμῷ,</l><l n="418">ἀλλʼ ἄρα μιν κατέκηε σὺν ἔντεσι δαιδαλέοισιν</l><l n="419">ἠδʼ ἐπὶ σῆμʼ ἔχεεν· περὶ δὲ πτελέας ἐφύτευσαν</l><l n="420">νύμφαι ὀρεστιάδες κοῦραι Διὸς αἰγιόχοιο.</l><l n="421">οἳ δέ μοι ἑπτὰ κασίγνητοι ἔσαν ἐν μεγάροισιν</l><l n="422">οἳ μὲν πάντες ἰῷ κίον ἤματι Ἄϊδος εἴσω·</l><l n="423">πάντας γὰρ κατέπεφνε ποδάρκης δῖος Ἀχιλλεὺς</l><l n="424">βουσὶν ἐπʼ εἰλιπόδεσσι καὶ ἀργεννῇς ὀΐεσσι.</l><l n="425">μητέρα δʼ, ἣ βασίλευεν ὑπὸ Πλάκῳ ὑληέσσῃ,</l><l n="426">τὴν ἐπεὶ ἂρ δεῦρʼ ἤγαγʼ ἅμʼ ἄλλοισι κτεάτεσσιν,</l><l n="427">ἂψ ὅ γε τὴν ἀπέλυσε λαβὼν ἀπερείσιʼ ἄποινα,</l><l n="428">πατρὸς δʼ ἐν μεγάροισι βάλʼ Ἄρτεμις ἰοχέαιρα.</l><l n="429">Ἕκτορ ἀτὰρ σύ μοί ἐσσι πατὴρ καὶ πότνια μήτηρ</l><l n="430">ἠδὲ κασίγνητος, σὺ δέ μοι θαλερὸς παρακοίτης·</l><l n="431">ἀλλʼ ἄγε νῦν ἐλέαιρε καὶ αὐτοῦ μίμνʼ ἐπὶ πύργῳ,</l><l n="432">μὴ παῖδʼ ὀρφανικὸν θήῃς χήρην τε γυναῖκα·</l><l n="433">λαὸν δὲ στῆσον παρʼ ἐρινεόν, ἔνθα μάλιστα</l><l n="434">ἀμβατός ἐστι πόλις καὶ ἐπίδρομον ἔπλετο τεῖχος.</l><l n="435">τρὶς γὰρ τῇ γʼ ἐλθόντες ἐπειρήσανθʼ οἱ ἄριστοι</l><l n="436">ἀμφʼ Αἴαντε δύω καὶ ἀγακλυτὸν Ἰδομενῆα</l><l n="437">ἠδʼ ἀμφʼ Ἀτρεΐδας καὶ Τυδέος ἄλκιμον υἱόν·</l><l n="438">ἤ πού τίς σφιν ἔνισπε θεοπροπίων ἐῢ εἰδώς,</l><l n="439">ἤ νυ καὶ αὐτῶν θυμὸς ἐποτρύνει καὶ ἀνώγει.</l></q><l n="440"><milestone ed="P" unit="para"/>τὴν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·</l><q><l n="441">ἦ καὶ ἐμοὶ τάδε πάντα μέλει γύναι· ἀλλὰ μάλʼ αἰνῶς</l><l n="442">αἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους,</l><l n="443">αἴ κε κακὸς ὣς νόσφιν ἀλυσκάζω πολέμοιο·</l><l n="444">οὐδέ με θυμὸς ἄνωγεν, ἐπεὶ μάθον ἔμμεναι ἐσθλὸς</l><l n="445">αἰεὶ καὶ πρώτοισι μετὰ Τρώεσσι μάχεσθαι</l><l n="446">ἀρνύμενος πατρός τε μέγα κλέος ἠδʼ ἐμὸν αὐτοῦ.</l><l n="447">εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν·</l><l n="448">ἔσσεται ἦμαρ ὅτʼ ἄν ποτʼ ὀλώλῃ Ἴλιος ἱρὴ</l><l n="449">καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο.</l><l n="450">ἀλλʼ οὔ μοι Τρώων τόσσον μέλει ἄλγος ὀπίσσω,</l><l n="451">οὔτʼ αὐτῆς Ἑκάβης οὔτε Πριάμοιο ἄνακτος</l><l n="452">οὔτε κασιγνήτων, οἵ κεν πολέες τε καὶ ἐσθλοὶ</l><l n="453">ἐν κονίῃσι πέσοιεν ὑπʼ ἀνδράσι δυσμενέεσσιν,</l><l n="454">ὅσσον σεῦ, ὅτε κέν τις Ἀχαιῶν χαλκοχιτώνων</l><l n="455">δακρυόεσσαν ἄγηται ἐλεύθερον ἦμαρ ἀπούρας·</l><l n="456">καί κεν ἐν Ἄργει ἐοῦσα πρὸς ἄλλης ἱστὸν ὑφαίνοις,</l><l n="457">καί κεν ὕδωρ φορέοις Μεσσηΐδος ἢ Ὑπερείης</l><l n="458">πόλλʼ ἀεκαζομένη, κρατερὴ δʼ ἐπικείσετʼ ἀνάγκη·</l><l n="459">καί ποτέ τις εἴπῃσιν ἰδὼν κατὰ δάκρυ χέουσαν·</l><q><l n="460">Ἕκτορος ἥδε γυνὴ ὃς ἀριστεύεσκε μάχεσθαι</l><l n="461">Τρώων ἱπποδάμων ὅτε Ἴλιον ἀμφεμάχοντο.</l></q><l n="462">ὥς ποτέ τις ἐρέει· σοὶ δʼ αὖ νέον ἔσσεται ἄλγος</l><l n="463">χήτεϊ τοιοῦδʼ ἀνδρὸς ἀμύνειν δούλιον ἦμαρ.</l><l n="464">ἀλλά με τεθνηῶτα χυτὴ κατὰ γαῖα καλύπτοι</l><l n="465">πρίν γέ τι σῆς τε βοῆς σοῦ θʼ ἑλκηθμοῖο πυθέσθαι.</l><milestone ed="p" n="466" unit="card"/></q><l n="466"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν οὗ παιδὸς ὀρέξατο φαίδιμος Ἕκτωρ·</l><l n="467">ἂψ δʼ ὃ πάϊς πρὸς κόλπον ἐϋζώνοιο τιθήνης</l><l n="468">ἐκλίνθη ἰάχων πατρὸς φίλου ὄψιν ἀτυχθεὶς</l><l n="469">ταρβήσας χαλκόν τε ἰδὲ λόφον ἱππιοχαίτην,</l><l n="470">δεινὸν ἀπʼ ἀκροτάτης κόρυθος νεύοντα νοήσας.</l><l n="471">ἐκ δʼ ἐγέλασσε πατήρ τε φίλος καὶ πότνια μήτηρ·</l><l n="472">αὐτίκʼ ἀπὸ κρατὸς κόρυθʼ εἵλετο φαίδιμος Ἕκτωρ,</l><l n="473">καὶ τὴν μὲν κατέθηκεν ἐπὶ χθονὶ παμφανόωσαν·</l><l n="474">αὐτὰρ ὅ γʼ ὃν φίλον υἱὸν ἐπεὶ κύσε πῆλέ τε χερσὶν</l><l n="475">εἶπε δʼ ἐπευξάμενος Διί τʼ ἄλλοισίν τε θεοῖσι·</l><q><l n="476">Ζεῦ ἄλλοι τε θεοὶ δότε δὴ καὶ τόνδε γενέσθαι</l><l n="477">παῖδʼ ἐμὸν ὡς καὶ ἐγώ περ ἀριπρεπέα Τρώεσσιν,</l><l n="478">ὧδε βίην τʼ ἀγαθόν, καὶ Ἰλίου ἶφι ἀνάσσειν·</l><l n="479">καί ποτέ τις εἴποι πατρός γʼ ὅδε πολλὸν ἀμείνων</l><l n="480">ἐκ πολέμου ἀνιόντα· φέροι δʼ ἔναρα βροτόεντα</l><l n="481">κτείνας δήϊον ἄνδρα, χαρείη δὲ φρένα μήτηρ.</l></q><l n="482"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἀλόχοιο φίλης ἐν χερσὶν ἔθηκε</l><l n="483">παῖδʼ ἑόν· ἣ δʼ ἄρα μιν κηώδεϊ δέξατο κόλπῳ</l><l n="484">δακρυόεν γελάσασα· πόσις δʼ ἐλέησε νοήσας,</l><l n="485">χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q><l n="486">δαιμονίη μή μοί τι λίην ἀκαχίζεο θυμῷ·</l><l n="487">οὐ γάρ τίς μʼ ὑπὲρ αἶσαν ἀνὴρ Ἄϊδι προϊάψει·</l><l n="488">μοῖραν δʼ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν,</l><l n="489">οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ἐπὴν τὰ πρῶτα γένηται.</l><l n="490">ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σʼ αὐτῆς ἔργα κόμιζε</l><l n="491">ἱστόν τʼ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε</l><l n="492">ἔργον ἐποίχεσθαι· πόλεμος δʼ ἄνδρεσσι μελήσει</l><l n="493">πᾶσι, μάλιστα δʼ ἐμοί, τοὶ Ἰλίῳ ἐγγεγάασιν.</l></q><l n="494"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας κόρυθʼ εἵλετο φαίδιμος Ἕκτωρ</l><l n="495">ἵππουριν· ἄλοχος δὲ φίλη οἶκον δὲ βεβήκει</l><l n="496">ἐντροπαλιζομένη, θαλερὸν κατὰ δάκρυ χέουσα.</l><l n="497">αἶψα δʼ ἔπειθʼ ἵκανε δόμους εὖ ναιετάοντας</l><l n="498">Ἕκτορος ἀνδροφόνοιο, κιχήσατο δʼ ἔνδοθι πολλὰς</l><l n="499">ἀμφιπόλους, τῇσιν δὲ γόον πάσῃσιν ἐνῶρσεν.</l><l n="500">αἳ μὲν ἔτι ζωὸν γόον Ἕκτορα ᾧ ἐνὶ οἴκῳ·</l><l n="501">οὐ γάρ μιν ἔτʼ ἔφαντο ὑπότροπον ἐκ πολέμοιο</l><l n="502">ἵξεσθαι προφυγόντα μένος καὶ χεῖρας Ἀχαιῶν.</l><milestone ed="p" n="503" unit="card"/><l n="503"><milestone ed="P" unit="para"/>οὐδὲ Πάρις δήθυνεν ἐν ὑψηλοῖσι δόμοισιν,</l><l n="504">ἀλλʼ ὅ γʼ, ἐπεὶ κατέδυ κλυτὰ τεύχεα ποικίλα χαλκῷ,</l><l n="505">σεύατʼ ἔπειτʼ ἀνὰ ἄστυ ποσὶ κραιπνοῖσι πεποιθώς.</l><l n="506">ὡς δʼ ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ</l><l n="507">δεσμὸν ἀπορρήξας θείῃ πεδίοιο κροαίνων</l><l n="508">εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο</l><l n="509">κυδιόων· ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖται</l><l n="510">ὤμοις ἀΐσσονται· ὃ δʼ ἀγλαΐηφι πεποιθὼς</l><l n="511">ῥίμφά ἑ γοῦνα φέρει μετά τʼ ἤθεα καὶ νομὸν ἵππων·</l><l n="512">ὣς υἱὸς Πριάμοιο Πάρις κατὰ Περγάμου ἄκρης</l><l n="513">τεύχεσι παμφαίνων ὥς τʼ ἠλέκτωρ ἐβεβήκει</l><l n="514">καγχαλόων, ταχέες δὲ πόδες φέρον· αἶψα δʼ ἔπειτα</l><l n="515">Ἕκτορα δῖον ἔτετμεν ἀδελφεὸν εὖτʼ ἄρʼ ἔμελλε</l><l n="516">στρέψεσθʼ ἐκ χώρης ὅθι ᾗ ὀάριζε γυναικί.</l><l n="517">τὸν πρότερος προσέειπεν Ἀλέξανδρος θεοειδής·</l><q><l n="518">ἠθεῖʼ ἦ μάλα δή σε καὶ ἐσσύμενον κατερύκω</l><l n="519">δηθύνων, οὐδʼ ἦλθον ἐναίσιμον ὡς ἐκέλευες;</l></q><l n="520"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη κορυθαίολος Ἕκτωρ·</l><q><l n="521">δαιμόνιʼ οὐκ ἄν τίς τοι ἀνὴρ ὃς ἐναίσιμος εἴη</l><l n="522">ἔργον ἀτιμήσειε μάχης, ἐπεὶ ἄλκιμός ἐσσι·</l><l n="523">ἀλλὰ ἑκὼν μεθιεῖς τε καὶ οὐκ ἐθέλεις· τὸ δʼ ἐμὸν κῆρ</l><l n="524">ἄχνυται ἐν θυμῷ, ὅθʼ ὑπὲρ σέθεν αἴσχεʼ ἀκούω</l><l n="525">πρὸς Τρώων, οἳ ἔχουσι πολὺν πόνον εἵνεκα σεῖο.</l><l n="526">ἀλλʼ ἴομεν· τὰ δʼ ὄπισθεν ἀρεσσόμεθʼ, αἴ κέ ποθι Ζεὺς</l><l n="527">δώῃ ἐπουρανίοισι θεοῖς αἰειγενέτῃσι</l><l n="528">κρητῆρα στήσασθαι ἐλεύθερον ἐν μεγάροισιν</l><l n="529">ἐκ Τροίης ἐλάσαντας ἐϋκνήμιδας Ἀχαιούς.</l></q></div><div type="textpart" subtype="Book" n="7"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν πυλέων ἐξέσσυτο φαίδιμος Ἕκτωρ,</l><l n="2">τῷ δʼ ἅμʼ Ἀλέξανδρος κίʼ ἀδελφεός· ἐν δʼ ἄρα θυμῷ</l><l n="3">ἀμφότεροι μέμασαν πολεμίζειν ἠδὲ μάχεσθαι.</l><l n="4">ὡς δὲ θεὸς ναύτῃσιν ἐελδομένοισιν ἔδωκεν</l><l n="5">οὖρον, ἐπεί κε κάμωσιν ἐϋξέστῃς ἐλάτῃσι</l><l n="6">πόντον ἐλαύνοντες, καμάτῳ δʼ ὑπὸ γυῖα λέλυνται,</l><l n="7">ὣς ἄρα τὼ Τρώεσσιν ἐελδομένοισι φανήτην.</l><l n="8"><milestone ed="P" unit="para"/>ἔνθʼ ἑλέτην ὃ μὲν υἱὸν Ἀρηϊθόοιο ἄνακτος</l><l n="9">Ἄρνῃ ναιετάοντα Μενέσθιον, ὃν κορυνήτης</l><l n="10">γείνατʼ Ἀρηΐθοος καὶ Φυλομέδουσα βοῶπις·</l><l n="11">Ἕκτωρ δʼ Ἠϊονῆα βάλʼ ἔγχεϊ ὀξυόεντι</l><l n="12">αὐχένʼ ὑπὸ στεφάνης εὐχάλκου, λύντο δὲ γυῖα.</l><l n="13">Γλαῦκος δʼ Ἱππολόχοιο πάϊς Λυκίων ἀγὸς ἀνδρῶν</l><l n="14">Ἰφίνοον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην</l><l n="15">Δεξιάδην ἵππων ἐπιάλμενον ὠκειάων</l><l n="16">ὦμον· ὃ δʼ ἐξ ἵππων χαμάδις πέσε, λύντο δὲ γυῖα.</l><l n="17"><milestone ed="P" unit="para"/>τοὺς δʼ ὡς οὖν ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη</l><l n="18">Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ,</l><l n="19">βῆ ῥα κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα</l><l n="20">Ἴλιον εἰς ἱερήν· τῇ δʼ ἀντίος ὄρνυτʼ Ἀπόλλων</l><l n="21">Περγάμου ἐκκατιδών, Τρώεσσι δὲ βούλετο νίκην·</l><l n="22">ἀλλήλοισι δὲ τώ γε συναντέσθην παρὰ φηγῷ.</l><l n="23">τὴν πρότερος προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·</l><q><l n="24">τίπτε σὺ δʼ αὖ μεμαυῖα Διὸς θύγατερ μεγάλοιο</l><l n="25">ἦλθες ἀπʼ Οὐλύμποιο, μέγας δέ σε θυμὸς ἀνῆκεν;</l><l n="26">ἦ ἵνα δὴ Δαναοῖσι μάχης ἑτεραλκέα νίκην</l><l n="27">δῷς; ἐπεὶ οὔ τι Τρῶας ἀπολλυμένους ἐλεαίρεις.</l><l n="28">ἀλλʼ εἴ μοί τι πίθοιο τό κεν πολὺ κέρδιον εἴη·</l><l n="29">νῦν μὲν παύσωμεν πόλεμον καὶ δηϊοτῆτα</l><l n="30">σήμερον· ὕστερον αὖτε μαχήσοντʼ εἰς ὅ κε τέκμωρ</l><l n="31">Ἰλίου εὕρωσιν, ἐπεὶ ὣς φίλον ἔπλετο θυμῷ</l><l n="32">ὑμῖν ἀθανάτῃσι, διαπραθέειν τόδε ἄστυ.</l></q><l n="33"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·</l><q><l n="34">ὧδʼ ἔστω ἑκάεργε· τὰ γὰρ φρονέουσα καὶ αὐτὴ</l><l n="35">ἦλθον ἀπʼ Οὐλύμποιο μετὰ Τρῶας καὶ Ἀχαιούς.</l><l n="36">ἀλλʼ ἄγε πῶς μέμονας πόλεμον καταπαυσέμεν ἀνδρῶν;</l></q><l n="37"><milestone ed="P" unit="para"/>τὴν δʼ αὖτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·</l><q><l n="38">Ἕκτορος ὄρσωμεν κρατερὸν μένος ἱπποδάμοιο,</l><l n="39">ἤν τινά που Δαναῶν προκαλέσσεται οἰόθεν οἶος</l><l n="40">ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι,</l><l n="41">οἳ δέ κʼ ἀγασσάμενοι χαλκοκνήμιδες Ἀχαιοὶ</l><l n="42">οἶον ἐπόρσειαν πολεμίζειν Ἕκτορι δίῳ.</l><milestone ed="p" n="43" unit="card"/></q><l n="43"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη.</l><l n="44">τῶν δʼ Ἕλενος Πριάμοιο φίλος παῖς σύνθετο θυμῷ</l><l n="45">βουλήν, ἥ ῥα θεοῖσιν ἐφήνδανε μητιόωσι·</l><l n="46">στῆ δὲ παρʼ Ἕκτορʼ ἰὼν καί μιν πρὸς μῦθον ἔειπεν·</l><q><l n="47">Ἕκτορ υἱὲ Πριάμοιο Διὶ μῆτιν ἀτάλαντε</l><l n="48">ἦ ῥά νύ μοί τι πίθοιο, κασίγνητος δέ τοί εἰμι·</l><l n="49">ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιούς,</l><l n="50">αὐτὸς δὲ προκάλεσσαι Ἀχαιῶν ὅς τις ἄριστος</l><l n="51">ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι·</l><l n="52">οὐ γάρ πώ τοι μοῖρα θανεῖν καὶ πότμον ἐπισπεῖν·</l><l n="53">ὣς γὰρ ἐγὼ ὄπʼ ἄκουσα θεῶν αἰειγενετάων.</l></q><l n="54"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, Ἕκτωρ δʼ αὖτε χάρη μέγα μῦθον ἀκούσας,</l><l n="55">καί ῥʼ ἐς μέσσον ἰὼν Τρώων ἀνέεργε φάλαγγας,</l><l n="56">μέσσου δουρὸς ἑλών· οἳ δʼ ἱδρύνθησαν ἅπαντες.</l><l n="57">κὰδ δʼ Ἀγαμέμνων εἷσεν ἐϋκνήμιδας Ἀχαιούς·</l><l n="58">κὰδ δʼ ἄρʼ Ἀθηναίη τε καὶ ἀργυρότοξος Ἀπόλλων</l><l n="59">ἑζέσθην ὄρνισιν ἐοικότες αἰγυπιοῖσι</l><l n="60">φηγῷ ἐφʼ ὑψηλῇ πατρὸς Διὸς αἰγιόχοιο</l><l n="61">ἀνδράσι τερπόμενοι· τῶν δὲ στίχες εἵατο πυκναὶ</l><l n="62">ἀσπίσι καὶ κορύθεσσι καὶ ἔγχεσι πεφρικυῖαι.</l><l n="63">οἵη δὲ Ζεφύροιο ἐχεύατο πόντον ἔπι φρὶξ</l><l n="64">ὀρνυμένοιο νέον, μελάνει δέ τε πόντος ὑπʼ αὐτῆς,</l><l n="65">τοῖαι ἄρα στίχες εἵατʼ Ἀχαιῶν τε Τρώων τε</l><l n="66">ἐν πεδίῳ· Ἕκτωρ δὲ μετʼ ἀμφοτέροισιν ἔειπε·</l><q><l n="67">κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ</l><l n="68">ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.</l><l n="69">ὅρκια μὲν Κρονίδης ὑψίζυγος οὐκ ἐτέλεσσεν,</l><l n="70">ἀλλὰ κακὰ φρονέων τεκμαίρεται ἀμφοτέροισιν</l><l n="71">εἰς ὅ κεν ἢ ὑμεῖς Τροίην εὔπυργον ἕλητε</l><l n="72">ἢ αὐτοὶ παρὰ νηυσὶ δαμείετε ποντοπόροισιν.</l><l n="73">ὑμῖν δʼ ἐν γὰρ ἔασιν ἀριστῆες Παναχαιῶν·</l><l n="74">τῶν νῦν ὅν τινα θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει</l><l n="75">δεῦρʼ ἴτω ἐκ πάντων πρόμος ἔμμεναι Ἕκτορι δίῳ.</l><l n="76">ὧδε δὲ μυθέομαι, Ζεὺς δʼ ἄμμʼ ἐπιμάρτυρος ἔστω·</l><l n="77">εἰ μέν κεν ἐμὲ κεῖνος ἕλῃ ταναήκεϊ χαλκῷ,</l><l n="78">τεύχεα συλήσας φερέτω κοίλας ἐπὶ νῆας,</l><l n="79">σῶμα δὲ οἴκαδʼ ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με</l><l n="80">Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα.</l><l n="81">εἰ δέ κʼ ἐγὼ τὸν ἕλω, δώῃ δέ μοι εὖχος Ἀπόλλων,</l><l n="82">τεύχεα σύλησας οἴσω προτὶ Ἴλιον ἱρήν,</l><l n="83">καὶ κρεμόω προτὶ νηὸν Ἀπόλλωνος ἑκάτοιο,</l><l n="84">τὸν δὲ νέκυν ἐπὶ νῆας ἐϋσσέλμους ἀποδώσω,</l><l n="85">ὄφρά ἑ ταρχύσωσι κάρη κομόωντες Ἀχαιοί,</l><l n="86">σῆμά τέ οἱ χεύωσιν ἐπὶ πλατεῖ Ἑλλησπόντῳ.</l><l n="87">καί ποτέ τις εἴπῃσι καὶ ὀψιγόνων ἀνθρώπων</l><l n="88">νηῒ πολυκλήϊδι πλέων ἐπὶ οἴνοπα πόντον·</l><q><l n="89">ἀνδρὸς μὲν τόδε σῆμα πάλαι κατατεθνηῶτος,</l><l n="90">ὅν ποτʼ ἀριστεύοντα κατέκτανε φαίδιμος Ἕκτωρ.</l></q><l n="91">ὥς ποτέ τις ἐρέει· τὸ δʼ ἐμὸν κλέος οὔ ποτʼ ὀλεῖται.</l><milestone ed="p" n="92" unit="card"/></q><l n="92"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·</l><l n="93">αἴδεσθεν μὲν ἀνήνασθαι, δεῖσαν δʼ ὑποδέχθαι·</l><l n="94">ὀψὲ δὲ δὴ Μενέλαος ἀνίστατο καὶ μετέειπε</l><l n="95">νείκει ὀνειδίζων, μέγα δὲ στεναχίζετο θυμῷ·</l><q><l n="96">ὤ μοι ἀπειλητῆρες Ἀχαιΐδες οὐκέτʼ Ἀχαιοί·</l><l n="97">ἦ μὲν δὴ λώβη τάδε γʼ ἔσσεται αἰνόθεν αἰνῶς</l><l n="98">εἰ μή τις Δαναῶν νῦν Ἕκτορος ἀντίος εἶσιν.</l><l n="99">ἀλλʼ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε</l><l n="100">ἥμενοι αὖθι ἕκαστοι ἀκήριοι ἀκλεὲς αὔτως·</l><l n="101">τῷδε δʼ ἐγὼν αὐτὸς θωρήξομαι· αὐτὰρ ὕπερθε</l><l n="102">νίκης πείρατʼ ἔχονται ἐν ἀθανάτοισι θεοῖσιν.</l></q><l n="103"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας κατεδύσετο τεύχεα καλά.</l><l n="104">ἔνθά κέ τοι Μενέλαε φάνη βιότοιο τελευτὴ</l><l n="105">Ἕκτορος ἐν παλάμῃσιν, ἐπεὶ πολὺ φέρτερος ἦεν,</l><l n="106">εἰ μὴ ἀναΐξαντες ἕλον βασιλῆες Ἀχαιῶν,</l><l n="107">αὐτός τʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων</l><l n="108">δεξιτερῆς ἕλε χειρὸς ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q><l n="109">ἀφραίνεις Μενέλαε διοτρεφές, οὐδέ τί σε χρὴ</l><l n="110">ταύτης ἀφροσύνης· ἀνὰ δὲ σχέο κηδόμενός περ,</l><l n="111">μηδʼ ἔθελʼ ἐξ ἔριδος σεῦ ἀμείνονι φωτὶ μάχεσθαι</l><l n="112">Ἕκτορι Πριαμίδῃ, τόν τε στυγέουσι καὶ ἄλλοι.</l><l n="113">καὶ δʼ Ἀχιλεὺς τούτῳ γε μάχῃ ἔνι κυδιανείρῃ</l><l n="114">ἔρριγʼ ἀντιβολῆσαι, ὅ περ σέο πολλὸν ἀμείνων.</l><l n="115">ἀλλὰ σὺ μὲν νῦν ἵζευ ἰὼν μετὰ ἔθνος ἑταίρων,</l><l n="116">τούτῳ δὲ πρόμον ἄλλον ἀναστήσουσιν Ἀχαιοί.</l><l n="117">εἴ περ ἀδειής τʼ ἐστὶ καὶ εἰ μόθου ἔστʼ ἀκόρητος,</l><l n="118">φημί μιν ἀσπασίως γόνυ κάμψειν, αἴ κε φύγῃσι</l><l n="119">δηΐου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.</l></q><l n="120"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως</l><l n="121">αἴσιμα παρειπών, ὃ δʼ ἐπείθετο· τοῦ μὲν ἔπειτα</l><l n="122">γηθόσυνοι θεράποντες ἀπʼ ὤμων τεύχεʼ ἕλοντο·</l><l n="123">Νέστωρ δʼ Ἀργείοισιν ἀνίστατο καὶ μετέειπεν·</l><q><l n="124">ὢ πόποι ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει.</l><l n="125">ἦ κε μέγʼ οἰμώξειε γέρων ἱππηλάτα Πηλεὺς</l><l n="126">ἐσθλὸς Μυρμιδόνων βουληφόρος ἠδʼ ἀγορητής,</l><l n="127">ὅς ποτέ μʼ εἰρόμενος μέγʼ ἐγήθεεν ᾧ ἐνὶ οἴκῳ</l><l n="128">πάντων Ἀργείων ἐρέων γενεήν τε τόκον τε.</l><l n="129">τοὺς νῦν εἰ πτώσσοντας ὑφʼ Ἕκτορι πάντας ἀκούσαι,</l><l n="130">πολλά κεν ἀθανάτοισι φίλας ἀνὰ χεῖρας ἀείραι</l><l n="131">θυμὸν ἀπὸ μελέων δῦναι δόμον Ἄϊδος εἴσω.</l><milestone ed="p" n="132" unit="card"/><l n="132">αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον</l><l n="133">ἡβῷμʼ ὡς ὅτʼ ἐπʼ ὠκυρόῳ Κελάδοντι μάχοντο</l><l n="134">ἀγρόμενοι Πύλιοί τε καὶ Ἀρκάδες ἐγχεσίμωροι</l><l n="135">Φειᾶς πὰρ τείχεσσιν Ἰαρδάνου ἀμφὶ ῥέεθρα.</l><l n="136">τοῖσι δʼ Ἐρευθαλίων πρόμος ἵστατο ἰσόθεος φὼς</l><l n="137">τεύχεʼ ἔχων ὤμοισιν Ἀρηϊθόοιο ἄνακτος</l><l n="138">δίου Ἀρηϊθόου, τὸν ἐπίκλησιν κορυνήτην</l><l n="139">ἄνδρες κίκλησκον καλλίζωνοί τε γυναῖκες</l><l n="140">οὕνεκʼ ἄρʼ οὐ τόξοισι μαχέσκετο δουρί τε μακρῷ,</l><l n="141">ἀλλὰ σιδηρείῃ κορύνῃ ῥήγνυσκε φάλαγγας.</l><l n="142">τὸν Λυκόοργος ἔπεφνε δόλῳ, οὔ τι κράτεΐ γε,</l><l n="143">στεινωπῷ ἐν ὁδῷ ὅθʼ ἄρʼ οὐ κορύνη οἱ ὄλεθρον</l><l n="144">χραῖσμε σιδηρείη· πρὶν γὰρ Λυκόοργος ὑποφθὰς</l><l n="145">δουρὶ μέσον περόνησεν, ὃ δʼ ὕπτιος οὔδει ἐρείσθη·</l><l n="146">τεύχεα δʼ ἐξενάριξε, τά οἱ πόρε χάλκεος Ἄρης.</l><l n="147">καὶ τὰ μὲν αὐτὸς ἔπειτα φόρει μετὰ μῶλον Ἄρηος·</l><l n="148">αὐτὰρ ἐπεὶ Λυκόοργος ἐνὶ μεγάροισιν ἐγήρα,</l><l n="149">δῶκε δʼ Ἐρευθαλίωνι φίλῳ θεράποντι φορῆναι·</l><l n="150">τοῦ ὅ γε τεύχεʼ ἔχων προκαλίζετο πάντας ἀρίστους.</l><l n="151">οἳ δὲ μάλʼ ἐτρόμεον καὶ ἐδείδισαν, οὐδέ τις ἔτλη·</l><l n="152">ἀλλʼ ἐμὲ θυμὸς ἀνῆκε πολυτλήμων πολεμίζειν</l><l n="153">θάρσεϊ ᾧ· γενεῇ δὲ νεώτατος ἔσκον ἁπάντων·</l><l n="154">καὶ μαχόμην οἱ ἐγώ, δῶκεν δέ μοι εὖχος Ἀθήνη.</l><l n="155">τὸν δὴ μήκιστον καὶ κάρτιστον κτάνον ἄνδρα·</l><l n="156">πολλὸς γάρ τις ἔκειτο παρήορος ἔνθα καὶ ἔνθα.</l><l n="157">εἴθʼ ὣς ἡβώοιμι, βίη δέ μοι ἔμπεδος εἴη·</l><l n="158">τώ κε τάχʼ ἀντήσειε μάχης κορυθαίολος Ἕκτωρ.</l><l n="159">ὑμέων δʼ οἵ περ ἔασιν ἀριστῆες Παναχαιῶν</l><l n="160">οὐδʼ οἳ προφρονέως μέμαθʼ Ἕκτορος ἀντίον ἐλθεῖν.</l></q><l n="161"><milestone ed="P" unit="para"/>ὣς νείκεσσʼ ὃ γέρων, οἳ δʼ ἐννέα πάντες ἀνέσταν.</l><l n="162">ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,</l><l n="163">τῷ δʼ ἐπὶ Τυδεΐδης ὦρτο κρατερὸς Διομήδης,</l><l n="164">τοῖσι δʼ ἐπʼ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκήν,</l><l n="165">τοῖσι δʼ ἐπʼ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος</l><l n="166">Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ,</l><l n="167">τοῖσι δʼ ἐπʼ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός,</l><l n="168">ἂν δὲ Θόας Ἀνδραιμονίδης καὶ δῖος Ὀδυσσεύς·</l><l n="169">πάντες ἄρʼ οἵ γʼ ἔθελον πολεμίζειν Ἕκτορι δίῳ.</l><l n="170">τοῖς δʼ αὖτις μετέειπε Γερήνιος ἱππότα Νέστωρ·</l><q><l n="171">κλήρῳ νῦν πεπάλασθε διαμπερὲς ὅς κε λάχῃσιν·</l><l n="172">οὗτος γὰρ δὴ ὀνήσει ἐϋκνήμιδας Ἀχαιούς,</l><l n="173">καὶ δʼ αὐτὸς ὃν θυμὸν ὀνήσεται αἴ κε φύγῃσι</l><l n="174">δηΐου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.</l><milestone ed="p" n="175" unit="card"/></q><l n="175"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δὲ κλῆρον ἐσημήναντο ἕκαστος,</l><l n="176">ἐν δʼ ἔβαλον κυνέῃ Ἀγαμέμνονος Ἀτρεΐδαο.</l><l n="177">λαοὶ δʼ ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον·</l><l n="178">ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·</l><q><l n="179">Ζεῦ πάτερ ἢ Αἴαντα λαχεῖν, ἢ Τυδέος υἱόν,</l><l n="180">ἢ αὐτὸν βασιλῆα πολυχρύσοιο Μυκήνης.</l></q><l n="181"><milestone ed="P" unit="para"/>ὣς ἄρʼ ἔφαν, πάλλεν δὲ Γερήνιος ἱππότα Νέστωρ,</l><l n="182">ἐκ δʼ ἔθορε κλῆρος κυνέης ὃν ἄρʼ ἤθελον αὐτοὶ</l><l n="183">Αἴαντος· κῆρυξ δὲ φέρων ἀνʼ ὅμιλον ἁπάντῃ</l><l n="184">δεῖξʼ ἐνδέξια πᾶσιν ἀριστήεσσιν Ἀχαιῶν.</l><l n="185">οἳ δʼ οὐ γιγνώσκοντες ἀπηνήναντο ἕκαστος.</l><l n="186">ἀλλʼ ὅτε δὴ τὸν ἵκανε φέρων ἀνʼ ὅμιλον ἁπάντῃ</l><l n="187">ὅς μιν ἐπιγράψας κυνέῃ βάλε φαίδιμος Αἴας,</l><l n="188">ἤτοι ὑπέσχεθε χεῖρʼ, ὃ δʼ ἄρʼ ἔμβαλεν ἄγχι παραστάς,</l><l n="189">γνῶ δὲ κλήρου σῆμα ἰδών, γήθησε δὲ θυμῷ.</l><l n="190">τὸν μὲν πὰρ πόδʼ ἑὸν χαμάδις βάλε φώνησέν τε·</l><q><l n="191">ὦ φίλοι ἤτοι κλῆρος ἐμός, χαίρω δὲ καὶ αὐτὸς</l><l n="192">θυμῷ, ἐπεὶ δοκέω νικησέμεν Ἕκτορα δῖον.</l><l n="193">ἀλλʼ ἄγετʼ ὄφρʼ ἂν ἐγὼ πολεμήϊα τεύχεα δύω,</l><l n="194">τόφρʼ ὑμεῖς εὔχεσθε Διὶ Κρονίωνι ἄνακτι</l><l n="195">σιγῇ ἐφʼ ὑμείων ἵνα μὴ Τρῶές γε πύθωνται,</l><l n="196">ἠὲ καὶ ἀμφαδίην, ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης·</l><l n="197">οὐ γάρ τίς με βίῃ γε ἑκὼν ἀέκοντα δίηται</l><l n="198">οὐδέ τι ἰδρείῃ, ἐπεὶ οὐδʼ ἐμὲ νήϊδά γʼ οὕτως</l><l n="199">ἔλπομαι ἐν Σαλαμῖνι γενέσθαι τε τραφέμεν τε.</l></q><l n="200"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ εὔχοντο Διὶ Κρονίωνι ἄνακτι·</l><l n="201">ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·</l><q><l n="202">Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε</l><l n="203">δὸς νίκην Αἴαντι καὶ ἀγλαὸν εὖχος ἀρέσθαι·</l><l n="204">εἰ δὲ καὶ Ἕκτορά περ φιλέεις καὶ κήδεαι αὐτοῦ,</l><l n="205">ἴσην ἀμφοτέροισι βίην καὶ κῦδος ὄπασσον.</l><milestone ed="p" n="206" unit="card"/></q><l n="206"><milestone ed="P" unit="para"/>ὣς ἄρʼ ἔφαν, Αἴας δὲ κορύσσετο νώροπι χαλκῷ.</l><l n="207">αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροῒ ἕσσατο τεύχεα,</l><l n="208">σεύατʼ ἔπειθʼ οἷός τε πελώριος ἔρχεται Ἄρης,</l><l n="209">ὅς τʼ εἶσιν πόλεμον δὲ μετʼ ἀνέρας οὕς τε Κρονίων</l><l n="210">θυμοβόρου ἔριδος μένεϊ ξυνέηκε μάχεσθαι.</l><l n="211">τοῖος ἄρʼ Αἴας ὦρτο πελώριος ἕρκος Ἀχαιῶν</l><l n="212">μειδιόων βλοσυροῖσι προσώπασι· νέρθε δὲ ποσσὶν</l><l n="213">ἤϊε μακρὰ βιβάς, κραδάων δολιχόσκιον ἔγχος.</l><l n="214">τὸν δὲ καὶ Ἀργεῖοι μὲν ἐγήθεον εἰσορόωντες,</l><l n="215">Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον,</l><l n="216">Ἕκτορί τʼ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι πάτασσεν·</l><l n="217">ἀλλʼ οὔ πως ἔτι εἶχεν ὑποτρέσαι οὐδʼ ἀναδῦναι</l><l n="218">ἂψ λαῶν ἐς ὅμιλον, ἐπεὶ προκαλέσσατο χάρμῃ.</l><l n="219">Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον</l><l n="220">χάλκεον ἑπταβόειον, ὅ οἱ Τυχίος κάμε τεύχων</l><l n="221">σκυτοτόμων ὄχʼ ἄριστος Ὕλῃ ἔνι οἰκία ναίων,</l><l n="222">ὅς οἱ ἐποίησεν σάκος αἰόλον ἑπταβόειον</l><l n="223">ταύρων ζατρεφέων, ἐπὶ δʼ ὄγδοον ἤλασε χαλκόν.</l><l n="224">τὸ πρόσθε στέρνοιο φέρων Τελαμώνιος Αἴας</l><l n="225">στῆ ῥα μάλʼ Ἕκτορος ἐγγύς, ἀπειλήσας δὲ προσηύδα·</l><q><l n="226">Ἕκτορ νῦν μὲν δὴ σάφα εἴσεαι οἰόθεν οἶος</l><l n="227">οἷοι καὶ Δαναοῖσιν ἀριστῆες μετέασι</l><l n="228">καὶ μετʼ Ἀχιλλῆα ῥηξήνορα θυμολέοντα.</l><l n="229">ἀλλʼ ὃ μὲν ἐν νήεσσι κορωνίσι ποντοπόροισι</l><l n="230">κεῖτʼ ἀπομηνίσας Ἀγαμέμνονι ποιμένι λαῶν·</l><l n="231">ἡμεῖς δʼ εἰμὲν τοῖοι οἳ ἂν σέθεν ἀντιάσαιμεν</l><l n="232">καὶ πολέες· ἀλλʼ ἄρχε μάχης ἠδὲ πτολέμοιο.</l></q><l n="233"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·</l><q><l n="234">Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν</l><l n="235">μή τί μευ ἠΰτε παιδὸς ἀφαυροῦ πειρήτιζε</l><l n="236">ἠὲ γυναικός, ἣ οὐκ οἶδεν πολεμήϊα ἔργα.</l><l n="237">αὐτὰρ ἐγὼν εὖ οἶδα μάχας τʼ ἀνδροκτασίας τε·</l><l n="238">οἶδʼ ἐπὶ δεξιά, οἶδʼ ἐπʼ ἀριστερὰ νωμῆσαι βῶν</l><l n="239">ἀζαλέην, τό μοι ἔστι ταλαύρινον πολεμίζειν·</l><l n="240">οἶδα δʼ ἐπαΐξαι μόθον ἵππων ὠκειάων·</l><l n="241">οἶδα δʼ ἐνὶ σταδίῃ δηΐῳ μέλπεσθαι Ἄρηϊ.</l><l n="242">ἀλλʼ οὐ γάρ σʼ ἐθέλω βαλέειν τοιοῦτον ἐόντα</l><l n="243">λάθρῃ ὀπιπεύσας, ἀλλʼ ἀμφαδόν, αἴ κε τύχωμι.</l></q><milestone ed="p" n="244" unit="card"/><l n="244"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,</l><l n="245">καὶ βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειον</l><l n="246">ἀκρότατον κατὰ χαλκόν, ὃς ὄγδοος ἦεν ἐπʼ αὐτῷ.</l><l n="247">ἓξ δὲ διὰ πτύχας ἦλθε δαΐζων χαλκὸς ἀτειρής,</l><l n="248">ἐν τῇ δʼ ἑβδομάτῃ ῥινῷ σχέτο· δεύτερος αὖτε</l><l n="249">Αἴας διογενὴς προΐει δολιχόσκιον ἔγχος,</l><l n="250">καὶ βάλε Πριαμίδαο κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην.</l><l n="251">διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,</l><l n="252">καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο·</l><l n="253">ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα</l><l n="254">ἔγχος· ὃ δʼ ἐκλίνθη καὶ ἀλεύατο κῆρα μέλαιναν.</l><l n="255">τὼ δʼ ἐκσπασσαμένω δολίχʼ ἔγχεα χερσὶν ἅμʼ ἄμφω</l><l n="256">σύν ῥʼ ἔπεσον λείουσιν ἐοικότες ὠμοφάγοισιν</l><l n="257">ἢ συσὶ κάπροισιν, τῶν τε σθένος οὐκ ἀλαπαδνόν.</l><l n="258">Πριαμίδης μὲν ἔπειτα μέσον σάκος οὔτασε δουρί,</l><l n="259">οὐδʼ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμή.</l><l n="260">Αἴας δʼ ἀσπίδα νύξεν ἐπάλμενος· ἣ δὲ διαπρὸ</l><l n="261">ἤλυθεν ἐγχείη, στυφέλιξε δέ μιν μεμαῶτα,</l><l n="262">τμήδην δʼ αὐχένʼ ἐπῆλθε, μέλαν δʼ ἀνεκήκιεν αἷμα,</l><l n="263">ἀλλʼ οὐδʼ ὧς ἀπέληγε μάχης κορυθαίολος Ἕκτωρ,</l><l n="264">ἀλλʼ ἀναχασσάμενος λίθον εἵλετο χειρὶ παχείῃ</l><l n="265">κείμενον ἐν πεδίῳ μέλανα τρηχύν τε μέγαν τε·</l><l n="266">τῷ βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειον</l><l n="267">μέσσον ἐπομφάλιον· περιήχησεν δʼ ἄρα χαλκός.</l><l n="268">δεύτερος αὖτʼ Αἴας πολὺ μείζονα λᾶαν ἀείρας</l><l n="269">ἧκʼ ἐπιδινήσας, ἐπέρεισε δὲ ἶνʼ ἀπέλεθρον,</l><l n="270">εἴσω δʼ ἀσπίδʼ ἔαξε βαλὼν μυλοειδέϊ πέτρῳ,</l><l n="271">βλάψε δέ οἱ φίλα γούναθʼ· ὃ δʼ ὕπτιος ἐξετανύσθη</l><l n="272">ἀσπίδι ἐγχριμφθείς· τὸν δʼ αἶψʼ ὤρθωσεν Ἀπόλλων.</l><l n="273">καί νύ κε δὴ ξιφέεσσʼ αὐτοσχεδὸν οὐτάζοντο,</l><l n="274">εἰ μὴ κήρυκες Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν</l><l n="275">ἦλθον, ὃ μὲν Τρώων, ὃ δʼ Ἀχαιῶν χαλκοχιτώνων,</l><l n="276">Ταλθύβιός τε καὶ Ἰδαῖος πεπνυμένω ἄμφω·</l><l n="277">μέσσῳ δʼ ἀμφοτέρων σκῆπτρα σχέθον, εἶπέ τε μῦθον</l><l n="278">κῆρυξ Ἰδαῖος πεπνυμένα μήδεα εἰδώς·</l><q><l n="279">μηκέτι παῖδε φίλω πολεμίζετε μηδὲ μάχεσθον·</l><l n="280">ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεύς,</l><l n="281">ἄμφω δʼ αἰχμητά· τό γε δὴ καὶ ἴδμεν ἅπαντες.</l><l n="282">νὺξ δʼ ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι.</l></q><milestone ed="p" n="283" unit="card"/><l n="283"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας·</l><q><l n="284">Ἰδαῖʼ Ἕκτορα ταῦτα κελεύετε μυθήσασθαι·</l><l n="285">αὐτὸς γὰρ χάρμῃ προκαλέσσατο πάντας ἀρίστους.</l><l n="286">ἀρχέτω· αὐτὰρ ἐγὼ μάλα πείσομαι ᾗ περ ἂν οὗτος.</l></q><l n="287"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·</l><q><l n="288">Αἶαν ἐπεί τοι δῶκε θεὸς μέγεθός τε βίην τε</l><l n="289">καὶ πινυτήν, περὶ δʼ ἔγχει Ἀχαιῶν φέρτατός ἐσσι,</l><l n="290">νῦν μὲν παυσώμεσθα μάχης καὶ δηϊοτῆτος</l><l n="291">σήμερον· ὕστερον αὖτε μαχησόμεθʼ εἰς ὅ κε δαίμων</l><l n="292">ἄμμε διακρίνῃ, δώῃ δʼ ἑτέροισί γε νίκην.</l><l n="293">νὺξ δʼ ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι,</l><l n="294">ὡς σύ τʼ ἐϋφρήνῃς πάντας παρὰ νηυσὶν Ἀχαιούς,</l><l n="295">σούς τε μάλιστα ἔτας καὶ ἑταίρους, οἵ τοι ἔασιν·</l><l n="296">αὐτὰρ ἐγὼ κατὰ ἄστυ μέγα Πριάμοιο ἄνακτος</l><l n="297">Τρῶας ἐϋφρανέω καὶ Τρῳάδας ἑλκεσιπέπλους,</l><l n="298">αἵ τέ μοι εὐχόμεναι θεῖον δύσονται ἀγῶνα.</l><l n="299">δῶρα δʼ ἄγʼ ἀλλήλοισι περικλυτὰ δώομεν ἄμφω,</l><l n="300">ὄφρά τις ὧδʼ εἴπῃσιν Ἀχαιῶν τε Τρώων τε·</l><q><l n="301">ἠμὲν ἐμαρνάσθην ἔριδος πέρι θυμοβόροιο,</l><l n="302">ἠδʼ αὖτʼ ἐν φιλότητι διέτμαγεν ἀρθμήσαντε.</l></q></q><l n="303"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας δῶκε ξίφος ἀργυρόηλον</l><l n="304">σὺν κολεῷ τε φέρων καὶ ἐϋτμήτῳ τελαμῶνι·</l><l n="305">Αἴας δὲ ζωστῆρα δίδου φοίνικι φαεινόν.</l><l n="306">τὼ δὲ διακρινθέντε ὃ μὲν μετὰ λαὸν Ἀχαιῶν</l><l n="307">ἤϊʼ, ὃ δʼ ἐς Τρώων ὅμαδον κίε· τοὶ δὲ χάρησαν,</l><l n="308">ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα,</l><l n="309">Αἴαντος προφυγόντα μένος καὶ χεῖρας ἀάπτους·</l><l n="310">καί ῥʼ ἦγον προτὶ ἄστυ ἀελπτέοντες σόον εἶναι.</l><l n="311">Αἴαντʼ αὖθʼ ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ</l><l n="312">εἰς Ἀγαμέμνονα δῖον ἄγον κεχαρηότα νίκῃ.</l><milestone ed="p" n="313" unit="card"/><l n="313"><milestone ed="P" unit="para"/>οἳ δʼ ὅτε δὴ κλισίῃσιν ἐν Ἀτρεΐδαο γένοντο,</l><l n="314">τοῖσι δὲ βοῦν ἱέρευσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων</l><l n="315">ἄρσενα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι.</l><l n="316">τὸν δέρον ἀμφί θʼ ἕπον, καί μιν διέχευαν ἅπαντα,</l><l n="317">μίστυλλόν τʼ ἄρʼ ἐπισταμένως πεῖράν τʼ ὀβελοῖσιν,</l><l n="318">ὄπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.</l><l n="319">αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα,</l><l n="320">δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης·</l><l n="321">νώτοισιν δʼ Αἴαντα διηνεκέεσσι γέραιρεν</l><l n="322">ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων.</l><l n="323">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="324">τοῖς ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν</l><l n="325">Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή·</l><l n="326">ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·</l><q><l n="327">Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν,</l><l n="328">πολλοὶ γὰρ τεθνᾶσι κάρη κομόωντες Ἀχαιοί,</l><l n="329">τῶν νῦν αἷμα κελαινὸν ἐΰρροον ἀμφὶ Σκάμανδρον</l><l n="330">ἐσκέδασʼ ὀξὺς Ἄρης, ψυχαὶ δʼ Ἄϊδος δὲ κατῆλθον·</l><l n="331">τώ σε χρὴ πόλεμον μὲν ἅμʼ ἠοῖ παῦσαι Ἀχαιῶν,</l><l n="332">αὐτοὶ δʼ ἀγρόμενοι κυκλήσομεν ἐνθάδε νεκροὺς</l><l n="333">βουσὶ καὶ ἡμιόνοισιν· ἀτὰρ κατακήομεν αὐτοὺς</l><l n="334">τυτθὸν ἀπὸ πρὸ νεῶν, ὥς κʼ ὀστέα παισὶν ἕκαστος</l><l n="335">οἴκαδʼ ἄγῃ ὅτʼ ἂν αὖτε νεώμεθα πατρίδα γαῖαν.</l><l n="336">τύμβον δʼ ἀμφὶ πυρὴν ἕνα χεύομεν ἐξαγαγόντες</l><l n="337">ἄκριτον ἐκ πεδίου· ποτὶ δʼ αὐτὸν δείμομεν ὦκα</l><l n="338">πύργους ὑψηλοὺς εἶλαρ νηῶν τε καὶ αὐτῶν.</l><l n="339">ἐν δʼ αὐτοῖσι πύλας ποιήσομεν εὖ ἀραρυίας,</l><l n="340">ὄφρα διʼ αὐτάων ἱππηλασίη ὁδὸς εἴη·</l><l n="341">ἔκτοσθεν δὲ βαθεῖαν ὀρύξομεν ἐγγύθι τάφρον,</l><l n="342">ἥ χʼ ἵππον καὶ λαὸν ἐρυκάκοι ἀμφὶς ἐοῦσα,</l><l n="343">μή ποτʼ ἐπιβρίσῃ πόλεμος Τρώων ἀγερώχων.</l></q><l n="344"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπῄνησαν βασιλῆες.</l><l n="345">Τρώων αὖτʼ ἀγορὴ γένετʼ Ἰλίου ἐν πόλει ἄκρῃ</l><l n="346">δεινὴ τετρηχυῖα, παρὰ Πριάμοιο θύρῃσι·</l><l n="347">τοῖσιν δʼ Ἀντήνωρ πεπνυμένος ἦρχʼ ἀγορεύειν·</l><q><l n="348">κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι,</l><l n="349">ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.</l><l n="350">δεῦτʼ ἄγετʼ Ἀργείην Ἑλένην καὶ κτήμαθʼ ἅμʼ αὐτῇ</l><l n="351">δώομεν Ἀτρεΐδῃσιν ἄγειν· νῦν δʼ ὅρκια πιστὰ</l><l n="352">ψευσάμενοι μαχόμεσθα· τὼ οὔ νύ τι κέρδιον ἡμῖν</l><l n="353">ἔλπομαι ἐκτελέεσθαι, ἵνα μὴ ῥέξομεν ὧδε.</l><milestone ed="p" n="354" unit="card"/></q><l n="354"><milestone ed="P" unit="para"/>ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο· τοῖσι δʼ ἀνέστη</l><l n="355">δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο,</l><l n="356">ὅς μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="357">Ἀντῆνορ σὺ μὲν οὐκέτʼ ἐμοὶ φίλα ταῦτʼ ἀγορεύεις·</l><l n="358">οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι.</l><l n="359">εἰ δʼ ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις,</l><l n="360">ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί.</l><l n="361">αὐτὰρ ἐγὼ Τρώεσσι μεθʼ ἱπποδάμοις ἀγορεύσω·</l><l n="362">ἀντικρὺ δʼ ἀπόφημι γυναῖκα μὲν οὐκ ἀποδώσω·</l><l n="363">κτήματα δʼ ὅσσʼ ἀγόμην ἐξ Ἄργεος ἡμέτερον δῶ</l><l n="364">πάντʼ ἐθέλω δόμεναι καὶ οἴκοθεν ἄλλʼ ἐπιθεῖναι.</l></q><l n="365"><milestone ed="P" unit="para"/>ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο· τοῖσι δʼ ἀνέστη</l><l n="366">Δαρδανίδης Πρίαμος, θεόφιν μήστωρ ἀτάλαντος,</l><l n="367">ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε·</l><q><l n="368">κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι,</l><l n="369">ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.</l><l n="370">νῦν μὲν δόρπον ἕλεσθε κατὰ πτόλιν ὡς τὸ πάρος περ,</l><l n="371">καὶ φυλακῆς μνήσασθε καὶ ἐγρήγορθε ἕκαστος·</l><l n="372">ἠῶθεν δʼ Ἰδαῖος ἴτω κοίλας ἐπὶ νῆας</l><l n="373">εἰπέμεν Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ</l><l n="374">μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρε·</l><l n="375">καὶ δὲ τόδʼ εἰπέμεναι πυκινὸν ἔπος, αἴ κʼ ἐθέλωσι</l><l n="376">παύσασθαι πολέμοιο δυσηχέος, εἰς ὅ κε νεκροὺς</l><l n="377">κήομεν· ὕστερον αὖτε μαχησόμεθʼ εἰς ὅ κε δαίμων</l><l n="378">ἄμμε διακρίνῃ, δώῃ δʼ ἑτέροισί γε νίκην.</l></q><l n="379"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο·</l><l n="380">δόρπον ἔπειθʼ εἵλοντο κατὰ στρατὸν ἐν τελέεσσιν·</l><l n="381">ἠῶθεν δʼ Ἰδαῖος ἔβη κοίλας ἐπὶ νῆας·</l><l n="382">τοὺς δʼ εὗρʼ εἰν ἀγορῇ Δαναοὺς θεράποντας Ἄρηος</l><l n="383">νηῒ πάρα πρύμνῃ Ἀγαμέμνονος· αὐτὰρ ὃ τοῖσι</l><l n="384">στὰς ἐν μέσσοισιν μετεφώνεεν ἠπύτα κῆρυξ·</l><q><l n="385">Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν</l><l n="386">ἠνώγει Πρίαμός τε καὶ ἄλλοι Τρῶες ἀγαυοὶ</l><l n="387">εἰπεῖν, αἴ κέ περ ὔμμι φίλον καὶ ἡδὺ γένοιτο,</l><l n="388">μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρε·</l><l n="389">κτήματα μὲν ὅσʼ Ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶν</l><l n="390">ἠγάγετο Τροίηνδʼ· ὡς πρὶν ὤφελλʼ ἀπολέσθαι·</l><l n="391">πάντʼ ἐθέλει δόμεναι καὶ οἴκοθεν ἄλλʼ ἐπιθεῖναι·</l><l n="392">κουριδίην δʼ ἄλοχον Μενελάου κυδαλίμοιο</l><l n="393">οὔ φησιν δώσειν· ἦ μὴν Τρῶές γε κέλονται.</l><l n="394">καὶ δὲ τόδʼ ἠνώγεον εἰπεῖν ἔπος αἴ κʼ ἐθέλητε</l><l n="395">παύσασθαι πολέμοιο δυσηχέος εἰς ὅ κε νεκροὺς</l><l n="396">κήομεν· ὕστερον αὖτε μαχησόμεθʼ εἰς ὅ κε δαίμων</l><l n="397">ἄμμε διακρίνῃ, δώῃ δʼ ἑτέροισί γε νίκην.</l><milestone ed="p" n="398" unit="card"/></q><l n="398"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·</l><l n="399">ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·</l><q><l n="400">μήτʼ ἄρ τις νῦν κτήματʼ Ἀλεξάνδροιο δεχέσθω</l><l n="401">μήθʼ Ἑλένην· γνωτὸν δὲ καὶ ὃς μάλα νήπιός ἐστιν</l><l n="402">ὡς ἤδη Τρώεσσιν ὀλέθρου πείρατʼ ἐφῆπται.</l></q><l n="403"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν</l><l n="404">μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο·</l><l n="405">καὶ τότʼ ἄρʼ Ἰδαῖον προσέφη κρείων Ἀγαμέμνων·</l><q><l n="406">Ἰδαῖʼ ἤτοι μῦθον Ἀχαιῶν αὐτὸς ἀκούεις</l><l n="407">ὥς τοι ὑποκρίνονται· ἐμοὶ δʼ ἐπιανδάνει οὕτως</l><l n="408">ἀμφὶ δὲ νεκροῖσιν κατακαιέμεν οὔ τι μεγαίρω·</l><l n="409">οὐ γάρ τις φειδὼ νεκύων κατατεθνηώτων</l><l n="410">γίγνετʼ ἐπεί κε θάνωσι πυρὸς μειλισσέμεν ὦκα.</l><l n="411">ὅρκια δὲ Ζεὺς ἴστω ἐρίγδουπος πόσις Ἥρης.</l></q><l n="412"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν τὸ σκῆπτρον ἀνέσχεθε πᾶσι θεοῖσιν,</l><l n="413">ἄψορρον δʼ Ἰδαῖος ἔβη προτὶ Ἴλιον ἱρήν.</l><l n="414">οἳ δʼ ἕατʼ εἰν ἀγορῇ Τρῶες καὶ Δαρδανίωνες</l><l n="415">πάντες ὁμηγερέες, ποτιδέγμενοι ὁππότʼ ἄρʼ ἔλθοι</l><l n="416">Ἰδαῖος· ὃ δʼ ἄρʼ ἦλθε καὶ ἀγγελίην ἀπέειπε</l><l n="417">στὰς ἐν μέσσοισιν· τοὶ δʼ ὁπλίζοντο μάλʼ ὦκα,</l><l n="418">ἀμφότερον νέκυάς τʼ ἀγέμεν ἕτεροι δὲ μεθʼ ὕλην·</l><l n="419">Ἀργεῖοι δʼ ἑτέρωθεν ἐϋσσέλμων ἀπὸ νηῶν</l><l n="420">ὀτρύνοντο νέκυς τʼ ἀγέμεν, ἕτεροι δὲ μεθʼ ὕλην.</l><l n="421"><milestone ed="P" unit="para"/>Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας</l><l n="422">ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο</l><l n="423">οὐρανὸν εἰσανιών· οἳ δʼ ἤντεον ἀλλήλοισιν.</l><l n="424">ἔνθα διαγνῶναι χαλεπῶς ἦν ἄνδρα ἕκαστον·</l><l n="425">ἀλλʼ ὕδατι νίζοντες ἄπο βρότον αἱματόεντα</l><l n="426">δάκρυα θερμὰ χέοντες ἀμαξάων ἐπάειραν.</l><l n="427">οὐδʼ εἴα κλαίειν Πρίαμος μέγας· οἳ δὲ σιωπῇ</l><l n="428">νεκροὺς πυρκαϊῆς ἐπινήνεον ἀχνύμενοι κῆρ,</l><l n="429">ἐν δὲ πυρὶ πρήσαντες ἔβαν προτὶ Ἴλιον ἱρήν.</l><l n="430">ὣς δʼ αὔτως ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ</l><l n="431">νεκροὺς πυρκαϊῆς ἐπινήνεον ἀχνύμενοι κῆρ,</l><l n="432">ἐν δὲ πυρὶ πρήσαντες ἔβαν κοίλας ἐπὶ νῆας.</l><l n="433"><milestone ed="P" unit="para"/>ἦμος δʼ οὔτʼ ἄρ πω ἠώς, ἔτι δʼ ἀμφιλύκη νύξ,</l><l n="434">τῆμος ἄρʼ ἀμφὶ πυρὴν κριτὸς ἔγρετο λαὸς Ἀχαιῶν,</l><l n="435">τύμβον δʼ ἀμφʼ αὐτὴν ἕνα ποίεον ἐξαγαγόντες</l><l n="436">ἄκριτον ἐκ πεδίου, ποτὶ δʼ αὐτὸν τεῖχος ἔδειμαν</l><l n="437">πύργους θʼ ὑψηλούς, εἶλαρ νηῶν τε καὶ αὐτῶν.</l><l n="438">ἐν δʼ αὐτοῖσι πύλας ἐνεποίεον εὖ ἀραρυίας,</l><l n="439">ὄφρα διʼ αὐτάων ἱππηλασίη ὁδὸς εἴη·</l><l n="440">ἔκτοσθεν δὲ βαθεῖαν ἐπʼ αὐτῷ τάφρον ὄρυξαν</l><l n="441">εὐρεῖαν μεγάλην, ἐν δὲ σκόλοπας κατέπηξαν.</l><milestone ed="p" n="442" unit="card"/><l n="442"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν πονέοντο κάρη κομόωντες Ἀχαιοί·</l><l n="443">οἳ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἀστεροπητῇ</l><l n="444">θηεῦντο μέγα ἔργον Ἀχαιῶν χαλκοχιτώνων.</l><l n="445">τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων ἐνοσίχθων·</l><q><l n="446">Ζεῦ πάτερ, ἦ ῥά τίς ἐστι βροτῶν ἐπʼ ἀπείρονα γαῖαν</l><l n="447">ὅς τις ἔτʼ ἀθανάτοισι νόον καὶ μῆτιν ἐνίψει;</l><l n="448">οὐχ ὁράᾳς ὅτι δʼ αὖτε κάρη κομόωντες Ἀχαιοὶ</l><l n="449">τεῖχος ἐτειχίσσαντο νεῶν ὕπερ, ἀμφὶ δὲ τάφρον</l><l n="450">ἤλασαν, οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας;</l><l n="451">τοῦ δʼ ἤτοι κλέος ἔσται ὅσον τʼ ἐπικίδναται ἠώς·</l><l n="452">τοῦ δʼ ἐπιλήσονται τὸ ἐγὼ καὶ Φοῖβος Ἀπόλλων</l><l n="453">ἥρῳ Λαομέδοντι πολίσσαμεν ἀθλήσαντε.</l></q><l n="454"><milestone ed="P" unit="para"/>τὸν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·</l><q><l n="455">ὢ πόποι ἐννοσίγαιʼ εὐρυσθενές, οἷον ἔειπες.</l><l n="456">ἄλλός κέν τις τοῦτο θεῶν δείσειε νόημα,</l><l n="457">ὃς σέο πολλὸν ἀφαυρότερος χεῖράς τε μένος τε·</l><l n="458">σὸν δʼ ἤτοι κλέος ἔσται ὅσον τʼ ἐπικίδναται ἠώς.</l><l n="459">ἄγρει μὰν ὅτʼ ἂν αὖτε κάρη κομόωντες Ἀχαιοὶ</l><l n="460">οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν</l><l n="461">τεῖχος ἀναρρήξας τὸ μὲν εἰς ἅλα πᾶν καταχεῦαι,</l><l n="462">αὖτις δʼ ἠϊόνα μεγάλην ψαμάθοισι καλύψαι,</l><l n="463">ὥς κέν τοι μέγα τεῖχος ἀμαλδύνηται Ἀχαιῶν.</l></q><l n="464"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,</l><l n="465">δύσετο δʼ ἠέλιος, τετέλεστο δὲ ἔργον Ἀχαιῶν,</l><l n="466">βουφόνεον δὲ κατὰ κλισίας καὶ δόρπον ἕλοντο.</l><l n="467">νῆες δʼ ἐκ Λήμνοιο παρέσταν οἶνον ἄγουσαι</l><l n="468">πολλαί, τὰς προέηκεν Ἰησονίδης Εὔνηος,</l><l n="469">τόν ῥʼ ἔτεχʼ Ὑψιπύλη ὑπʼ Ἰήσονι ποιμένι λαῶν.</l><l n="470">χωρὶς δʼ Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ</l><l n="471">δῶκεν Ἰησονίδης ἀγέμεν μέθυ χίλια μέτρα.</l><l n="472">ἔνθεν οἰνίζοντο κάρη κομόωντες Ἀχαιοί,</l><l n="473">ἄλλοι μὲν χαλκῷ, ἄλλοι δʼ αἴθωνι σιδήρῳ,</l><l n="474">ἄλλοι δὲ ῥινοῖς, ἄλλοι δʼ αὐτῇσι βόεσσιν,</l><l n="475">ἄλλοι δʼ ἀνδραπόδεσσι· τίθεντο δὲ δαῖτα θάλειαν.</l><l n="476">παννύχιοι μὲν ἔπειτα κάρη κομόωντες Ἀχαιοὶ</l><l n="477">δαίνυντο, Τρῶες δὲ κατὰ πτόλιν ἠδʼ ἐπίκουροι·</l><l n="478">παννύχιος δέ σφιν κακὰ μήδετο μητίετα Ζεὺς</l><l n="479">σμερδαλέα κτυπέων· τοὺς δὲ χλωρὸν δέος ᾕρει·</l><l n="480">οἶνον δʼ ἐκ δεπάων χαμάδις χέον, οὐδέ τις ἔτλη</l><l n="481">πρὶν πιέειν πρὶν λεῖψαι ὑπερμενέϊ Κρονίωνι.</l><l n="482">κοιμήσαντʼ ἄρʼ ἔπειτα καὶ ὕπνου δῶρον ἕλοντο.</l></div><div type="textpart" subtype="Book" n="8"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>Ἠὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπʼ αἶαν,</l><l n="2">Ζεὺς δὲ θεῶν ἀγορὴν ποιήσατο τερπικέραυνος</l><l n="3">ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο·</l><l n="4">αὐτὸς δέ σφʼ ἀγόρευε, θεοὶ δʼ ὑπὸ πάντες ἄκουον·</l><q><l n="5">κέκλυτέ μευ πάντές τε θεοὶ πᾶσαί τε θέαιναι,</l><l n="6">ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.</l><l n="7">μήτέ τις οὖν θήλεια θεὸς τό γε μήτέ τις ἄρσην</l><l n="8">πειράτω διακέρσαι ἐμὸν ἔπος, ἀλλʼ ἅμα πάντες</l><l n="9">αἰνεῖτʼ, ὄφρα τάχιστα τελευτήσω τάδε ἔργα.</l><l n="10">ὃν δʼ ἂν ἐγὼν ἀπάνευθε θεῶν ἐθέλοντα νοήσω</l><l n="11">ἐλθόντʼ ἢ Τρώεσσιν ἀρηγέμεν ἢ Δαναοῖσι</l><l n="12">πληγεὶς οὐ κατὰ κόσμον ἐλεύσεται Οὔλυμπον δέ·</l><l n="13">ἤ μιν ἑλὼν ῥίψω ἐς Τάρταρον ἠερόεντα</l><l n="14">τῆλε μάλʼ, ἧχι βάθιστον ὑπὸ χθονός ἐστι βέρεθρον,</l><l n="15">ἔνθα σιδήρειαί τε πύλαι καὶ χάλκεος οὐδός,</l><l n="16">τόσσον ἔνερθʼ Ἀΐδεω ὅσον οὐρανός ἐστʼ ἀπὸ γαίης·</l><l n="17">γνώσετʼ ἔπειθʼ ὅσον εἰμὶ θεῶν κάρτιστος ἁπάντων.</l><l n="18">εἰ δʼ ἄγε πειρήσασθε θεοὶ ἵνα εἴδετε πάντες·</l><l n="19">σειρὴν χρυσείην ἐξ οὐρανόθεν κρεμάσαντες</l><l n="20">πάντές τʼ ἐξάπτεσθε θεοὶ πᾶσαί τε θέαιναι·</l><l n="21">ἀλλʼ οὐκ ἂν ἐρύσαιτʼ ἐξ οὐρανόθεν πεδίον δὲ</l><l n="22">Ζῆνʼ ὕπατον μήστωρʼ, οὐδʼ εἰ μάλα πολλὰ κάμοιτε.</l><l n="23">ἀλλʼ ὅτε δὴ καὶ ἐγὼ πρόφρων ἐθέλοιμι ἐρύσσαι,</l><l n="24">αὐτῇ κεν γαίῃ ἐρύσαιμʼ αὐτῇ τε θαλάσσῃ·</l><l n="25">σειρὴν μέν κεν ἔπειτα περὶ ῥίον Οὐλύμποιο</l><l n="26">δησαίμην, τὰ δέ κʼ αὖτε μετήορα πάντα γένοιτο.</l><l n="27">τόσσον ἐγὼ περί τʼ εἰμὶ θεῶν περί τʼ εἴμʼ ἀνθρώπων.</l></q><l n="28"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ</l><l n="29">μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀγόρευσεν.</l><l n="30">ὀψὲ δὲ δὴ μετέειπε θεὰ γλαυκῶπις Ἀθήνη·</l><q><l n="31">ὦ πάτερ ἡμέτερε Κρονίδη ὕπατε κρειόντων</l><l n="32">εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἐπιεικτόν·</l><l n="33">ἀλλʼ ἔμπης Δαναῶν ὀλοφυρόμεθʼ αἰχμητάων,</l><l n="34">οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται.</l><l n="35">ἀλλʼ ἤτοι πολέμου μὲν ἀφεξόμεθʼ ὡς σὺ κελεύεις·</l><l n="36">βουλὴν δʼ Ἀργείοις ὑποθησόμεθʼ ἥ τις ὀνήσει,</l><l n="37">ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο.</l></q><l n="38"><milestone ed="P" unit="para"/>τὴν δʼ ἐπιμειδήσας προσέφη νεφεληγερέτα Ζεύς·</l><q><l n="39">θάρσει Τριτογένεια φίλον τέκος· οὔ νύ τι θυμῷ</l><l n="40">πρόφρονι μυθέομαι, ἐθέλω δέ τοι ἤπιος εἶναι.</l><milestone ed="p" n="41" unit="card"/></q><l n="41"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὑπʼ ὄχεσφι τιτύσκετο χαλκόποδʼ ἵππω</l><l n="42">ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε,</l><l n="43">χρυσὸν δʼ αὐτὸς ἔδυνε περὶ χροΐ, γέντο δʼ ἱμάσθλην</l><l n="44">χρυσείην εὔτυκτον, ἑοῦ δʼ ἐπεβήσετο δίφρου,</l><l n="45">μάστιξεν δʼ ἐλάαν· τὼ δʼ οὐκ ἀέκοντε πετέσθην</l><l n="46">μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος.</l><l n="47">Ἴδην δʼ ἵκανεν πολυπίδακα μητέρα θηρῶν</l><l n="48">Γάργαρον, ἔνθά τέ οἱ τέμενος βωμός τε θυήεις.</l><l n="49">ἔνθʼ ἵππους ἔστησε πατὴρ ἀνδρῶν τε θεῶν τε</l><l n="50">λύσας ἐξ ὀχέων, κατὰ δʼ ἠέρα πουλὺν ἔχευεν.</l><l n="51">αὐτὸς δʼ ἐν κορυφῇσι καθέζετο κύδεϊ γαίων</l><l n="52">εἰσορόων Τρώων τε πόλιν καὶ νῆας Ἀχαιῶν.</l><l n="53"><milestone ed="P" unit="para"/>οἳ δʼ ἄρα δεῖπνον ἕλοντο κάρη κομόωντες Ἀχαιοὶ</l><l n="54">ῥίμφα κατὰ κλισίας, ἀπὸ δʼ αὐτοῦ θωρήσσοντο.</l><l n="55">Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἀνὰ πτόλιν ὁπλίζοντο</l><l n="56">παυρότεροι· μέμασαν δὲ καὶ ὧς ὑσμῖνι μάχεσθαι</l><l n="57">χρειοῖ ἀναγκαίῃ, πρό τε παίδων καὶ πρὸ γυναικῶν.</l><l n="58">πᾶσαι δʼ ὠΐγνυντο πύλαι, ἐκ δʼ ἔσσυτο λαός,</l><l n="59">πεζοί θʼ ἱππῆές τε· πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.</l><l n="60"><milestone ed="P" unit="para"/>οἳ δʼ ὅτε δή ῥʼ ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο</l><l n="61">σύν ῥʼ ἔβαλον ῥινούς, σὺν δʼ ἔγχεα καὶ μένεʼ ἀνδρῶν</l><l n="62">χαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι</l><l n="63">ἔπληντʼ ἀλλήλῃσι, πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.</l><l n="64">ἔνθα δʼ ἅμʼ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν</l><l n="65">ὀλλύντων τε καὶ ὀλλυμένων, ῥέε δʼ αἵματι γαῖα.</l><l n="66"><milestone ed="P" unit="para"/>ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,</l><l n="67">τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο, πῖπτε δὲ λαός.</l><l n="68">ἦμος δʼ Ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει,</l><l n="69">καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα·</l><l n="70">ἐν δʼ ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο</l><l n="71">Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,</l><l n="72">ἕλκε δὲ μέσσα λαβών· ῥέπε δʼ αἴσιμον ἦμαρ Ἀχαιῶν.</l><l n="73">αἳ μὲν Ἀχαιῶν κῆρες ἐπὶ χθονὶ πουλυβοτείρῃ</l><l n="74">ἑζέσθην, Τρώων δὲ πρὸς οὐρανὸν εὐρὺν ἄερθεν·</l><l n="75">αὐτὸς δʼ ἐξ Ἴδης μεγάλʼ ἔκτυπε, δαιόμενον δὲ</l><l n="76">ἧκε σέλας μετὰ λαὸν Ἀχαιῶν· οἳ δὲ ἰδόντες</l><l n="77">θάμβησαν, καὶ πάντας ὑπὸ χλωρὸν δέος εἷλεν.</l><milestone ed="p" n="78" unit="card"/><l n="78"><milestone ed="P" unit="para"/>ἔνθʼ οὔτʼ Ἰδομενεὺς τλῆ μίμνειν οὔτʼ Ἀγαμέμνων,</l><l n="79">οὔτε δύʼ Αἴαντες μενέτην θεράποντες Ἄρηος·</l><l n="80">Νέστωρ οἶος ἔμιμνε Γερήνιος οὖρος Ἀχαιῶν</l><l n="81">οὔ τι ἑκών, ἀλλʼ ἵππος ἐτείρετο, τὸν βάλεν ἰῷ</l><l n="82">δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο</l><l n="83">ἄκρην κὰκ κορυφήν, ὅθι τε πρῶται τρίχες ἵππων</l><l n="84">κρανίῳ ἐμπεφύασι, μάλιστα δὲ καίριόν ἐστιν.</l><l n="85">ἀλγήσας δʼ ἀνέπαλτο, βέλος δʼ εἰς ἐγκέφαλον δῦ,</l><l n="86">σὺν δʼ ἵππους ἐτάραξε κυλινδόμενος περὶ χαλκῷ.</l><l n="87">ὄφρʼ ὁ γέρων ἵπποιο παρηορίας ἀπέταμνε</l><l n="88">φασγάνῳ ἀΐσσων, τόφρʼ Ἕκτορος ὠκέες ἵπποι</l><l n="89">ἦλθον ἀνʼ ἰωχμὸν θρασὺν ἡνίοχον φορέοντες</l><l n="90">Ἕκτορα· καί νύ κεν ἔνθʼ ὁ γέρων ἀπὸ θυμὸν ὄλεσσεν</l><l n="91">εἰ μὴ ἄρʼ ὀξὺ νόησε βοὴν ἀγαθὸς Διομήδης·</l><l n="92">σμερδαλέον δʼ ἐβόησεν ἐποτρύνων Ὀδυσῆα·</l><q><l n="93">διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ</l><l n="94">πῇ φεύγεις μετὰ νῶτα βαλὼν κακὸς ὣς ἐν ὁμίλῳ;</l><l n="95">μή τίς τοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξῃ·</l><l n="96">ἀλλὰ μένʼ ὄφρα γέροντος ἀπώσομεν ἄγριον ἄνδρα.</l></q><l n="97"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἐσάκουσε πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="98">ἀλλὰ παρήϊξεν κοίλας ἐπὶ νῆας Ἀχαιῶν.</l><l n="99">Τυδεΐδης δʼ αὐτός περ ἐὼν προμάχοισιν ἐμίχθη,</l><l n="100">στῆ δὲ πρόσθʼ ἵππων Νηληϊάδαο γέροντος,</l><l n="101">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="102">ὦ γέρον ἦ μάλα δή σε νέοι τείρουσι μαχηταί,</l><l n="103">σὴ δὲ βίη λέλυται, χαλεπὸν δέ σε γῆρας ὀπάζει,</l><l n="104">ἠπεδανὸς δέ νύ τοι θεράπων, βραδέες δέ τοι ἵπποι.</l><l n="105">ἀλλʼ ἄγʼ ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι</l><l n="106">οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο</l><l n="107">κραιπνὰ μάλʼ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι,</l><l n="108">οὕς ποτʼ ἀπʼ Αἰνείαν ἑλόμην μήστωρε φόβοιο.</l><l n="109">τούτω μὲν θεράποντε κομείτων, τώδε δὲ νῶϊ</l><l n="110">Τρωσὶν ἐφʼ ἱπποδάμοις ἰθύνομεν, ὄφρα καὶ Ἕκτωρ</l><l n="111">εἴσεται εἰ καὶ ἐμὸν δόρυ μαίνεται ἐν παλάμῃσιν.</l><milestone ed="p" n="112" unit="card"/></q><l n="112"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ.</l><l n="113">Νεστορέας μὲν ἔπειθʼ ἵππους θεράποντε κομείτην</l><l n="114">ἴφθιμοι Σθένελός τε καὶ Εὐρυμέδων ἀγαπήνωρ.</l><l n="115">τὼ δʼ εἰς ἀμφοτέρω Διομήδεος ἅρματα βήτην·</l><l n="116">Νέστωρ δʼ ἐν χείρεσσι λάβʼ ἡνία σιγαλόεντα,</l><l n="117">μάστιξεν δʼ ἵππους· τάχα δʼ Ἕκτορος ἄγχι γένοντο.</l><l n="118">τοῦ δʼ ἰθὺς μεμαῶτος ἀκόντισε Τυδέος υἱός·</l><l n="119">καὶ τοῦ μέν ῥʼ ἀφάμαρτεν, ὃ δʼ ἡνίοχον θεράποντα</l><l n="120">υἱὸν ὑπερθύμου Θηβαίου Ἠνιοπῆα</l><l n="121">ἵππων ἡνίʼ ἔχοντα βάλε στῆθος παρὰ μαζόν.</l><l n="122">ἤριπε δʼ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι</l><l n="123">ὠκύποδες· τοῦ δʼ αὖθι λύθη ψυχή τε μένος τε.</l><l n="124">Ἕκτορα δʼ αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο·</l><l n="125">τὸν μὲν ἔπειτʼ εἴασε καὶ ἀχνύμενός περ ἑταίρου</l><l n="126">κεῖσθαι, ὃ δʼ ἡνίοχον μέθεπε θρασύν· οὐδʼ ἄρʼ ἔτι δὴν</l><l n="127">ἵππω δευέσθην σημάντορος· αἶψα γὰρ εὗρεν</l><l n="128">Ἰφιτίδην Ἀρχεπτόλεμον θρασύν, ὅν ῥα τόθʼ ἵππων</l><l n="129">ὠκυπόδων ἐπέβησε, δίδου δέ οἱ ἡνία χερσίν.</l><l n="130"><milestone ed="P" unit="para"/>ἔνθά κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο,</l><l n="131">καί νύ κε σήκασθεν κατὰ Ἴλιον ἠΰτε ἄρνες,</l><l n="132">εἰ μὴ ἄρʼ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε·</l><l n="133">βροντήσας δʼ ἄρα δεινὸν ἀφῆκʼ ἀργῆτα κεραυνόν,</l><l n="134">κὰδ δὲ πρόσθʼ ἵππων Διομήδεος ἧκε χαμᾶζε·</l><l n="135">δεινὴ δὲ φλὸξ ὦρτο θεείου καιομένοιο,</l><l n="136">τὼ δʼ ἵππω δείσαντε καταπτήτην ὑπʼ ὄχεσφι·</l><l n="137">Νέστορα δʼ ἐκ χειρῶν φύγον ἡνία σιγαλόεντα,</l><l n="138">δεῖσε δʼ ὅ γʼ ἐν θυμῷ, Διομήδεα δὲ προσέειπε·</l><q><l n="139">Τυδεΐδη ἄγε δʼ αὖτε φόβον δʼ ἔχε μώνυχας ἵππους.</l><l n="140">ἦ οὐ γιγνώσκεις ὅ τοι ἐκ Διὸς οὐχ ἕπετʼ ἀλκή;</l><l n="141">νῦν μὲν γὰρ τούτῳ Κρονίδης Ζεὺς κῦδος ὀπάζει</l><l n="142">σήμερον· ὕστερον αὖτε καὶ ἡμῖν, αἴ κʼ ἐθέλῃσι,</l><l n="143">δώσει· ἀνὴρ δέ κεν οὔ τι Διὸς νόον εἰρύσσαιτο</l><l n="144">οὐδὲ μάλʼ ἴφθιμος, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστι.</l></q><l n="145"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα βοὴν ἀγαθὸς Διομήδης·</l><q><l n="146">ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες·</l><l n="147">ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει·</l><l n="148">Ἕκτωρ γάρ ποτε φήσει ἐνὶ Τρώεσσʼ ἀγορεύων·</l><l n="149">Τυδεΐδης ὑπʼ ἐμεῖο φοβεύμενος ἵκετο νῆας.</l><l n="150">ὥς ποτʼ ἀπειλήσει· τότε μοι χάνοι εὐρεῖα χθών.</l><milestone ed="p" n="151" unit="card"/></q><l n="151"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·</l><q><l n="152">ὤ μοι Τυδέος υἱὲ δαΐφρονος, οἷον ἔειπες.</l><l n="153">εἴ περ γάρ σʼ Ἕκτωρ γε κακὸν καὶ ἀνάλκιδα φήσει,</l><l n="154">ἀλλʼ οὐ πείσονται Τρῶες καὶ Δαρδανίωνες</l><l n="155">καὶ Τρώων ἄλοχοι μεγαθύμων ἀσπιστάων,</l><l n="156">τάων ἐν κονίῃσι βάλες θαλεροὺς παρακοίτας.</l></q><l n="157"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας φύγαδε τράπε μώνυχας ἵππους</l><l n="158">αὖτις ἀνʼ ἰωχμόν· ἐπὶ δὲ Τρῶές τε καὶ Ἕκτωρ</l><l n="159">ἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο.</l><l n="160">τῷ δʼ ἐπὶ μακρὸν ἄϋσε μέγας κορυθαίολος Ἕκτωρ·</l><q><l n="161">Τυδεΐδη περὶ μέν σε τίον Δαναοὶ ταχύπωλοι</l><l n="162">ἕδρῃ τε κρέασίν τε ἰδὲ πλείοις δεπάεσσι·</l><l n="163">νῦν δέ σʼ ἀτιμήσουσι· γυναικὸς ἄρʼ ἀντὶ τέτυξο.</l><l n="164">ἔρρε κακὴ γλήνη, ἐπεὶ οὐκ εἴξαντος ἐμεῖο</l><l n="165">πύργων ἡμετέρων ἐπιβήσεαι, οὐδὲ γυναῖκας</l><l n="166">ἄξεις ἐν νήεσσι· πάρος τοι δαίμονα δώσω.</l></q><l n="167"><milestone ed="P" unit="para"/>ὣς φάτο, Τυδεΐδης δὲ διάνδιχα μερμήριξεν</l><l n="168">ἵππους τε στρέψαι καὶ ἐναντίβιον μαχέσασθαι.</l><l n="169">τρὶς μὲν μερμήριξε κατὰ φρένα καὶ κατὰ θυμόν,</l><l n="170">τρὶς δʼ ἄρʼ ἀπʼ Ἰδαίων ὀρέων κτύπε μητίετα Ζεὺς</l><l n="171">σῆμα τιθεὶς Τρώεσσι μάχης ἑτεραλκέα νίκην.</l><l n="172">Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας·</l><q><l n="173">Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ</l><l n="174">ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.</l><l n="175">γιγνώσκω δʼ ὅτι μοι πρόφρων κατένευσε Κρονίων</l><l n="176">νίκην καὶ μέγα κῦδος, ἀτὰρ Δαναοῖσί γε πῆμα·</l><l n="177">νήπιοι οἳ ἄρα δὴ τάδε τείχεα μηχανόωντο</l><l n="178">ἀβλήχρʼ οὐδενόσωρα· τὰ δʼ οὐ μένος ἁμὸν ἐρύξει·</l><l n="179">ἵπποι δὲ ῥέα τάφρον ὑπερθορέονται ὀρυκτήν.</l><l n="180">ἀλλʼ ὅτε κεν δὴ νηυσὶν ἔπι γλαφυρῇσι γένωμαι,</l><l n="181">μνημοσύνη τις ἔπειτα πυρὸς δηΐοιο γενέσθω,</l><l n="182">ὡς πυρὶ νῆας ἐνιπρήσω, κτείνω δὲ καὶ αὐτοὺς</l><l n="183">Ἀργείους παρὰ νηυσὶν ἀτυζομένους ὑπὸ καπνοῦ.</l></q><l n="184"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο φώνησέν τε·</l><q><l n="185">Ξάνθέ τε καὶ σὺ Πόδαργε καὶ Αἴθων Λάμπέ τε δῖε</l><l n="186">νῦν μοι τὴν κομιδὴν ἀποτίνετον, ἣν μάλα πολλὴν</l><l n="187">Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος</l><l n="188">ὑμῖν πὰρ προτέροισι μελίφρονα πυρὸν ἔθηκεν</l><l n="189">οἶνόν τʼ ἐγκεράσασα πιεῖν, ὅτε θυμὸς ἀνώγοι,</l><l n="190">ἢ ἐμοί, ὅς πέρ οἱ θαλερὸς πόσις εὔχομαι εἶναι.</l><l n="191">ἀλλʼ ἐφομαρτεῖτον καὶ σπεύδετον ὄφρα λάβωμεν</l><l n="192">ἀσπίδα Νεστορέην, τῆς νῦν κλέος οὐρανὸν ἵκει</l><l n="193">πᾶσαν χρυσείην ἔμεναι, κανόνας τε καὶ αὐτήν,</l><l n="194">αὐτὰρ ἀπʼ ὤμοιιν Διομήδεος ἱπποδάμοιο</l><l n="195">δαιδάλεον θώρηκα, τὸν Ἥφαιστος κάμε τεύχων.</l><l n="196">εἰ τούτω κε λάβοιμεν, ἐελποίμην κεν Ἀχαιοὺς</l><l n="197">αὐτονυχὶ νηῶν ἐπιβησέμεν ὠκειάων.</l><milestone ed="p" n="198" unit="card"/></q><l n="198"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ εὐχόμενος, νεμέσησε δὲ πότνια Ἥρη,</l><l n="199">σείσατο δʼ εἰνὶ θρόνῳ, ἐλέλιξε δὲ μακρὸν Ὄλυμπον,</l><l n="200">καί ῥα Ποσειδάωνα μέγαν θεὸν ἀντίον ηὔδα·</l><q><l n="201">ὢ πόποι ἐννοσίγαιʼ εὐρυσθενές, οὐδέ νυ σοί περ</l><l n="202">ὀλλυμένων Δαναῶν ὀλοφύρεται ἐν φρεσὶ θυμός.</l><l n="203">οἳ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγὰς δῶρʼ ἀνάγουσι</l><l n="204">πολλά τε καὶ χαρίεντα· σὺ δέ σφισι βούλεο νίκην.</l><l n="205">εἴ περ γάρ κʼ ἐθέλοιμεν, ὅσοι Δαναοῖσιν ἀρωγοί,</l><l n="206">Τρῶας ἀπώσασθαι καὶ ἐρυκέμεν εὐρύοπα Ζῆν,</l><l n="207">αὐτοῦ κʼ ἔνθʼ ἀκάχοιτο καθήμενος οἶος ἐν Ἴδῃ.</l></q><l n="208"><milestone ed="P" unit="para"/>τὴν δὲ μέγʼ ὀχθήσας προσέφη κρείων ἐνοσίχθων·</l><q><l n="209">Ἥρη ἀπτοεπὲς ποῖον τὸν μῦθον ἔειπες.</l><l n="210">οὐκ ἂν ἔγωγʼ ἐθέλοιμι Διὶ Κρονίωνι μάχεσθαι</l><l n="211">ἡμέας τοὺς ἄλλους, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστιν.</l></q><l n="212"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·</l><l n="213">τῶν δʼ ὅσον ἐκ νηῶν ἀπὸ πύργου τάφρος ἔεργε</l><l n="214">πλῆθεν ὁμῶς ἵππων τε καὶ ἀνδρῶν ἀσπιστάων</l><l n="215">εἰλομένων· εἴλει δὲ θοῷ ἀτάλαντος Ἄρηϊ</l><l n="216">Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκε.</l><l n="217">καί νύ κʼ ἐνέπρησεν πυρὶ κηλέῳ νῆας ἐΐσας,</l><l n="218">εἰ μὴ ἐπὶ φρεσὶ θῆκʼ Ἀγαμέμνονι πότνια Ἥρη</l><l n="219">αὐτῷ ποιπνύσαντι θοῶς ὀτρῦναι Ἀχαιούς.</l><l n="220">βῆ δʼ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν</l><l n="221">πορφύρεον μέγα φᾶρος ἔχων ἐν χειρὶ παχείῃ,</l><l n="222">στῆ δʼ ἐπʼ Ὀδυσσῆος μεγακήτεϊ νηῒ μελαίνῃ,</l><l n="223">ἥ ῥʼ ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε,</l><l n="224">ἠμὲν ἐπʼ Αἴαντος κλισίας Τελαμωνιάδαο</l><l n="225">ἠδʼ ἐπʼ Ἀχιλλῆος, τοί ῥʼ ἔσχατα νῆας ἐΐσας</l><l n="226">εἴρυσαν, ἠνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶν·</l><l n="227">ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς·</l><q><l n="228">αἰδὼς Ἀργεῖοι, κάκʼ ἐλέγχεα, εἶδος ἀγητοί·</l><l n="229">πῇ ἔβαν εὐχωλαί, ὅτε δὴ φάμεν εἶναι ἄριστοι,</l><l n="230">ἃς ὁπότʼ ἐν Λήμνῳ κενεαυχέες ἠγοράασθε,</l><l n="231">ἔσθοντες κρέα πολλὰ βοῶν ὀρθοκραιράων</l><l n="232">πίνοντες κρητῆρας ἐπιστεφέας οἴνοιο,</l><l n="233">Τρώων ἄνθʼ ἑκατόν τε διηκοσίων τε ἕκαστος</l><l n="234">στήσεσθʼ ἐν πολέμῳ· νῦν δʼ οὐδʼ ἑνὸς ἄξιοί εἰμεν</l><l n="235">Ἕκτορος, ὃς τάχα νῆας ἐνιπρήσει πυρὶ κηλέῳ.</l><l n="236">Ζεῦ πάτερ, ἦ ῥά τινʼ ἤδη ὑπερμενέων βασιλήων</l><l n="237">τῇδʼ ἄτῃ ἄασας καί μιν μέγα κῦδος ἀπηύρας;</l><l n="238">οὐ μὲν δή ποτέ φημι τεὸν περικαλλέα βωμὸν</l><l n="239">νηῒ πολυκλήϊδι παρελθέμεν ἐνθάδε ἔρρων,</l><l n="240">ἀλλʼ ἐπὶ πᾶσι βοῶν δημὸν καὶ μηρίʼ ἔκηα</l><l n="241">ἱέμενος Τροίην εὐτείχεον ἐξαλαπάξαι.</l><l n="242">ἀλλὰ Ζεῦ τόδε πέρ μοι ἐπικρήηνον ἐέλδωρ·</l><l n="243">αὐτοὺς δή περ ἔασον ὑπεκφυγέειν καὶ ἀλύξαι,</l><l n="244">μηδʼ οὕτω Τρώεσσιν ἔα δάμνασθαι Ἀχαιούς.</l><milestone ed="p" n="245" unit="card"/></q><l n="245"><milestone ed="P" unit="para"/>ὣς φάτο, τὸν δὲ πατὴρ ὀλοφύρατο δάκρυ χέοντα,</l><l n="246">νεῦσε δέ οἱ λαὸν σόον ἔμμεναι οὐδʼ ἀπολέσθαι.</l><l n="247">αὐτίκα δʼ αἰετὸν ἧκε τελειότατον πετεηνῶν,</l><l n="248">νεβρὸν ἔχοντʼ ὀνύχεσσι τέκος ἐλάφοιο ταχείης·</l><l n="249">πὰρ δὲ Διὸς βωμῷ περικαλλέϊ κάββαλε νεβρόν,</l><l n="250">ἔνθα πανομφαίῳ Ζηνὶ ῥέζεσκον Ἀχαιοί.</l><l n="251">οἳ δʼ ὡς οὖν εἴδονθʼ ὅ τʼ ἄρʼ ἐκ Διὸς ἤλυθεν ὄρνις,</l><l n="252">μᾶλλον ἐπὶ Τρώεσσι θόρον, μνήσαντο δὲ χάρμης.</l><l n="253"><milestone ed="P" unit="para"/>ἔνθʼ οὔ τις πρότερος Δαναῶν πολλῶν περ ἐόντων</l><l n="254">εὔξατο Τυδεΐδαο πάρος σχέμεν ὠκέας ἵππους</l><l n="255">τάφρου τʼ ἐξελάσαι καὶ ἐναντίβιον μαχέσασθαι,</l><l n="256">ἀλλὰ πολὺ πρῶτος Τρώων ἕλεν ἄνδρα κορυστὴν</l><l n="257">Φραδμονίδην Ἀγέλαον· ὃ μὲν φύγαδʼ ἔτραπεν ἵππους·</l><l n="258">τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν</l><l n="259">ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν·</l><l n="260">ἤριπε δʼ ἐξ ὀχέων, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.</l><l n="261"><milestone ed="P" unit="para"/>τὸν δὲ μετʼ Ἀτρεΐδαι Ἀγαμέμνων καὶ Μενέλαος,</l><l n="262">τοῖσι δʼ ἐπʼ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκήν,</l><l n="263">τοῖσι δʼ ἐπʼ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος</l><l n="264">Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ,</l><l n="265">τοῖσι δʼ ἐπʼ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός·</l><l n="266">Τεῦκρος δʼ εἴνατος ἦλθε παλίντονα τόξα τιταίνων,</l><l n="267">στῆ δʼ ἄρʼ ὑπʼ Αἴαντος σάκεϊ Τελαμωνιάδαο.</l><l n="268">ἔνθʼ Αἴας μὲν ὑπεξέφερεν σάκος· αὐτὰρ ὅ γʼ ἥρως</l><l n="269">παπτήνας, ἐπεὶ ἄρ τινʼ ὀϊστεύσας ἐν ὁμίλῳ</l><l n="270">βεβλήκοι, ὃ μὲν αὖθι πεσὼν ἀπὸ θυμὸν ὄλεσσεν,</l><l n="271">αὐτὰρ ὃ αὖτις ἰὼν πάϊς ὣς ὑπὸ μητέρα δύσκεν</l><l n="272">εἰς Αἴανθʼ· ὃ δέ μιν σάκεϊ κρύπτασκε φαεινῷ.</l><l n="273"><milestone ed="P" unit="para"/>ἔνθα τίνα πρῶτον Τρώων ἕλε Τεῦκρος ἀμύμων;</l><l n="274">Ὀρσίλοχον μὲν πρῶτα καὶ Ὄρμενον ἠδʼ Ὀφελέστην</l><l n="275">Δαίτορά τε Χρομίον τε καὶ ἀντίθεον Λυκοφόντην</l><l n="276">καὶ Πολυαιμονίδην Ἀμοπάονα καὶ Μελάνιππον,</l><l n="277">πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ.</l><l n="278">τὸν δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων</l><l n="279">τόξου ἄπο κρατεροῦ Τρώων ὀλέκοντα φάλαγγας·</l><l n="280">στῆ δὲ παρʼ αὐτὸν ἰὼν καί μιν πρὸς μῦθον ἔειπε·</l><q><l n="281">Τεῦκρε φίλη κεφαλή, Τελαμώνιε κοίρανε λαῶν</l><l n="282">βάλλʼ οὕτως, αἴ κέν τι φόως Δαναοῖσι γένηαι</l><l n="283">πατρί τε σῷ Τελαμῶνι, ὅ σʼ ἔτρεφε τυτθὸν ἐόντα,</l><l n="284">καί σε νόθον περ ἐόντα κομίσσατο ᾧ ἐνὶ οἴκῳ·</l><l n="285">τὸν καὶ τηλόθʼ ἐόντα ἐϋκλείης ἐπίβησον.</l><l n="286">σοὶ δʼ ἐγὼ ἐξερέω ὡς καὶ τετελεσμένον ἔσται·</l><l n="287">αἴ κέν μοι δώῃ Ζεύς τʼ αἰγίοχος καὶ Ἀθήνη</l><l n="288">Ἰλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον,</l><l n="289">πρώτῳ τοι μετʼ ἐμὲ πρεσβήϊον ἐν χερὶ θήσω,</l><l n="290">ἢ τρίποδʼ ἠὲ δύω ἵππους αὐτοῖσιν ὄχεσφιν</l><l n="291">ἠὲ γυναῖχʼ, ἥ κέν τοι ὁμὸν λέχος εἰσαναβαίνοι.</l></q><milestone ed="p" n="292" unit="card"/><l n="292"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσεφώνεε Τεῦκρος ἀμύμων·</l><q><l n="293">Ἀτρεΐδη κύδιστε τί με σπεύδοντα καὶ αὐτὸν</l><l n="294">ὀτρύνεις; οὐ μέν τοι ὅση δύναμίς γε πάρεστι</l><l n="295">παύομαι, ἀλλʼ ἐξ οὗ προτὶ Ἴλιον ὠσάμεθʼ αὐτοὺς</l><l n="296">ἐκ τοῦ δὴ τόξοισι δεδεγμένος ἄνδρας ἐναίρω.</l><l n="297">ὀκτὼ δὴ προέηκα τανυγλώχινας ὀϊστούς,</l><l n="298">πάντες δʼ ἐν χροῒ πῆχθεν ἀρηϊθόων αἰζηῶν·</l><l n="299">τοῦτον δʼ οὐ δύναμαι βαλέειν κύνα λυσσητῆρα.</l></q><l n="300"><milestone ed="P" unit="para"/>ἦ ῥα καὶ ἄλλον ὀϊστὸν ἀπὸ νευρῆφιν ἴαλλεν</l><l n="301">Ἕκτορος ἀντικρύ, βαλέειν δέ ἑ ἵετο θυμός·</l><l n="302">καὶ τοῦ μέν ῥʼ ἀφάμαρθʼ, ὃ δʼ ἀμύμονα Γοργυθίωνα</l><l n="303">υἱὸν ἐῢν Πριάμοιο κατὰ στῆθος βάλεν ἰῷ,</l><l n="304">τόν ῥʼ ἐξ Αἰσύμηθεν ὀπυιομένη τέκε μήτηρ</l><l n="305">καλὴ Καστιάνειρα δέμας ἐϊκυῖα θεῇσι.</l><l n="306">μήκων δʼ ὡς ἑτέρωσε κάρη βάλεν, ἥ τʼ ἐνὶ κήπῳ</l><l n="307">καρπῷ βριθομένη νοτίῃσί τε εἰαρινῇσιν,</l><l n="308">ὣς ἑτέρωσʼ ἤμυσε κάρη πήληκι βαρυνθέν.</l><l n="309"><milestone ed="P" unit="para"/>Τεῦκρος δʼ ἄλλον ὀϊστὸν ἀπὸ νευρῆφιν ἴαλλεν</l><l n="310">Ἕκτορος ἀντικρύ, βαλέειν δέ ἑ ἵετο θυμός.</l><l n="311">ἀλλʼ ὅ γε καὶ τόθʼ ἅμαρτε· παρέσφηλεν γὰρ Ἀπόλλων·</l><l n="312">ἀλλʼ Ἀρχεπτόλεμον θρασὺν Ἕκτορος ἡνιοχῆα</l><l n="313">ἱέμενον πόλεμον δὲ βάλε στῆθος παρὰ μαζόν·</l><l n="314">ἤριπε δʼ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι</l><l n="315">ὠκύποδες· τοῦ δʼ αὖθι λύθη ψυχή τε μένος τε.</l><l n="316">Ἕκτορα δʼ αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο·</l><l n="317">τὸν μὲν ἔπειτʼ εἴασε καὶ ἀχνύμενός περ ἑταίρου,</l><l n="318">Κεβριόνην δʼ ἐκέλευσεν ἀδελφεὸν ἐγγὺς ἐόντα</l><l n="319">ἵππων ἡνίʼ ἑλεῖν· ὃ δʼ ἄρʼ οὐκ ἀπίθησεν ἀκούσας.</l><l n="320">αὐτὸς δʼ ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος</l><l n="321">σμερδαλέα ἰάχων· ὃ δὲ χερμάδιον λάβε χειρί,</l><l n="322">βῆ δʼ ἰθὺς Τεύκρου, βαλέειν δέ ἑ θυμὸς ἀνώγει.</l><l n="323">ἤτοι ὃ μὲν φαρέτρης ἐξείλετο πικρὸν ὀϊστόν,</l><l n="324">θῆκε δʼ ἐπὶ νευρῇ· τὸν δʼ αὖ κορυθαίολος Ἕκτωρ</l><l n="325">αὐερύοντα παρʼ ὦμον, ὅθι κληῒς ἀποέργει</l><l n="326">αὐχένα τε στῆθός τε, μάλιστα δὲ καίριόν ἐστι,</l><l n="327">τῇ ῥʼ ἐπὶ οἷ μεμαῶτα βάλεν λίθῳ ὀκριόεντι,</l><l n="328">ῥῆξε δέ οἱ νευρήν· νάρκησε δὲ χεὶρ ἐπὶ καρπῷ,</l><l n="329">στῆ δὲ γνὺξ ἐριπών, τόξον δέ οἱ ἔκπεσε χειρός.</l><l n="330">Αἴας δʼ οὐκ ἀμέλησε κασιγνήτοιο πεσόντος,</l><l n="331">ἀλλὰ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε.</l><l n="332">τὸν μὲν ἔπειθʼ ὑποδύντε δύω ἐρίηρες ἑταῖροι</l><l n="333">Μηκιστεὺς Ἐχίοιο πάϊς καὶ δῖος Ἀλάστωρ</l><l n="334">νῆας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα.</l><milestone ed="p" n="335" unit="card"/><l n="335"><milestone ed="P" unit="para"/>ἂψ δʼ αὖτις Τρώεσσιν Ὀλύμπιος ἐν μένος ὦρσεν·</l><l n="336">οἳ δʼ ἰθὺς τάφροιο βαθείης ὦσαν Ἀχαιούς·</l><l n="337">Ἕκτωρ δʼ ἐν πρώτοισι κίε σθένεϊ βλεμεαίνων.</l><l n="338">ὡς δʼ ὅτε τίς τε κύων συὸς ἀγρίου ἠὲ λέοντος</l><l n="339">ἅπτηται κατόπισθε ποσὶν ταχέεσσι διώκων</l><l n="340">ἰσχία τε γλουτούς τε, ἑλισσόμενόν τε δοκεύει,</l><l n="341">ὣς Ἕκτωρ ὤπαζε κάρη κομόωντας Ἀχαιούς,</l><l n="342">αἰὲν ἀποκτείνων τὸν ὀπίστατον· οἳ δὲ φέβοντο.</l><l n="343">αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν</l><l n="344">φεύγοντες, πολλοὶ δὲ δάμεν Τρώων ὑπὸ χερσίν,</l><l n="345">οἳ μὲν δὴ παρὰ νηυσὶν ἐρητύοντο μένοντες,</l><l n="346">ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι</l><l n="347">χεῖρας ἀνίσχοντες μεγάλʼ εὐχετόωντο ἕκαστος·</l><l n="348">Ἕκτωρ δʼ ἀμφιπεριστρώφα καλλίτριχας ἵππους</l><l n="349">Γοργοῦς ὄμματʼ ἔχων ἠδὲ βροτολοιγοῦ Ἄρηος.</l><l n="350"><milestone ed="P" unit="para"/>τοὺς δὲ ἰδοῦσʼ ἐλέησε θεὰ λευκώλενος Ἥρη,</l><l n="351">αἶψα δʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="352">ὢ πόποι αἰγιόχοιο Διὸς τέκος οὐκέτι νῶϊ</l><l n="353">ὀλλυμένων Δαναῶν κεκαδησόμεθʼ ὑστάτιόν περ;</l><l n="354">οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται</l><l n="355">ἀνδρὸς ἑνὸς ῥιπῇ, ὃ δὲ μαίνεται οὐκέτʼ ἀνεκτῶς</l><l n="356">Ἕκτωρ Πριαμίδης, καὶ δὴ κακὰ πολλὰ ἔοργε.</l></q><l n="357"><milestone ed="P" unit="para"/>τὴν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·</l><q><l n="358">καὶ λίην οὗτός γε μένος θυμόν τʼ ὀλέσειε</l><l n="359">χερσὶν ὑπʼ Ἀργείων φθίμενος ἐν πατρίδι γαίῃ·</l><l n="360">ἀλλὰ πατὴρ οὑμὸς φρεσὶ μαίνεται οὐκ ἀγαθῇσι</l><l n="361">σχέτλιος, αἰὲν ἀλιτρός, ἐμῶν μενέων ἀπερωεύς·</l><l n="362">οὐδέ τι τῶν μέμνηται, ὅ οἱ μάλα πολλάκις υἱὸν</l><l n="363">τειρόμενον σώεσκον ὑπʼ Εὐρυσθῆος ἀέθλων.</l><l n="364">ἤτοι ὃ μὲν κλαίεσκε πρὸς οὐρανόν, αὐτὰρ ἐμὲ Ζεὺς</l><l n="365">τῷ ἐπαλεξήσουσαν ἀπʼ οὐρανόθεν προΐαλλεν.</l><l n="366">εἰ γὰρ ἐγὼ τάδε ᾔδεʼ ἐνὶ φρεσὶ πευκαλίμῃσιν</l><l n="367">εὖτέ μιν εἰς Ἀΐδαο πυλάρταο προὔπεμψεν</l><l n="368">ἐξ Ἐρέβευς ἄξοντα κύνα στυγεροῦ Ἀΐδαο,</l><l n="369">οὐκ ἂν ὑπεξέφυγε Στυγὸς ὕδατος αἰπὰ ῥέεθρα.</l><l n="370">νῦν δʼ ἐμὲ μὲν στυγέει, Θέτιδος δʼ ἐξήνυσε βουλάς,</l><l n="371">ἥ οἱ γούνατʼ ἔκυσσε καὶ ἔλλαβε χειρὶ γενείου,</l><l n="372">λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον.</l><l n="373">ἔσται μὰν ὅτʼ ἂν αὖτε φίλην γλαυκώπιδα εἴπῃ.</l><l n="374">ἀλλὰ σὺ μὲν νῦν νῶϊν ἐπέντυε μώνυχας ἵππους,</l><l n="375">ὄφρʼ ἂν ἐγὼ καταδῦσα Διὸς δόμον αἰγιόχοιο</l><l n="376">τεύχεσιν ἐς πόλεμον θωρήξομαι, ὄφρα ἴδωμαι</l><l n="377">ἢ νῶϊ Πριάμοιο πάϊς κορυθαίολος Ἕκτωρ</l><l n="378">γηθήσει προφανέντε ἀνὰ πτολέμοιο γεφύρας,</l><l n="379">ἦ τις καὶ Τρώων κορέει κύνας ἠδʼ οἰωνοὺς</l><l n="380">δημῷ καὶ σάρκεσσι, πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν.</l><milestone ed="p" n="381" unit="card"/></q><l n="381"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη.</l><l n="382">ἣ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους</l><l n="383">Ἥρη πρέσβα θεὰ θυγάτηρ μεγάλοιο Κρόνοιο·</l><l n="384">αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο</l><l n="385">πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπʼ οὔδει</l><l n="386">ποικίλον, ὅν ῥʼ αὐτὴ ποιήσατο καὶ κάμε χερσίν,</l><l n="387">ἣ δὲ χιτῶνʼ ἐνδῦσα Διὸς νεφεληγερέταο</l><l n="388">τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα.</l><l n="389">ἐς δʼ ὄχεα φλόγεα ποσὶ βήσετο, λάζετο δʼ ἔγχος</l><l n="390">βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν</l><l n="391">ἡρώων, τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη.</l><l n="392">Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετʼ ἄρʼ ἵππους·</l><l n="393">αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ ἃς ἔχον Ὧραι,</l><l n="394">τῇς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε</l><l n="395">ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδʼ ἐπιθεῖναι.</l><l n="396">τῇ ῥα διʼ αὐτάων κεντρηνεκέας ἔχον ἵππους.</l><l n="397"><milestone ed="P" unit="para"/>Ζεὺς δὲ πατὴρ Ἴδηθεν ἐπεὶ ἴδε χώσατʼ ἄρʼ αἰνῶς,</l><l n="398">Ἶριν δʼ ὄτρυνε χρυσόπτερον ἀγγελέουσαν·</l><q><l n="399">βάσκʼ ἴθι Ἶρι ταχεῖα, πάλιν τρέπε μηδʼ ἔα ἄντην</l><l n="400">ἔρχεσθʼ· οὐ γὰρ καλὰ συνοισόμεθα πτόλεμον δέ.</l><l n="401">ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·</l><l n="402">γυιώσω μέν σφωϊν ὑφʼ ἅρμασιν ὠκέας ἵππους,</l><l n="403">αὐτὰς δʼ ἐκ δίφρου βαλέω κατά θʼ ἅρματα ἄξω·</l><l n="404">οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς</l><l n="405">ἕλκεʼ ἀπαλθήσεσθον, ἅ κεν μάρπτῃσι κεραυνός·</l><l n="406">ὄφρα ἰδῇ γλαυκῶπις ὅτʼ ἂν ᾧ πατρὶ μάχηται.</l><l n="407">Ἥρῃ δʼ οὔ τι τόσον νεμεσίζομαι οὐδὲ χολοῦμαι·</l><l n="408">αἰεὶ γάρ μοι ἔωθεν ἐνικλᾶν ὅττί κεν εἴπω.</l></q><l n="409"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα,</l><l n="410">βῆ δʼ ἐξ Ἰδαίων ὀρέων ἐς μακρὸν Ὄλυμπον.</l><l n="411">πρώτῃσιν δὲ πύλῃσι πολυπτύχου Οὐλύμποιο</l><l n="412">ἀντομένη κατέρυκε, Διὸς δέ σφʼ ἔννεπε μῦθον·</l><q><l n="413">πῇ μέματον; τί σφῶϊν ἐνὶ φρεσὶ μαίνεται ἦτορ;</l><l n="414">οὐκ ἐάᾳ Κρονίδης ἐπαμυνέμεν Ἀργείοισιν.</l><l n="415">ὧδε γὰρ ἠπείλησε Κρόνου πάϊς, ᾗ τελέει περ,</l><l n="416">γυιώσειν μὲν σφῶϊν ὑφʼ ἅρμασιν ὠκέας ἵππους,</l><l n="417">αὐτὰς δʼ ἐκ δίφρου βαλέειν κατά θʼ ἅρματα ἄξειν·</l><l n="418">οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς</l><l n="419">ἕλκεʼ ἀπαλθήσεσθον, ἅ κεν μάρπτῃσι κεραυνός·</l><l n="420">ὄφρα ἰδῇς γλαυκῶπι ὅτʼ ἂν σῷ πατρὶ μάχηαι.</l><l n="421">Ἥρῃ δʼ οὔ τι τόσον νεμεσίζεται οὐδὲ χολοῦται·</l><l n="422">αἰεὶ γάρ οἱ ἔωθεν ἐνικλᾶν ὅττι κεν εἴπῃ·</l><l n="423">ἀλλὰ σύ γʼ αἰνοτάτη κύον ἀδεὲς εἰ ἐτεόν γε</l><l n="424">τολμήσεις Διὸς ἄντα πελώριον ἔγχος ἀεῖραι.</l><milestone ed="p" n="425" unit="card"/></q><l n="425"><milestone ed="P" unit="para"/>ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πόδας ὠκέα Ἶρις,</l><l n="426">αὐτὰρ Ἀθηναίην Ἥρη πρὸς μῦθον ἔειπεν·</l><q><l n="427">ὢ πόποι αἰγιόχοιο Διὸς τέκος, οὐκέτʼ ἔγωγε</l><l n="428">νῶϊ ἐῶ Διὸς ἄντα βροτῶν ἕνεκα πτολεμίζειν·</l><l n="429">τῶν ἄλλος μὲν ἀποφθίσθω, ἄλλος δὲ βιώτω,</l><l n="430">ὅς κε τύχῃ· κεῖνος δὲ τὰ ἃ φρονέων ἐνὶ θυμῷ</l><l n="431">Τρωσί τε καὶ Δαναοῖσι δικαζέτω, ὡς ἐπιεικές.</l></q><l n="432"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσασα πάλιν τρέπε μώνυχας ἵππους·</l><l n="433">τῇσιν δʼ Ὧραι μὲν λῦσαν καλλίτριχας ἵππους,</l><l n="434">καὶ τοὺς μὲν κατέδησαν ἐπʼ ἀμβροσίῃσι κάπῃσιν,</l><l n="435">ἅρματα δʼ ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα·</l><l n="436">αὐταὶ δὲ χρυσέοισιν ἐπὶ κλισμοῖσι κάθιζον</l><l n="437">μίγδʼ ἄλλοισι θεοῖσι, φίλον τετιημέναι ἦτορ.</l><l n="438"><milestone ed="P" unit="para"/>Ζεὺς δὲ πατὴρ Ἴδηθεν ἐΰτροχον ἅρμα καὶ ἵππους</l><l n="439">Οὔλυμπον δὲ δίωκε, θεῶν δʼ ἐξίκετο θώκους.</l><l n="440">τῷ δὲ καὶ ἵππους μὲν λῦσε κλυτὸς ἐννοσίγαιος,</l><l n="441">ἅρματα δʼ ἂμ βωμοῖσι τίθει κατὰ λῖτα πετάσσας·</l><l n="442">αὐτὸς δὲ χρύσειον ἐπὶ θρόνον εὐρύοπα Ζεὺς</l><l n="443">ἕζετο, τῷ δʼ ὑπὸ ποσσὶ μέγας πελεμίζετʼ Ὄλυμπος.</l><l n="444">αἳ δʼ οἶαι Διὸς ἀμφὶς Ἀθηναίη τε καὶ Ἥρη</l><l n="445">ἥσθην, οὐδέ τί μιν προσεφώνεον οὐδʼ ἐρέοντο·</l><l n="446">αὐτὰρ ὃ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε·</l><q><l n="447">τίφθʼ οὕτω τετίησθον Ἀθηναίη τε καὶ Ἥρη;</l><l n="448">οὐ μέν θην κάμετόν γε μάχῃ ἔνι κυδιανείρῃ</l><l n="449">ὀλλῦσαι Τρῶας, τοῖσιν κότον αἰνὸν ἔθεσθε.</l><l n="450">πάντως, οἷον ἐμόν γε μένος καὶ χεῖρες ἄαπτοι,</l><l n="451">οὐκ ἄν με τρέψειαν ὅσοι θεοί εἰσʼ ἐν Ὀλύμπῳ.</l><l n="452">σφῶϊν δὲ πρίν περ τρόμος ἔλλαβε φαίδιμα γυῖα</l><l n="453">πρὶν πόλεμόν τε ἰδεῖν πολέμοιό τε μέρμερα ἔργα.</l><l n="454">ὧδε γὰρ ἐξερέω, τὸ δέ κεν τετελεσμένον ἦεν·</l><l n="455">οὐκ ἂν ἐφʼ ὑμετέρων ὀχέων πληγέντε κεραυνῷ</l><l n="456">ἂψ ἐς Ὄλυμπον ἵκεσθον, ἵνʼ ἀθανάτων ἕδος ἐστίν.</l></q><l n="457"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, αἳ δʼ ἐπέμυξαν Ἀθηναίη τε καὶ Ἥρη·</l><l n="458">πλησίαι αἵ γʼ ἥσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην.</l><l n="459">ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐδέ τι εἶπε</l><l n="460">σκυζομένη Διὶ πατρί, χόλος δέ μιν ἄγριος ᾕρει·</l><l n="461">Ἥρῃ δʼ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα·</l><q><l n="462">αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.</l><l n="463">εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἀλαπαδνόν·</l><l n="464">ἀλλʼ ἔμπης Δαναῶν ὀλοφυρόμεθʼ αἰχμητάων,</l><l n="465">οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται.</l><l n="466">ἀλλʼ ἤτοι πολέμου μὲν ἀφεξόμεθʼ, εἰ σὺ κελεύεις·</l><l n="467">βουλὴν δʼ Ἀργείοις ὑποθησόμεθʼ ἥ τις ὀνήσει,</l><l n="468">ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο.</l></q><milestone ed="p" n="469" unit="card"/><l n="469"><milestone ed="P" unit="para"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·</l><q><l n="470">ἠοῦς δὴ καὶ μᾶλλον ὑπερμενέα Κρονίωνα</l><l n="471">ὄψεαι, αἴ κʼ ἐθέλῃσθα, βοῶπις πότνια Ἥρη</l><l n="472">ὀλλύντʼ Ἀργείων πουλὺν στρατὸν αἰχμητάων·</l><l n="473">οὐ γὰρ πρὶν πολέμου ἀποπαύσεται ὄβριμος Ἕκτωρ</l><l n="474">πρὶν ὄρθαι παρὰ ναῦφι ποδώκεα Πηλεΐωνα,</l><l n="475">ἤματι τῷ ὅτʼ ἂν οἳ μὲν ἐπὶ πρύμνῃσι μάχωνται</l><l n="476">στείνει ἐν αἰνοτάτῳ περὶ Πατρόκλοιο θανόντος·</l><l n="477">ὣς γὰρ θέσφατόν ἐστι· σέθεν δʼ ἐγὼ οὐκ ἀλεγίζω</l><l n="478">χωομένης, οὐδʼ εἴ κε τὰ νείατα πείραθʼ ἵκηαι</l><l n="479">γαίης καὶ πόντοιο, ἵνʼ Ἰάπετός τε Κρόνος τε</l><l n="480">ἥμενοι οὔτʼ αὐγῇς Ὑπερίονος Ἠελίοιο</l><l n="481">τέρποντʼ οὔτʼ ἀνέμοισι, βαθὺς δέ τε Τάρταρος ἀμφίς·</l><l n="482">οὐδʼ ἢν ἔνθʼ ἀφίκηαι ἀλωμένη, οὔ σευ ἔγωγε</l><l n="483">σκυζομένης ἀλέγω, ἐπεὶ οὐ σέο κύντερον ἄλλο.</l></q><l n="484"><milestone ed="P" unit="para"/>ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη λευκώλενος Ἥρη.</l><l n="485">ἐν δʼ ἔπεσʼ Ὠκεανῷ λαμπρὸν φάος ἠελίοιο</l><l n="486">ἕλκον νύκτα μέλαιναν ἐπὶ ζείδωρον ἄρουραν.</l><l n="487">Τρωσὶν μέν ῥʼ ἀέκουσιν ἔδυ φάος, αὐτὰρ Ἀχαιοῖς</l><l n="488">ἀσπασίη τρίλλιστος ἐπήλυθε νὺξ ἐρεβεννή.</l><l n="489"><milestone ed="P" unit="para"/>Τρώων αὖτʼ ἀγορὴν ποιήσατο φαίδιμος Ἕκτωρ</l><l n="490">νόσφι νεῶν ἀγαγὼν ποταμῷ ἔπι δινήεντι,</l><l n="491">ἐν καθαρῷ ὅθι δὴ νεκύων διεφαίνετο χῶρος.</l><l n="492">ἐξ ἵππων δʼ ἀποβάντες ἐπὶ χθόνα μῦθον ἄκουον</l><l n="493">τόν ῥʼ Ἕκτωρ ἀγόρευε Διῒ φίλος· ἐν δʼ ἄρα χειρὶ</l><l n="494">ἔγχος ἔχʼ ἑνδεκάπηχυ· πάροιθε δὲ λάμπετο δουρὸς</l><l n="495">αἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκης,</l><l n="496">τῷ ὅ γʼ ἐρεισάμενος ἔπεα Τρώεσσι μετηύδα·</l><q><l n="497">κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι·</l><l n="498">νῦν ἐφάμην νῆάς τʼ ὀλέσας καὶ πάντας Ἀχαιοὺς</l><l n="499">ἂψ ἀπονοστήσειν προτὶ Ἴλιον ἠνεμόεσσαν·</l><l n="500">ἀλλὰ πρὶν κνέφας ἦλθε, τὸ νῦν ἐσάωσε μάλιστα</l><l n="501">Ἀργείους καὶ νῆας ἐπὶ ῥηγμῖνι θαλάσσης.</l><l n="502">ἀλλʼ ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ</l><l n="503">δόρπά τʼ ἐφοπλισόμεσθα· ἀτὰρ καλλίτριχας ἵππους</l><l n="504">λύσαθʼ ὑπὲξ ὀχέων, παρὰ δέ σφισι βάλλετʼ ἐδωδήν·</l><l n="505">ἐκ πόλιος δʼ ἄξεσθε βόας καὶ ἴφια μῆλα</l><l n="506">καρπαλίμως, οἶνον δὲ μελίφρονα οἰνίζεσθε</l><l n="507">σῖτόν τʼ ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγεσθε,</l><l n="508">ὥς κεν παννύχιοι μέσφʼ ἠοῦς ἠριγενείης</l><l n="509">καίωμεν πυρὰ πολλά, σέλας δʼ εἰς οὐρανὸν ἵκῃ,</l><l n="510">μή πως καὶ διὰ νύκτα κάρη κομόωντες Ἀχαιοὶ</l><l n="511">φεύγειν ὁρμήσωνται ἐπʼ εὐρέα νῶτα θαλάσσης.</l><milestone ed="p" n="512" unit="card"/><l n="512">μὴ μὰν ἀσπουδί γε νεῶν ἐπιβαῖεν ἕκηλοι,</l><l n="513">ἀλλʼ ὥς τις τούτων γε βέλος καὶ οἴκοθι πέσσῃ</l><l n="514">βλήμενος ἢ ἰῷ ἢ ἔγχεϊ ὀξυόεντι</l><l n="515">νηὸς ἐπιθρῴσκων, ἵνα τις στυγέῃσι καὶ ἄλλος</l><l n="516">Τρωσὶν ἐφʼ ἱπποδάμοισι φέρειν πολύδακρυν Ἄρηα.</l><l n="517">κήρυκες δʼ ἀνὰ ἄστυ Διῒ φίλοι ἀγγελλόντων</l><l n="518">παῖδας πρωθήβας πολιοκροτάφους τε γέροντας</l><l n="519">λέξασθαι περὶ ἄστυ θεοδμήτων ἐπὶ πύργων·</l><l n="520">θηλύτεραι δὲ γυναῖκες ἐνὶ μεγάροισιν ἑκάστη</l><l n="521">πῦρ μέγα καιόντων· φυλακὴ δέ τις ἔμπεδος ἔστω</l><l n="522">μὴ λόχος εἰσέλθῃσι πόλιν λαῶν ἀπεόντων.</l><l n="523">ὧδʼ ἔστω Τρῶες μεγαλήτορες ὡς ἀγορεύω·</l><l n="524">μῦθος δʼ ὃς μὲν νῦν ὑγιὴς εἰρημένος ἔστω,</l><l n="525">τὸν δʼ ἠοῦς Τρώεσσι μεθʼ ἱπποδάμοις ἀγορεύσω.</l><l n="526">ἔλπομαι εὐχόμενος Διί τʼ ἄλλοισίν τε θεοῖσιν</l><l n="527">ἐξελάαν ἐνθένδε κύνας κηρεσσιφορήτους,</l><l n="528">οὓς κῆρες φορέουσι μελαινάων ἐπὶ νηῶν.</l><l n="529">ἀλλʼ ἤτοι ἐπὶ νυκτὶ φυλάξομεν ἡμέας αὐτούς,</l><l n="530">πρῶϊ δʼ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες</l><l n="531">νηυσὶν ἔπι γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα.</l><l n="532">εἴσομαι εἴ κέ μʼ ὁ Τυδεΐδης κρατερὸς Διομήδης</l><l n="533">πὰρ νηῶν πρὸς τεῖχος ἀπώσεται, ἤ κεν ἐγὼ τὸν</l><l n="534">χαλκῷ δῃώσας ἔναρα βροτόεντα φέρωμαι.</l><l n="535">αὔριον ἣν ἀρετὴν διαείσεται, εἴ κʼ ἐμὸν ἔγχος</l><l n="536">μείνῃ ἐπερχόμενον· ἀλλʼ ἐν πρώτοισιν ὀΐω</l><l n="537">κείσεται οὐτηθείς, πολέες δʼ ἀμφʼ αὐτὸν ἑταῖροι</l><l n="538">ἠελίου ἀνιόντος ἐς αὔριον· εἰ γὰρ ἐγὼν ὣς</l><l n="539">εἴην ἀθάνατος καὶ ἀγήρως ἤματα πάντα,</l><l n="540">τιοίμην δʼ ὡς τίετʼ Ἀθηναίη καὶ Ἀπόλλων,</l><l n="541">ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισιν.</l></q><l n="542"><milestone ed="P" unit="para"/>ὣς Ἕκτωρ ἀγόρευʼ, ἐπὶ δὲ Τρῶες κελάδησαν.</l><l n="543">οἳ δʼ ἵππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντας,</l><l n="544">δῆσαν δʼ ἱμάντεσσι παρʼ ἅρμασιν οἷσιν ἕκαστος·</l><l n="545">ἐκ πόλιος δʼ ἄξοντο βόας καὶ ἴφια μῆλα</l><l n="546">καρπαλίμως, οἶνον δὲ μελίφρονα οἰνίζοντο,</l><l n="547">σῖτόν τʼ ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγοντο.</l><l n="548"><del>ἔρδον δ’ ἀθανάτοισι τεληέσσας ἑκατόμβας</del></l><l n="549">κνίσην δʼ ἐκ πεδίου ἄνεμοι φέρον οὐρανὸν εἴσω.</l><l n="550"><del>ἡδεῖαν· τῆς δ’ οὔ τι θεοὶ μάκαρες δατέοντο,</del></l><l n="551"><del>οὐδ’ ἔθελον· μάλα γάρ σφιν ἀπήχθετο Ἴλιος ἱρή,</del></l><l n="552"><del>καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο</del></l><milestone ed="p" n="553" unit="card"/><l n="553"><milestone ed="P" unit="para"/>οἳ δὲ μέγα φρονέοντες ἐπὶ πτολέμοιο γεφύρας</l><l n="554">εἴατο παννύχιοι, πυρὰ δέ σφισι καίετο πολλά.</l><l n="555">ὡς δʼ ὅτʼ ἐν οὐρανῷ ἄστρα φαεινὴν ἀμφὶ σελήνην</l><l n="556">φαίνετʼ ἀριπρεπέα, ὅτε τʼ ἔπλετο νήνεμος αἰθήρ·</l><l n="557">ἔκ τʼ ἔφανεν πᾶσαι σκοπιαὶ καὶ πρώονες ἄκροι</l><l n="558">καὶ νάπαι· οὐρανόθεν δʼ ἄρʼ ὑπερράγη ἄσπετος αἰθήρ,</l><l n="559">πάντα δὲ εἴδεται ἄστρα, γέγηθε δέ τε φρένα ποιμήν·</l><l n="560">τόσσα μεσηγὺ νεῶν ἠδὲ Ξάνθοιο ῥοάων</l><l n="561">Τρώων καιόντων πυρὰ φαίνετο Ἰλιόθι πρό.</l><l n="562">χίλιʼ ἄρʼ ἐν πεδίῳ πυρὰ καίετο, πὰρ δὲ ἑκάστῳ</l><l n="563">εἴατο πεντήκοντα σέλᾳ πυρὸς αἰθομένοιο.</l><l n="564">ἵπποι δὲ κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας</l><l n="565">ἑσταότες παρʼ ὄχεσφιν ἐΰθρονον Ἠῶ μίμνον.</l></div><div type="textpart" subtype="Book" n="9"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>ὣς οἱ μὲν Τρῶες φυλακὰς ἔχον· αὐτὰρ Ἀχαιοὺς</l><l n="2">θεσπεσίη ἔχε φύζα φόβου κρυόεντος ἑταίρη,</l><l n="3">πένθεϊ δʼ ἀτλήτῳ βεβολήατο πάντες ἄριστοι.</l><l n="4">ὡς δʼ ἄνεμοι δύο πόντον ὀρίνετον ἰχθυόεντα</l><l n="5">Βορέης καὶ Ζέφυρος, τώ τε Θρῄκηθεν ἄητον</l><l n="6">ἐλθόντʼ ἐξαπίνης· ἄμυδις δέ τε κῦμα κελαινὸν</l><l n="7">κορθύεται, πολλὸν δὲ παρὲξ ἅλα φῦκος ἔχευεν·</l><l n="8">ὣς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσσιν Ἀχαιῶν.</l><l n="9"><milestone ed="P" unit="para"/>Ἀτρεΐδης δʼ ἄχεϊ μεγάλῳ βεβολημένος ἦτορ</l><l n="10">φοίτα κηρύκεσσι λιγυφθόγγοισι κελεύων</l><l n="11">κλήδην εἰς ἀγορὴν κικλήσκειν ἄνδρα ἕκαστον,</l><l n="12">μὴ δὲ βοᾶν· αὐτὸς δὲ μετὰ πρώτοισι πονεῖτο.</l><l n="13">ἷζον δʼ εἰν ἀγορῇ τετιηότες· ἂν δʼ Ἀγαμέμνων</l><l n="14">ἵστατο δάκρυ χέων ὥς τε κρήνη μελάνυδρος</l><l n="15">ἥ τε κατʼ αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ·</l><l n="16">ὣς ὃ βαρὺ στενάχων ἔπεʼ Ἀργείοισι μετηύδα·</l><q><l n="17">ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες</l><l n="18">Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ</l><l n="19">σχέτλιος, ὃς τότε μέν μοι ὑπέσχετο καὶ κατένευσεν</l><l n="20">Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι,</l><l n="21">νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει</l><l n="22">δυσκλέα Ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν.</l><l n="23">οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι,</l><l n="24">ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα</l><l n="25">ἠδʼ ἔτι καὶ λύσει· τοῦ γὰρ κράτος ἐστὶ μέγιστον.</l><l n="26">ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·</l><l n="27">φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν·</l><l n="28">οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν.</l></q><l n="29"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.</l><l n="30">δὴν δʼ ἄνεῳ ἦσαν τετιηότες υἷες Ἀχαιῶν·</l><l n="31">ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·</l><q><l n="32">Ἀτρεΐδη σοὶ πρῶτα μαχήσομαι ἀφραδέοντι,</l><l n="33">ἣ θέμις ἐστὶν ἄναξ ἀγορῇ· σὺ δὲ μή τι χολωθῇς.</l><l n="34">ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας ἐν Δαναοῖσι</l><l n="35">φὰς ἔμεν ἀπτόλεμον καὶ ἀνάλκιδα· ταῦτα δὲ πάντα</l><l n="36">ἴσασʼ Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες.</l><l n="37">σοὶ δὲ διάνδιχα δῶκε Κρόνου πάϊς ἀγκυλομήτεω·</l><l n="38">σκήπτρῳ μέν τοι δῶκε τετιμῆσθαι περὶ πάντων,</l><l n="39">ἀλκὴν δʼ οὔ τοι δῶκεν, ὅ τε κράτος ἐστὶ μέγιστον.</l><l n="40">δαιμόνιʼ οὕτω που μάλα ἔλπεαι υἷας Ἀχαιῶν</l><l n="41">ἀπτολέμους τʼ ἔμεναι καὶ ἀνάλκιδας ὡς ἀγορεύεις;</l><l n="42">εἰ δέ τοι αὐτῷ θυμὸς ἐπέσσυται ὥς τε νέεσθαι</l><l n="43">ἔρχεο· πάρ τοι ὁδός, νῆες δέ τοι ἄγχι θαλάσσης</l><l n="44">ἑστᾶσʼ, αἵ τοι ἕποντο Μυκήνηθεν μάλα πολλαί.</l><l n="45">ἀλλʼ ἄλλοι μενέουσι κάρη κομόωντες Ἀχαιοὶ</l><l n="46">εἰς ὅ κέ περ Τροίην διαπέρσομεν. εἰ δὲ καὶ αὐτοὶ</l><l n="47">φευγόντων σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν·</l><l n="48">νῶϊ δʼ ἐγὼ Σθένελός τε μαχησόμεθʼ εἰς ὅ κε τέκμωρ</l><l n="49">Ἰλίου εὕρωμεν· σὺν γὰρ θεῷ εἰλήλουθμεν.</l><milestone ed="p" n="50" unit="card"/></q><l n="50"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν</l><l n="51">μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο.</l><l n="52">τοῖσι δʼ ἀνιστάμενος μετεφώνεεν ἱππότα Νέστωρ·</l><q><l n="53">Τυδεΐδη περὶ μὲν πολέμῳ ἔνι καρτερός ἐσσι,</l><l n="54">καὶ βουλῇ μετὰ πάντας ὁμήλικας ἔπλευ ἄριστος.</l><l n="55">οὔ τίς τοι τὸν μῦθον ὀνόσσεται ὅσσοι Ἀχαιοί,</l><l n="56">οὐδὲ πάλιν ἐρέει· ἀτὰρ οὐ τέλος ἵκεο μύθων.</l><l n="57">ἦ μὲν καὶ νέος ἐσσί, ἐμὸς δέ κε καὶ πάϊς εἴης</l><l n="58">ὁπλότατος γενεῆφιν· ἀτὰρ πεπνυμένα βάζεις</l><l n="59">Ἀργείων βασιλῆας, ἐπεὶ κατὰ μοῖραν ἔειπες.</l><l n="60">ἀλλʼ ἄγʼ ἐγών, ὃς σεῖο γεραίτερος εὔχομαι εἶναι,</l><l n="61">ἐξείπω καὶ πάντα διίξομαι· οὐδέ κέ τίς μοι</l><l n="62">μῦθον ἀτιμήσειʼ, οὐδὲ κρείων Ἀγαμέμνων.</l><l n="63">ἀφρήτωρ ἀθέμιστος ἀνέστιός ἐστιν ἐκεῖνος</l><l n="64">ὃς πολέμου ἔραται ἐπιδημίου ὀκρυόεντος.</l><l n="65">ἀλλʼ ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ</l><l n="66">δόρπά τʼ ἐφοπλισόμεσθα· φυλακτῆρες δὲ ἕκαστοι</l><l n="67">λεξάσθων παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός.</l><l n="68">κούροισιν μὲν ταῦτʼ ἐπιτέλλομαι· αὐτὰρ ἔπειτα</l><l n="69">Ἀτρεΐδη σὺ μὲν ἄρχε· σὺ γὰρ βασιλεύτατός ἐσσι.</l><l n="70">δαίνυ δαῖτα γέρουσιν· ἔοικέ τοι, οὔ τοι ἀεικές.</l><l n="71">πλεῖαί τοι οἴνου κλισίαι, τὸν νῆες Ἀχαιῶν</l><l n="72">ἠμάτιαι Θρῄκηθεν ἐπʼ εὐρέα πόντον ἄγουσι·</l><l n="73">πᾶσά τοί ἐσθʼ ὑποδεξίη, πολέεσσι δʼ ἀνάσσεις.</l><l n="74">πολλῶν δʼ ἀγρομένων τῷ πείσεαι ὅς κεν ἀρίστην</l><l n="75">βουλὴν βουλεύσῃ· μάλα δὲ χρεὼ πάντας Ἀχαιοὺς</l><l n="76">ἐσθλῆς καὶ πυκινῆς, ὅτι δήϊοι ἐγγύθι νηῶν</l><l n="77">καίουσιν πυρὰ πολλά· τίς ἂν τάδε γηθήσειε;</l><l n="78">νὺξ δʼ ἧδʼ ἠὲ διαρραίσει στρατὸν ἠὲ σαώσει.</l></q><l n="79"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο.</l><l n="80">ἐκ δὲ φυλακτῆρες σὺν τεύχεσιν ἐσσεύοντο</l><l n="81">ἀμφί τε Νεστορίδην Θρασυμήδεα ποιμένα λαῶν,</l><l n="82">ἠδʼ ἀμφʼ Ἀσκάλαφον καὶ Ἰάλμενον υἷας Ἄρηος</l><l n="83">ἀμφί τε Μηριόνην Ἀφαρῆά τε Δηΐπυρόν τε,</l><l n="84">ἠδʼ ἀμφὶ Κρείοντος υἱὸν Λυκομήδεα δῖον.</l><l n="85">ἕπτʼ ἔσαν ἡγεμόνες φυλάκων, ἑκατὸν δὲ ἑκάστῳ</l><l n="86">κοῦροι ἅμα στεῖχον δολίχʼ ἔγχεα χερσὶν ἔχοντες·</l><l n="87">κὰδ δὲ μέσον τάφρου καὶ τείχεος ἷζον ἰόντες·</l><l n="88">ἔνθα δὲ πῦρ κήαντο, τίθεντο δὲ δόρπα ἕκαστος.</l><milestone ed="p" n="89" unit="card"/><l n="89"><milestone ed="P" unit="para"/>Ἀτρεΐδης δὲ γέροντας ἀολλέας ἦγεν Ἀχαιῶν</l><l n="90">ἐς κλισίην, παρὰ δέ σφι τίθει μενοεικέα δαῖτα.</l><l n="91">οἳ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.</l><l n="92">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="93">τοῖς ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν</l><l n="94">Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή·</l><l n="95">ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·</l><q><l n="96">Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον</l><l n="97">ἐν σοὶ μὲν λήξω, σέο δʼ ἄρξομαι, οὕνεκα πολλῶν</l><l n="98">λαῶν ἐσσι ἄναξ καί τοι Ζεὺς ἐγγυάλιξε</l><l n="99">σκῆπτρόν τʼ ἠδὲ θέμιστας, ἵνά σφισι βουλεύῃσθα.</l><l n="100">τώ σε χρὴ περὶ μὲν φάσθαι ἔπος ἠδʼ ἐπακοῦσαι,</l><l n="101">κρηῆναι δὲ καὶ ἄλλῳ, ὅτʼ ἄν τινα θυμὸς ἀνώγῃ</l><l n="102">εἰπεῖν εἰς ἀγαθόν· σέο δʼ ἕξεται ὅττί κεν ἄρχῃ.</l><l n="103">αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.</l><l n="104">οὐ γάρ τις νόον ἄλλος ἀμείνονα τοῦδε νοήσει</l><l n="105">οἷον ἐγὼ νοέω ἠμὲν πάλαι ἠδʼ ἔτι καὶ νῦν</l><l n="106">ἐξ ἔτι τοῦ ὅτε διογενὲς Βρισηΐδα κούρην</l><l n="107">χωομένου Ἀχιλῆος ἔβης κλισίηθεν ἀπούρας</l><l n="108">οὔ τι καθʼ ἡμέτερόν γε νόον· μάλα γάρ τοι ἔγωγε</l><l n="109">πόλλʼ ἀπεμυθεόμην· σὺ δὲ σῷ μεγαλήτορι θυμῷ</l><l n="110">εἴξας ἄνδρα φέριστον, ὃν ἀθάνατοί περ ἔτισαν,</l><l n="111">ἠτίμησας, ἑλὼν γὰρ ἔχεις γέρας· ἀλλʼ ἔτι καὶ νῦν</l><l n="112">φραζώμεσθʼ ὥς κέν μιν ἀρεσσάμενοι πεπίθωμεν</l><l n="113">δώροισίν τʼ ἀγανοῖσιν ἔπεσσί τε μειλιχίοισι.</l></q><milestone ed="p" n="114" unit="card"/><l n="114"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·</l><q><l n="115">ὦ γέρον οὔ τι ψεῦδος ἐμὰς ἄτας κατέλεξας·</l><l n="116">ἀασάμην, οὐδʼ αὐτὸς ἀναίνομαι. ἀντί νυ πολλῶν</l><l n="117">λαῶν ἐστὶν ἀνὴρ ὅν τε Ζεὺς κῆρι φιλήσῃ,</l><l n="118">ὡς νῦν τοῦτον ἔτισε, δάμασσε δὲ λαὸν Ἀχαιῶν.</l><l n="119">ἀλλʼ ἐπεὶ ἀασάμην φρεσὶ λευγαλέῃσι πιθήσας,</l><l n="120">ἂψ ἐθέλω ἀρέσαι δόμεναί τʼ ἀπερείσιʼ ἄποινα.</l><l n="121">ὑμῖν δʼ ἐν πάντεσσι περικλυτὰ δῶρʼ ὀνομήνω</l><l n="122">ἕπτʼ ἀπύρους τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα,</l><l n="123">αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δʼ ἵππους</l><l n="124">πηγοὺς ἀθλοφόρους, οἳ ἀέθλια ποσσὶν ἄροντο.</l><l n="125">οὔ κεν ἀλήϊος εἴη ἀνὴρ ᾧ τόσσα γένοιτο,</l><l n="126">οὐδέ κεν ἀκτήμων ἐριτίμοιο χρυσοῖο,</l><l n="127">ὅσσά μοι ἠνείκαντο ἀέθλια μώνυχες ἵπποι.</l><l n="128">δώσω δʼ ἑπτὰ γυναῖκας ἀμύμονα ἔργα ἰδυίας</l><l n="129">Λεσβίδας, ἃς ὅτε Λέσβον ἐϋκτιμένην ἕλεν αὐτὸς</l><l n="130">ἐξελόμην, αἳ κάλλει ἐνίκων φῦλα γυναικῶν.</l><l n="131">τὰς μέν οἱ δώσω, μετὰ δʼ ἔσσεται ἣν τότʼ ἀπηύρων</l><l n="132">κούρη Βρισῆος· ἐπὶ δὲ μέγαν ὅρκον ὀμοῦμαι</l><l n="133">μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι,</l><l n="134">ἣ θέμις ἀνθρώπων πέλει ἀνδρῶν ἠδὲ γυναικῶν.</l><l n="135">ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται· εἰ δέ κεν αὖτε</l><l n="136">ἄστυ μέγα Πριάμοιο θεοὶ δώωσʼ ἀλαπάξαι,</l><l n="137">νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηησάσθω</l><l n="138">εἰσελθών, ὅτε κεν δατεώμεθα ληΐδʼ Ἀχαιοί,</l><l n="139">Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθω,</l><l n="140">αἴ κε μετʼ Ἀργείην Ἑλένην κάλλισται ἔωσιν.</l><l n="141">εἰ δέ κεν Ἄργος ἱκοίμεθʼ Ἀχαιϊκὸν οὖθαρ ἀρούρης</l><l n="142">γαμβρός κέν μοι ἔοι· τίσω δέ μιν ἶσον Ὀρέστῃ,</l><l n="143">ὅς μοι τηλύγετος τρέφεται θαλίῃ ἔνι πολλῇ.</l><l n="144">τρεῖς δέ μοί εἰσι θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ</l><l n="145">Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα,</l><l n="146">τάων ἥν κʼ ἐθέλῃσι φίλην ἀνάεδνον ἀγέσθω</l><l n="147">πρὸς οἶκον Πηλῆος· ἐγὼ δʼ ἐπὶ μείλια δώσω</l><l n="148">πολλὰ μάλʼ, ὅσσʼ οὔ πώ τις ἑῇ ἐπέδωκε θυγατρί·</l><l n="149">ἑπτὰ δέ οἱ δώσω εὖ ναιόμενα πτολίεθρα</l><l n="150">Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν</l><l n="151">Φηράς τε ζαθέας ἠδʼ Ἄνθειαν βαθύλειμον</l><l n="152">καλήν τʼ Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν.</l><l n="153">πᾶσαι δʼ ἐγγὺς ἁλός, νέαται Πύλου ἠμαθόεντος·</l><l n="154">ἐν δʼ ἄνδρες ναίουσι πολύρρηνες πολυβοῦται,</l><l n="155">οἵ κέ ἑ δωτίνῃσι θεὸν ὣς τιμήσουσι</l><l n="156">καί οἱ ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας.</l><l n="157">ταῦτά κέ οἱ τελέσαιμι μεταλήξαντι χόλοιο.</l><l n="158">δμηθήτω· Ἀΐδης τοι ἀμείλιχος ἠδʼ ἀδάμαστος,</l><l n="159">τοὔνεκα καί τε βροτοῖσι θεῶν ἔχθιστος ἁπάντων·</l><l n="160">καί μοι ὑποστήτω ὅσσον βασιλεύτερός εἰμι</l><l n="161">ἠδʼ ὅσσον γενεῇ προγενέστερος εὔχομαι εἶναι.</l><milestone ed="p" n="162" unit="card"/></q><l n="162"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·</l><q><l n="163">Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον</l><l n="164">δῶρα μὲν οὐκέτʼ ὀνοστὰ διδοῖς Ἀχιλῆϊ ἄνακτι·</l><l n="165">ἀλλʼ ἄγετε κλητοὺς ὀτρύνομεν, οἵ κε τάχιστα</l><l n="166">ἔλθωσʼ ἐς κλισίην Πηληϊάδεω Ἀχιλῆος.</l><l n="167">εἰ δʼ ἄγε τοὺς ἂν ἐγὼ ἐπιόψομαι οἳ δὲ πιθέσθων.</l><l n="168">Φοῖνιξ μὲν πρώτιστα Διῒ φίλος ἡγησάσθω,</l><l n="169">αὐτὰρ ἔπειτʼ Αἴας τε μέγας καὶ δῖος Ὀδυσσεύς·</l><l n="170">κηρύκων δʼ Ὀδίος τε καὶ Εὐρυβάτης ἅμʼ ἑπέσθων.</l><l n="171">φέρτε δὲ χερσὶν ὕδωρ, εὐφημῆσαί τε κέλεσθε,</l><l n="172">ὄφρα Διὶ Κρονίδῃ ἀρησόμεθʼ, αἴ κʼ ἐλεήσῃ.</l></q><l n="173"><milestone ed="P" unit="para"/>ὣς φάτο, τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον ἔειπεν.</l><l n="174">αὐτίκα κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,</l><l n="175">κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,</l><l n="176">νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν.</l><l n="177">αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός,</l><l n="178">ὁρμῶντʼ ἐκ κλισίης Ἀγαμέμνονος Ἀτρεΐδαο.</l><l n="179">τοῖσι δὲ πόλλʼ ἐπέτελλε Γερήνιος ἱππότα Νέστωρ</l><l n="180">δενδίλλων ἐς ἕκαστον, Ὀδυσσῆϊ δὲ μάλιστα,</l><l n="181">πειρᾶν ὡς πεπίθοιεν ἀμύμονα Πηλεΐωνα.</l><l n="182"><milestone ed="P" unit="para"/>τὼ δὲ βάτην παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης</l><l n="183">πολλὰ μάλʼ εὐχομένω γαιηόχῳ ἐννοσιγαίῳ</l><l n="184">ῥηϊδίως πεπιθεῖν μεγάλας φρένας Αἰακίδαο.</l><l n="185">Μυρμιδόνων δʼ ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην,</l><l n="186">τὸν δʼ εὗρον φρένα τερπόμενον φόρμιγγι λιγείῃ</l><l n="187">καλῇ δαιδαλέῃ, ἐπὶ δʼ ἀργύρεον ζυγὸν ἦεν,</l><l n="188">τὴν ἄρετʼ ἐξ ἐνάρων πόλιν Ἠετίωνος ὀλέσσας·</l><l n="189">τῇ ὅ γε θυμὸν ἔτερπεν, ἄειδε δʼ ἄρα κλέα ἀνδρῶν.</l><l n="190">Πάτροκλος δέ οἱ οἶος ἐναντίος ἧστο σιωπῇ,</l><l n="191">δέγμενος Αἰακίδην ὁπότε λήξειεν ἀείδων,</l><l n="192">τὼ δὲ βάτην προτέρω, ἡγεῖτο δὲ δῖος Ὀδυσσεύς,</l><l n="193">στὰν δὲ πρόσθʼ αὐτοῖο· ταφὼν δʼ ἀνόρουσεν Ἀχιλλεὺς</l><l n="194">αὐτῇ σὺν φόρμιγγι λιπὼν ἕδος ἔνθα θάασσεν.</l><l n="195">ὣς δʼ αὔτως Πάτροκλος, ἐπεὶ ἴδε φῶτας, ἀνέστη.</l><l n="196">τὼ καὶ δεικνύμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="197">χαίρετον· ἦ φίλοι ἄνδρες ἱκάνετον ἦ τι μάλα χρεώ,</l><l n="198">οἵ μοι σκυζομένῳ περ Ἀχαιῶν φίλτατοί ἐστον.</l></q><l n="199"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας προτέρω ἄγε δῖος Ἀχιλλεύς,</l><l n="200">εἷσεν δʼ ἐν κλισμοῖσι τάπησί τε πορφυρέοισιν.</l><l n="201">αἶψα δὲ Πάτροκλον προσεφώνεεν ἐγγὺς ἐόντα·</l><q><l n="202">μείζονα δὴ κρητῆρα Μενοιτίου υἱὲ καθίστα,</l><l n="203">ζωρότερον δὲ κέραιε, δέπας δʼ ἔντυνον ἑκάστῳ·</l><l n="204">οἳ γὰρ φίλτατοι ἄνδρες ἐμῷ ὑπέασι μελάθρῳ.</l><milestone ed="p" n="205" unit="card"/></q><l n="205"><milestone ed="P" unit="para"/>ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθʼ ἑταίρῳ.</l><l n="206">αὐτὰρ ὅ γε κρεῖον μέγα κάββαλεν ἐν πυρὸς αὐγῇ,</l><l n="207">ἐν δʼ ἄρα νῶτον ἔθηκʼ ὄϊος καὶ πίονος αἰγός,</l><l n="208">ἐν δὲ συὸς σιάλοιο ῥάχιν τεθαλυῖαν ἀλοιφῇ.</l><l n="209">τῷ δʼ ἔχεν Αὐτομέδων, τάμνεν δʼ ἄρα δῖος Ἀχιλλεύς.</l><l n="210">καὶ τὰ μὲν εὖ μίστυλλε καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειρε,</l><l n="211">πῦρ δὲ Μενοιτιάδης δαῖεν μέγα ἰσόθεος φώς.</l><l n="212">αὐτὰρ ἐπεὶ κατὰ πῦρ ἐκάη καὶ φλὸξ ἐμαράνθη,</l><l n="213">ἀνθρακιὴν στορέσας ὀβελοὺς ἐφύπερθε τάνυσσε,</l><l n="214">πάσσε δʼ ἁλὸς θείοιο κρατευτάων ἐπαείρας.</l><l n="215">αὐτὰρ ἐπεί ῥʼ ὤπτησε καὶ εἰν ἐλεοῖσιν ἔχευε,</l><l n="216">Πάτροκλος μὲν σῖτον ἑλὼν ἐπένειμε τραπέζῃ</l><l n="217">καλοῖς ἐν κανέοισιν, ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς.</l><l n="218">αὐτὸς δʼ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο</l><l n="219">τοίχου τοῦ ἑτέροιο, θεοῖσι δὲ θῦσαι ἀνώγει</l><l n="220">Πάτροκλον ὃν ἑταῖρον· ὃ δʼ ἐν πυρὶ βάλλε θυηλάς.</l><l n="221">οἳ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.</l><l n="222">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="223">νεῦσʼ Αἴας Φοίνικι· νόησε δὲ δῖος Ὀδυσσεύς,</l><l n="224">πλησάμενος δʼ οἴνοιο δέπας δείδεκτʼ Ἀχιλῆα·</l><q><l n="225">χαῖρʼ Ἀχιλεῦ· δαιτὸς μὲν ἐΐσης οὐκ ἐπιδευεῖς</l><l n="226">ἠμὲν ἐνὶ κλισίῃ Ἀγαμέμνονος Ἀτρεΐδαο</l><l n="227">ἠδὲ καὶ ἐνθάδε νῦν, πάρα γὰρ μενοεικέα πολλὰ</l><l n="228">δαίνυσθʼ· ἀλλʼ οὐ δαιτὸς ἐπηράτου ἔργα μέμηλεν,</l><l n="229">ἀλλὰ λίην μέγα πῆμα διοτρεφὲς εἰσορόωντες</l><l n="230">δείδιμεν· ἐν δοιῇ δὲ σαωσέμεν ἢ ἀπολέσθαι</l><l n="231">νῆας ἐϋσσέλμους, εἰ μὴ σύ γε δύσεαι ἀλκήν.</l><l n="232">ἐγγὺς γὰρ νηῶν καὶ τείχεος αὖλιν ἔθεντο</l><l n="233">Τρῶες ὑπέρθυμοι τηλεκλειτοί τʼ ἐπίκουροι</l><l n="234">κηάμενοι πυρὰ πολλὰ κατὰ στρατόν, οὐδʼ ἔτι φασὶ</l><l n="235">σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι.</l><l n="236">Ζεὺς δέ σφι Κρονίδης ἐνδέξια σήματα φαίνων</l><l n="237">ἀστράπτει· Ἕκτωρ δὲ μέγα σθένεϊ βλεμεαίνων</l><l n="238">μαίνεται ἐκπάγλως πίσυνος Διί, οὐδέ τι τίει</l><l n="239">ἀνέρας οὐδὲ θεούς· κρατερὴ δέ ἑ λύσσα δέδυκεν.</l><l n="240">ἀρᾶται δὲ τάχιστα φανήμεναι Ἠῶ δῖαν·</l><l n="241">στεῦται γὰρ νηῶν ἀποκόψειν ἄκρα κόρυμβα</l><l n="242">αὐτάς τʼ ἐμπρήσειν μαλεροῦ πυρός, αὐτὰρ Ἀχαιοὺς</l><l n="243">δῃώσειν παρὰ τῇσιν ὀρινομένους ὑπὸ καπνοῦ.</l><milestone ed="p" n="244" unit="card"/><l n="244">ταῦτʼ αἰνῶς δείδοικα κατὰ φρένα, μή οἱ ἀπειλὰς</l><l n="245">ἐκτελέσωσι θεοί, ἡμῖν δὲ δὴ αἴσιμον εἴη</l><l n="246">φθίσθαι ἐνὶ Τροίῃ ἑκὰς Ἄργεος ἱπποβότοιο.</l><l n="247">ἀλλʼ ἄνα εἰ μέμονάς γε καὶ ὀψέ περ υἷας Ἀχαιῶν</l><l n="248">τειρομένους ἐρύεσθαι ὑπὸ Τρώων ὀρυμαγδοῦ.</l><l n="249">αὐτῷ τοι μετόπισθʼ ἄχος ἔσσεται, οὐδέ τι μῆχος</l><l n="250">ῥεχθέντος κακοῦ ἔστʼ ἄκος εὑρεῖν· ἀλλὰ πολὺ πρὶν</l><l n="251">φράζευ ὅπως Δαναοῖσιν ἀλεξήσεις κακὸν ἦμαρ.</l><l n="252">ὦ πέπον ἦ μὲν σοί γε πατὴρ ἐπετέλλετο Πηλεὺς</l><l n="253">ἤματι τῷ ὅτε σʼ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε·</l><q><l n="254">τέκνον ἐμὸν κάρτος μὲν Ἀθηναίη τε καὶ Ἥρη</l><l n="255">δώσουσʼ αἴ κʼ ἐθέλωσι, σὺ δὲ μεγαλήτορα θυμὸν</l><l n="256">ἴσχειν ἐν στήθεσσι· φιλοφροσύνη γὰρ ἀμείνων·</l><l n="257">ληγέμεναι δʼ ἔριδος κακομηχάνου, ὄφρά σε μᾶλλον</l><l n="258">τίωσʼ Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες.</l></q><l n="259">ὣς ἐπέτελλʼ ὃ γέρων, σὺ δὲ λήθεαι· ἀλλʼ ἔτι καὶ νῦν</l><l n="260">παύεʼ, ἔα δὲ χόλον θυμαλγέα· σοὶ δʼ Ἀγαμέμνων</l><l n="261">ἄξια δῶρα δίδωσι μεταλήξαντι χόλοιο.</l><l n="262">εἰ δὲ σὺ μέν μευ ἄκουσον, ἐγὼ δέ κέ τοι καταλέξω</l><l n="263">ὅσσά τοι ἐν κλισίῃσιν ὑπέσχετο δῶρʼ Ἀγαμέμνων·</l><l n="264">ἕπτʼ ἀπύρους τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα,</l><l n="265">αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δʼ ἵππους</l><l n="266">πηγοὺς ἀθλοφόρους, οἳ ἀέθλια ποσσὶν ἄροντο.</l><l n="267">οὔ κεν ἀλήϊος εἴη ἀνὴρ ᾧ τόσσα γένοιτο</l><l n="268">οὐδέ κεν ἀκτήμων ἐριτίμοιο χρυσοῖο,</l><l n="269">ὅσσʼ Ἀγαμέμνονος ἵπποι ἀέθλια ποσσὶν ἄροντο.</l><l n="270">δώσει δʼ ἑπτὰ γυναῖκας ἀμύμονα ἔργα ἰδυίας</l><l n="271">Λεσβίδας, ἃς ὅτε Λέσβον ἐϋκτιμένην ἕλες αὐτὸς</l><l n="272">ἐξέλεθʼ, αἳ τότε κάλλει ἐνίκων φῦλα γυναικῶν.</l><l n="273">τὰς μέν τοι δώσει, μετὰ δʼ ἔσσεται ἣν τότʼ ἀπηύρα</l><l n="274">κούρη Βρισῆος· ἐπὶ δὲ μέγαν ὅρκον ὀμεῖται</l><l n="275">μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι</l><l n="276">ἣ θέμις ἐστὶν ἄναξ ἤτʼ ἀνδρῶν ἤτε γυναικῶν.</l><l n="277">ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται· εἰ δέ κεν αὖτε</l><l n="278">ἄστυ μέγα Πριάμοιο θεοὶ δώωσʼ ἀλαπάξαι,</l><l n="279">νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηήσασθαι</l><l n="280">εἰσελθών, ὅτε κεν δατεώμεθα ληΐδʼ Ἀχαιοί,</l><l n="281">Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθαι,</l><l n="282">αἵ κε μετʼ Ἀργείην Ἑλένην κάλλισται ἔωσιν.</l><l n="283">εἰ δέ κεν Ἄργος ἱκοίμεθʼ Ἀχαιϊκὸν οὖθαρ ἀρούρης</l><l n="284">γαμβρός κέν οἱ ἔοις· τίσει δέ σε ἶσον Ὀρέστῃ,</l><l n="285">ὅς οἱ τηλύγετος τρέφεται θαλίῃ ἔνι πολλῇ.</l><milestone ed="p" n="286" unit="card"/><l n="286">τρεῖς δέ οἵ εἰσι θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ</l><l n="287">Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα,</l><l n="288">τάων ἥν κʼ ἐθέλῃσθα φίλην ἀνάεδνον ἄγεσθαι</l><l n="289">πρὸς οἶκον Πηλῆος· ὃ δʼ αὖτʼ ἐπὶ μείλια δώσει</l><l n="290">πολλὰ μάλʼ, ὅσσʼ οὔ πώ τις ἑῇ ἐπέδωκε θυγατρί·</l><l n="291">ἑπτὰ δέ τοι δώσει εὖ ναιόμενα πτολίεθρα</l><l n="292">Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν</l><l n="293">Φηράς τε ζαθέας ἠδʼ Ἄνθειαν βαθύλειμον</l><l n="294">καλήν τʼ Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν.</l><l n="295">πᾶσαι δʼ ἐγγὺς ἁλός, νέαται Πύλου ἠμαθόεντος·</l><l n="296">ἐν δʼ ἄνδρες ναίουσι πολύρρηνες πολυβοῦται,</l><l n="297">οἵ κέ σε δωτίνῃσι θεὸν ὣς τιμήσουσι</l><l n="298">καί τοι ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας.</l><l n="299">ταῦτά κέ τοι τελέσειε μεταλήξαντι χόλοιο.</l><l n="300">εἰ δέ τοι Ἀτρεΐδης μὲν ἀπήχθετο κηρόθι μᾶλλον</l><l n="301">αὐτὸς καὶ τοῦ δῶρα, σὺ δʼ ἄλλους περ Παναχαιοὺς</l><l n="302">τειρομένους ἐλέαιρε κατὰ στρατόν, οἵ σε θεὸν ὣς</l><l n="303">τίσουσʼ· ἦ γάρ κέ σφι μάλα μέγα κῦδος ἄροιο·</l><l n="304">νῦν γάρ χʼ Ἕκτορʼ ἕλοις, ἐπεὶ ἂν μάλα τοι σχεδὸν ἔλθοι</l><l n="305">λύσσαν ἔχων ὀλοήν, ἐπεὶ οὔ τινά φησιν ὁμοῖον</l><l n="306">οἷ ἔμεναι Δαναῶν οὓς ἐνθάδε νῆες ἔνεικαν.</l></q><l n="307"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="308">διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ</l><l n="309">χρὴ μὲν δὴ τὸν μῦθον ἀπηλεγέως ἀποειπεῖν,</l><l n="310">ᾗ περ δὴ φρονέω τε καὶ ὡς τετελεσμένον ἔσται,</l><l n="311">ὡς μή μοι τρύζητε παρήμενοι ἄλλοθεν ἄλλος.</l><l n="312">ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσιν</l><l n="313">ὅς χʼ ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ.</l><l n="314">αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα·</l><l n="315">οὔτʼ ἔμεγʼ Ἀτρεΐδην Ἀγαμέμνονα πεισέμεν οἴω</l><l n="316">οὔτʼ ἄλλους Δαναούς, ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν</l><l n="317">μάρνασθαι δηΐοισιν ἐπʼ ἀνδράσι νωλεμὲς αἰεί.</l><l n="318">ἴση μοῖρα μένοντι καὶ εἰ μάλα τις πολεμίζοι·</l><l n="319">ἐν δὲ ἰῇ τιμῇ ἠμὲν κακὸς ἠδὲ καὶ ἐσθλός·</l><l n="320">κάτθανʼ ὁμῶς ὅ τʼ ἀεργὸς ἀνὴρ ὅ τε πολλὰ ἐοργώς.</l><l n="321">οὐδέ τί μοι περίκειται, ἐπεὶ πάθον ἄλγεα θυμῷ</l><l n="322">αἰεὶ ἐμὴν ψυχὴν παραβαλλόμενος πολεμίζειν.</l><l n="323">ὡς δʼ ὄρνις ἀπτῆσι νεοσσοῖσι προφέρῃσι</l><l n="324">μάστακʼ ἐπεί κε λάβῃσι, κακῶς δʼ ἄρα οἱ πέλει αὐτῇ,</l><l n="325">ὣς καὶ ἐγὼ πολλὰς μὲν ἀΰπνους νύκτας ἴαυον,</l><l n="326">ἤματα δʼ αἱματόεντα διέπρησσον πολεμίζων</l><l n="327">ἀνδράσι μαρνάμενος ὀάρων ἕνεκα σφετεράων.</l><milestone ed="p" n="328" unit="card"/><l n="328">δώδεκα δὴ σὺν νηυσὶ πόλεις ἀλάπαξʼ ἀνθρώπων,</l><l n="329">πεζὸς δʼ ἕνδεκά φημι κατὰ Τροίην ἐρίβωλον·</l><l n="330">τάων ἐκ πασέων κειμήλια πολλὰ καὶ ἐσθλὰ</l><l n="331">ἐξελόμην, καὶ πάντα φέρων Ἀγαμέμνονι δόσκον</l><l n="332">Ἀτρεΐδῃ· ὃ δʼ ὄπισθε μένων παρὰ νηυσὶ θοῇσι</l><l n="333">δεξάμενος διὰ παῦρα δασάσκετο, πολλὰ δʼ ἔχεσκεν.</l><l n="334">ἄλλα δʼ ἀριστήεσσι δίδου γέρα καὶ βασιλεῦσι·</l><l n="335">τοῖσι μὲν ἔμπεδα κεῖται, ἐμεῦ δʼ ἀπὸ μούνου Ἀχαιῶν</l><l n="336">εἵλετʼ, ἔχει δʼ ἄλοχον θυμαρέα· τῇ παριαύων</l><l n="337">τερπέσθω. τί δὲ δεῖ πολεμιζέμεναι Τρώεσσιν</l><l n="338">Ἀργείους; τί δὲ λαὸν ἀνήγαγεν ἐνθάδʼ ἀγείρας</l><l n="339">Ἀτρεΐδης; ἦ οὐχ Ἑλένης ἕνεκʼ ἠϋκόμοιο;</l><l n="340">ἦ μοῦνοι φιλέουσʼ ἀλόχους μερόπων ἀνθρώπων</l><l n="341">Ἀτρεΐδαι; ἐπεὶ ὅς τις ἀνὴρ ἀγαθὸς καὶ ἐχέφρων</l><l n="342">τὴν αὐτοῦ φιλέει καὶ κήδεται, ὡς καὶ ἐγὼ τὴν</l><l n="343">ἐκ θυμοῦ φίλεον δουρικτητήν περ ἐοῦσαν.</l><l n="344">νῦν δʼ ἐπεὶ ἐκ χειρῶν γέρας εἵλετο καί μʼ ἀπάτησε</l><l n="345">μή μευ πειράτω εὖ εἰδότος· οὐδέ με πείσει.</l><l n="346">ἀλλʼ Ὀδυσεῦ σὺν σοί τε καὶ ἄλλοισιν βασιλεῦσι</l><l n="347">φραζέσθω νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ.</l><l n="348">ἦ μὲν δὴ μάλα πολλὰ πονήσατο νόσφιν ἐμεῖο,</l><l n="349">καὶ δὴ τεῖχος ἔδειμε, καὶ ἤλασε τάφρον ἐπʼ αὐτῷ</l><l n="350">εὐρεῖαν μεγάλην, ἐν δὲ σκόλοπας κατέπηξεν·</l><l n="351">ἀλλʼ οὐδʼ ὧς δύναται σθένος Ἕκτορος ἀνδροφόνοιο</l><l n="352">ἴσχειν· ὄφρα δʼ ἐγὼ μετʼ Ἀχαιοῖσιν πολέμιζον</l><l n="353">οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεος ὀρνύμεν Ἕκτωρ,</l><l n="354">ἀλλʼ ὅσον ἐς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν·</l><l n="355">ἔνθά ποτʼ οἶον ἔμιμνε, μόγις δέ μευ ἔκφυγεν ὁρμήν.</l><l n="356">νῦν δʼ ἐπεὶ οὐκ ἐθέλω πολεμιζέμεν Ἕκτορι δίῳ</l><l n="357">αὔριον ἱρὰ Διὶ ῥέξας καὶ πᾶσι θεοῖσι</l><l n="358">νηήσας εὖ νῆας, ἐπὴν ἅλα δὲ προερύσσω,</l><l n="359">ὄψεαι, αἴ κʼ ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ,</l><l n="360">ἦρι μάλʼ Ἑλλήσποντον ἐπʼ ἰχθυόεντα πλεούσας</l><l n="361">νῆας ἐμάς, ἐν δʼ ἄνδρας ἐρεσσέμεναι μεμαῶτας·</l><l n="362">εἰ δέ κεν εὐπλοίην δώῃ κλυτὸς ἐννοσίγαιος</l><l n="363">ἤματί κε τριτάτῳ Φθίην ἐρίβωλον ἱκοίμην.</l><l n="364">ἔστι δέ μοι μάλα πολλά, τὰ κάλλιπον ἐνθάδε ἔρρων·</l><l n="365">ἄλλον δʼ ἐνθένδε χρυσὸν καὶ χαλκὸν ἐρυθρὸν</l><l n="366">ἠδὲ γυναῖκας ἐϋζώνους πολιόν τε σίδηρον</l><l n="367">ἄξομαι, ἅσσʼ ἔλαχόν γε· γέρας δέ μοι, ὅς περ ἔδωκεν,</l><l n="368">αὖτις ἐφυβρίζων ἕλετο κρείων Ἀγαμέμνων</l><l n="369">Ἀτρεΐδης· τῷ πάντʼ ἀγορευέμεν ὡς ἐπιτέλλω</l><l n="370">ἀμφαδόν, ὄφρα καὶ ἄλλοι ἐπισκύζωνται Ἀχαιοὶ</l><l n="371">εἴ τινά που Δαναῶν ἔτι ἔλπεται ἐξαπατήσειν</l><l n="372">αἰὲν ἀναιδείην ἐπιειμένος· οὐδʼ ἂν ἔμοιγε</l><l n="373">τετλαίη κύνεός περ ἐὼν εἰς ὦπα ἰδέσθαι·</l><milestone ed="p" n="374" unit="card"/><l n="374">οὐδέ τί οἱ βουλὰς συμφράσσομαι, οὐδὲ μὲν ἔργον·</l><l n="375">ἐκ γὰρ δή μʼ ἀπάτησε καὶ ἤλιτεν· οὐδʼ ἂν ἔτʼ αὖτις</l><l n="376">ἐξαπάφοιτʼ ἐπέεσσιν· ἅλις δέ οἱ· ἀλλὰ ἕκηλος</l><l n="377">ἐρρέτω· ἐκ γάρ εὑ φρένας εἵλετο μητίετα Ζεύς.</l><l n="378">ἐχθρὰ δέ μοι τοῦ δῶρα, τίω δέ μιν ἐν καρὸς αἴσῃ.</l><l n="379">οὐδʼ εἴ μοι δεκάκις τε καὶ εἰκοσάκις τόσα δοίη</l><l n="380">ὅσσά τέ οἱ νῦν ἔστι, καὶ εἴ ποθεν ἄλλα γένοιτο,</l><l n="381">οὐδʼ ὅσʼ ἐς Ὀρχομενὸν ποτινίσεται, οὐδʼ ὅσα Θήβας</l><l n="382">Αἰγυπτίας, ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται,</l><l n="383">αἵ θʼ ἑκατόμπυλοί εἰσι, διηκόσιοι δʼ ἀνʼ ἑκάστας</l><l n="384">ἀνέρες ἐξοιχνεῦσι σὺν ἵπποισιν καὶ ὄχεσφιν·</l><l n="385">οὐδʼ εἴ μοι τόσα δοίη ὅσα ψάμαθός τε κόνις τε,</l><l n="386">οὐδέ κεν ὧς ἔτι θυμὸν ἐμὸν πείσειʼ Ἀγαμέμνων</l><l n="387">πρίν γʼ ἀπὸ πᾶσαν ἐμοὶ δόμεναι θυμαλγέα λώβην.</l><l n="388">κούρην δʼ οὐ γαμέω Ἀγαμέμνονος Ἀτρεΐδαο,</l><l n="389">οὐδʼ εἰ χρυσείῃ Ἀφροδίτῃ κάλλος ἐρίζοι,</l><l n="390">ἔργα δʼ Ἀθηναίῃ γλαυκώπιδι ἰσοφαρίζοι·</l><l n="391">οὐδέ μιν ὧς γαμέω· ὃ δʼ Ἀχαιῶν ἄλλον ἑλέσθω,</l><l n="392">ὅς τις οἷ τʼ ἐπέοικε καὶ ὃς βασιλεύτερός ἐστιν.</l><l n="393">ἢν γὰρ δή με σαῶσι θεοὶ καὶ οἴκαδʼ ἵκωμαι,</l><l n="394">Πηλεύς θήν μοι ἔπειτα γυναῖκά γε μάσσεται αὐτός.</l><l n="395">πολλαὶ Ἀχαιΐδες εἰσὶν ἀνʼ Ἑλλάδα τε Φθίην τε</l><l n="396">κοῦραι ἀριστήων, οἵ τε πτολίεθρα ῥύονται,</l><l n="397">τάων ἥν κʼ ἐθέλωμι φίλην ποιήσομʼ ἄκοιτιν.</l><l n="398">ἔνθα δέ μοι μάλα πολλὸν ἐπέσσυτο θυμὸς ἀγήνωρ</l><l n="399">γήμαντα μνηστὴν ἄλοχον ἐϊκυῖαν ἄκοιτιν</l><l n="400">κτήμασι τέρπεσθαι τὰ γέρων ἐκτήσατο Πηλεύς·</l><l n="401">οὐ γὰρ ἐμοὶ ψυχῆς ἀντάξιον οὐδʼ ὅσα φασὶν</l><l n="402">Ἴλιον ἐκτῆσθαι εὖ ναιόμενον πτολίεθρον</l><l n="403">τὸ πρὶν ἐπʼ εἰρήνης, πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν,</l><l n="404">οὐδʼ ὅσα λάϊνος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει</l><l n="405">Φοίβου Ἀπόλλωνος Πυθοῖ ἔνι πετρηέσσῃ.</l><l n="406">ληϊστοὶ μὲν γάρ τε βόες καὶ ἴφια μῆλα,</l><l n="407">κτητοὶ δὲ τρίποδές τε καὶ ἵππων ξανθὰ κάρηνα,</l><l n="408">ἀνδρὸς δὲ ψυχὴ πάλιν ἐλθεῖν οὔτε λεϊστὴ</l><l n="409">οὔθʼ ἑλετή, ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκος ὀδόντων.</l><l n="410">μήτηρ γάρ τέ μέ φησι θεὰ Θέτις ἀργυρόπεζα</l><l n="411">διχθαδίας κῆρας φερέμεν θανάτοιο τέλος δέ.</l><l n="412">εἰ μέν κʼ αὖθι μένων Τρώων πόλιν ἀμφιμάχωμαι,</l><l n="413">ὤλετο μέν μοι νόστος, ἀτὰρ κλέος ἄφθιτον ἔσται·</l><l n="414">εἰ δέ κεν οἴκαδʼ ἵκωμι φίλην ἐς πατρίδα γαῖαν,</l><l n="415">ὤλετό μοι κλέος ἐσθλόν, ἐπὶ δηρὸν δέ μοι αἰὼν</l><l n="416">ἔσσεται, οὐδέ κέ μʼ ὦκα τέλος θανάτοιο κιχείη.</l><milestone ed="p" n="417" unit="card"/><l n="417">καὶ δʼ ἂν τοῖς ἄλλοισιν ἐγὼ παραμυθησαίμην</l><l n="418">οἴκαδʼ ἀποπλείειν, ἐπεὶ οὐκέτι δήετε τέκμωρ</l><l n="419">Ἰλίου αἰπεινῆς· μάλα γάρ ἑθεν εὐρύοπα Ζεὺς</l><l n="420">χεῖρα ἑὴν ὑπερέσχε, τεθαρσήκασι δὲ λαοί.</l><l n="421">ἀλλʼ ὑμεῖς μὲν ἰόντες ἀριστήεσσιν Ἀχαιῶν</l><l n="422">ἀγγελίην ἀπόφασθε· τὸ γὰρ γέρας ἐστὶ γερόντων·</l><l n="423">ὄφρʼ ἄλλην φράζωνται ἐνὶ φρεσὶ μῆτιν ἀμείνω,</l><l n="424">ἥ κέ σφιν νῆάς τε σαῷ καὶ λαὸν Ἀχαιῶν</l><l n="425">νηυσὶν ἔπι γλαφυρῇς, ἐπεὶ οὔ σφισιν ἥδέ γʼ ἑτοίμη</l><l n="426">ἣν νῦν ἐφράσσαντο ἐμεῦ ἀπομηνίσαντος·</l><l n="427">Φοῖνιξ δʼ αὖθι παρʼ ἄμμι μένων κατακοιμηθήτω,</l><l n="428">ὄφρά μοι ἐν νήεσσι φίλην ἐς πατρίδʼ ἕπηται</l><l n="429">αὔριον ἢν ἐθέλῃσιν· ἀνάγκῃ δʼ οὔ τί μιν ἄξω.</l></q><l n="430"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ</l><l n="431">μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀπέειπεν·</l><l n="432">ὀψὲ δὲ δὴ μετέειπε γέρων ἱππηλάτα Φοῖνιξ</l><l n="433">δάκρυʼ ἀναπρήσας· περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν·</l><q><l n="434">εἰ μὲν δὴ νόστόν γε μετὰ φρεσὶ φαίδιμʼ Ἀχιλλεῦ</l><l n="435">βάλλεαι, οὐδέ τι πάμπαν ἀμύνειν νηυσὶ θοῇσι</l><l n="436">πῦρ ἐθέλεις ἀΐδηλον, ἐπεὶ χόλος ἔμπεσε θυμῷ,</l><l n="437">πῶς ἂν ἔπειτʼ ἀπὸ σεῖο φίλον τέκος αὖθι λιποίμην</l><l n="438">οἶος; σοὶ δέ μʼ ἔπεμπε γέρων ἱππηλάτα Πηλεὺς</l><l n="439">ἤματι τῷ ὅτε σʼ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε</l><l n="440">νήπιον οὔ πω εἰδόθʼ ὁμοιΐου πολέμοιο</l><l n="441">οὐδʼ ἀγορέων, ἵνα τʼ ἄνδρες ἀριπρεπέες τελέθουσι.</l><l n="442">τοὔνεκά με προέηκε διδασκέμεναι τάδε πάντα,</l><l n="443">μύθων τε ῥητῆρʼ ἔμεναι πρηκτῆρά τε ἔργων.</l><l n="444">ὡς ἂν ἔπειτʼ ἀπὸ σεῖο φίλον τέκος οὐκ ἐθέλοιμι</l><l n="445">λείπεσθʼ, οὐδʼ εἴ κέν μοι ὑποσταίη θεὸς αὐτὸς</l><l n="446">γῆρας ἀποξύσας θήσειν νέον ἡβώοντα,</l><l n="447">οἷον ὅτε πρῶτον λίπον Ἑλλάδα καλλιγύναικα</l><l n="448">φεύγων νείκεα πατρὸς Ἀμύντορος Ὀρμενίδαο,</l><l n="449">ὅς μοι παλλακίδος περιχώσατο καλλικόμοιο,</l><l n="450">τὴν αὐτὸς φιλέεσκεν, ἀτιμάζεσκε δʼ ἄκοιτιν</l><l n="451">μητέρʼ ἐμήν· ἣ δʼ αἰὲν ἐμὲ λισσέσκετο γούνων</l><l n="452">παλλακίδι προμιγῆναι, ἵνʼ ἐχθήρειε γέροντα.</l><milestone ed="p" n="453" unit="card"/><l n="453">τῇ πιθόμην καὶ ἔρεξα· πατὴρ δʼ ἐμὸς αὐτίκʼ ὀϊσθεὶς</l><l n="454">πολλὰ κατηρᾶτο, στυγερὰς δʼ ἐπεκέκλετʼ Ἐρινῦς,</l><l n="455">μή ποτε γούνασιν οἷσιν ἐφέσσεσθαι φίλον υἱὸν</l><l n="456">ἐξ ἐμέθεν γεγαῶτα· θεοὶ δʼ ἐτέλειον ἐπαρὰς</l><l n="457">Ζεύς τε καταχθόνιος καὶ ἐπαινὴ Περσεφόνεια.</l><note resp="perseus">This edition omits lines 458-461.</note><l n="462">ἔνθʼ ἐμοὶ οὐκέτι πάμπαν ἐρητύετʼ ἐν φρεσὶ θυμὸς</l><l n="463">πατρὸς χωομένοιο κατὰ μέγαρα στρωφᾶσθαι.</l><l n="464">ἦ μὲν πολλὰ ἔται καὶ ἀνεψιοὶ ἀμφὶς ἐόντες</l><l n="465">αὐτοῦ λισσόμενοι κατερήτυον ἐν μεγάροισι,</l><l n="466">πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς</l><l n="467">ἔσφαζον, πολλοὶ δὲ σύες θαλέθοντες ἀλοιφῇ</l><l n="468">εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο,</l><l n="469">πολλὸν δʼ ἐκ κεράμων μέθυ πίνετο τοῖο γέροντος.</l><l n="470">εἰνάνυχες δέ μοι ἀμφʼ αὐτῷ παρὰ νύκτας ἴαυον·</l><l n="471">οἳ μὲν ἀμειβόμενοι φυλακὰς ἔχον, οὐδέ ποτʼ ἔσβη</l><l n="472">πῦρ, ἕτερον μὲν ὑπʼ αἰθούσῃ εὐερκέος αὐλῆς,</l><l n="473">ἄλλο δʼ ἐνὶ προδόμῳ, πρόσθεν θαλάμοιο θυράων.</l><l n="474">ἀλλʼ ὅτε δὴ δεκάτη μοι ἐπήλυθε νὺξ ἐρεβεννή,</l><l n="475">καὶ τότʼ ἐγὼ θαλάμοιο θύρας πυκινῶς ἀραρυίας</l><l n="476">ῥήξας ἐξῆλθον, καὶ ὑπέρθορον ἑρκίον αὐλῆς</l><l n="477">ῥεῖα, λαθὼν φύλακάς τʼ ἄνδρας δμῳάς τε γυναῖκας.</l><l n="478">φεῦγον ἔπειτʼ ἀπάνευθε διʼ Ἑλλάδος εὐρυχόροιο,</l><l n="479">Φθίην δʼ ἐξικόμην ἐριβώλακα μητέρα μήλων</l><l n="480">ἐς Πηλῆα ἄναχθʼ· ὃ δέ με πρόφρων ὑπέδεκτο,</l><l n="481">καί μʼ ἐφίλησʼ ὡς εἴ τε πατὴρ ὃν παῖδα φιλήσῃ</l><l n="482">μοῦνον τηλύγετον πολλοῖσιν ἐπὶ κτεάτεσσι,</l><l n="483">καί μʼ ἀφνειὸν ἔθηκε, πολὺν δέ μοι ὤπασε λαόν·</l><l n="484">ναῖον δʼ ἐσχατιὴν Φθίης Δολόπεσσιν ἀνάσσων.</l><l n="485">καί σε τοσοῦτον ἔθηκα θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ,</l><l n="486">ἐκ θυμοῦ φιλέων, ἐπεὶ οὐκ ἐθέλεσκες ἅμʼ ἄλλῳ</l><l n="487">οὔτʼ ἐς δαῖτʼ ἰέναι οὔτʼ ἐν μεγάροισι πάσασθαι,</l><l n="488">πρίν γʼ ὅτε δή σʼ ἐπʼ ἐμοῖσιν ἐγὼ γούνεσσι καθίσσας</l><l n="489">ὄψου τʼ ἄσαιμι προταμὼν καὶ οἶνον ἐπισχών.</l><l n="490">πολλάκι μοι κατέδευσας ἐπὶ στήθεσσι χιτῶνα</l><l n="491">οἴνου ἀποβλύζων ἐν νηπιέῃ ἀλεγεινῇ.</l><milestone ed="p" n="492" unit="card"/><l n="492">ὣς ἐπὶ σοὶ μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα,</l><l n="493">τὰ φρονέων ὅ μοι οὔ τι θεοὶ γόνον ἐξετέλειον</l><l n="494">ἐξ ἐμεῦ· ἀλλὰ σὲ παῖδα θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ</l><l n="495">ποιεύμην, ἵνα μοί ποτʼ ἀεικέα λοιγὸν ἀμύνῃς.</l><l n="496">ἀλλʼ Ἀχιλεῦ δάμασον θυμὸν μέγαν· οὐδέ τί σε χρὴ</l><l n="497">νηλεὲς ἦτορ ἔχειν· στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί,</l><l n="498">τῶν περ καὶ μείζων ἀρετὴ τιμή τε βίη τε.</l><l n="499">καὶ μὲν τοὺς θυέεσσι καὶ εὐχωλῇς ἀγανῇσι</l><l n="500">λοιβῇ τε κνίσῃ τε παρατρωπῶσʼ ἄνθρωποι</l><l n="501">λισσόμενοι, ὅτε κέν τις ὑπερβήῃ καὶ ἁμάρτῃ.</l><l n="502">καὶ γάρ τε λιταί εἰσι Διὸς κοῦραι μεγάλοιο</l><l n="503">χωλαί τε ῥυσαί τε παραβλῶπές τʼ ὀφθαλμώ,</l><l n="504">αἵ ῥά τε καὶ μετόπισθʼ ἄτης ἀλέγουσι κιοῦσαι.</l><l n="505">ἣ δʼ ἄτη σθεναρή τε καὶ ἀρτίπος, οὕνεκα πάσας</l><l n="506">πολλὸν ὑπεκπροθέει, φθάνει δέ τε πᾶσαν ἐπʼ αἶαν</l><l n="507">βλάπτουσʼ ἀνθρώπους· αἳ δʼ ἐξακέονται ὀπίσσω.</l><l n="508">ὃς μέν τʼ αἰδέσεται κούρας Διὸς ἆσσον ἰούσας,</l><l n="509">τὸν δὲ μέγʼ ὤνησαν καί τʼ ἔκλυον εὐχομένοιο·</l><l n="510">ὃς δέ κʼ ἀνήνηται καί τε στερεῶς ἀποείπῃ,</l><l n="511">λίσσονται δʼ ἄρα ταί γε Δία Κρονίωνα κιοῦσαι</l><l n="512">τῷ ἄτην ἅμʼ ἕπεσθαι, ἵνα βλαφθεὶς ἀποτίσῃ.</l><l n="513">ἀλλʼ Ἀχιλεῦ πόρε καὶ σὺ Διὸς κούρῃσιν ἕπεσθαι</l><l n="514">τιμήν, ἥ τʼ ἄλλων περ ἐπιγνάμπτει νόον ἐσθλῶν.</l><l n="515">εἰ μὲν γὰρ μὴ δῶρα φέροι τὰ δʼ ὄπισθʼ ὀνομάζοι</l><l n="516">Ἀτρεΐδης, ἀλλʼ αἰὲν ἐπιζαφελῶς χαλεπαίνοι,</l><l n="517">οὐκ ἂν ἔγωγέ σε μῆνιν ἀπορρίψαντα κελοίμην</l><l n="518">Ἀργείοισιν ἀμυνέμεναι χατέουσί περ ἔμπης·</l><l n="519">νῦν δʼ ἅμα τʼ αὐτίκα πολλὰ διδοῖ τὰ δʼ ὄπισθεν ὑπέστη,</l><l n="520">ἄνδρας δὲ λίσσεσθαι ἐπιπροέηκεν ἀρίστους</l><l n="521">κρινάμενος κατὰ λαὸν Ἀχαιϊκόν, οἵ τε σοὶ αὐτῷ</l><l n="522">φίλτατοι Ἀργείων· τῶν μὴ σύ γε μῦθον ἐλέγξῃς</l><l n="523">μηδὲ πόδας· πρὶν δʼ οὔ τι νεμεσσητὸν κεχολῶσθαι.</l><l n="524">οὕτω καὶ τῶν πρόσθεν ἐπευθόμεθα κλέα ἀνδρῶν</l><l n="525">ἡρώων, ὅτε κέν τινʼ ἐπιζάφελος χόλος ἵκοι·</l><l n="526">δωρητοί τε πέλοντο παράρρητοί τʼ ἐπέεσσι.</l><l n="527">μέμνημαι τόδε ἔργον ἐγὼ πάλαι οὔ τι νέον γε</l><l n="528">ὡς ἦν· ἐν δʼ ὑμῖν ἐρέω πάντεσσι φίλοισι.</l><l n="529">Κουρῆτές τʼ ἐμάχοντο καὶ Αἰτωλοὶ μενεχάρμαι</l><l n="530">ἀμφὶ πόλιν Καλυδῶνα καὶ ἀλλήλους ἐνάριζον,</l><l n="531">Αἰτωλοὶ μὲν ἀμυνόμενοι Καλυδῶνος ἐραννῆς,</l><l n="532">Κουρῆτες δὲ διαπραθέειν μεμαῶτες Ἄρηϊ.</l><l n="533">καὶ γὰρ τοῖσι κακὸν χρυσόθρονος Ἄρτεμις ὦρσε</l><l n="534">χωσαμένη ὅ οἱ οὔ τι θαλύσια γουνῷ ἀλωῆς</l><l n="535">Οἰνεὺς ῥέξʼ· ἄλλοι δὲ θεοὶ δαίνυνθʼ ἑκατόμβας,</l><l n="536">οἴῃ δʼ οὐκ ἔρρεξε Διὸς κούρῃ μεγάλοιο.</l><l n="537">ἢ λάθετʼ ἢ οὐκ ἐνόησεν· ἀάσατο δὲ μέγα θυμῷ.</l><milestone ed="p" n="538" unit="card"/><l n="538">ἣ δὲ χολωσαμένη δῖον γένος ἰοχέαιρα</l><l n="539">ὦρσεν ἔπι χλούνην σῦν ἄγριον ἀργιόδοντα,</l><l n="540">ὃς κακὰ πόλλʼ ἕρδεσκεν ἔθων Οἰνῆος ἀλωήν·</l><l n="541">πολλὰ δʼ ὅ γε προθέλυμνα χαμαὶ βάλε δένδρεα μακρὰ</l><l n="542">αὐτῇσιν ῥίζῃσι καὶ αὐτοῖς ἄνθεσι μήλων.</l><l n="543">τὸν δʼ υἱὸς Οἰνῆος ἀπέκτεινεν Μελέαγρος</l><l n="544">πολλέων ἐκ πολίων θηρήτορας ἄνδρας ἀγείρας</l><l n="545">καὶ κύνας· οὐ μὲν γάρ κε δάμη παύροισι βροτοῖσι·</l><l n="546">τόσσος ἔην, πολλοὺς δὲ πυρῆς ἐπέβησʼ ἀλεγεινῆς.</l><l n="547">ἣ δʼ ἀμφʼ αὐτῷ θῆκε πολὺν κέλαδον καὶ ἀϋτὴν</l><l n="548">ἀμφὶ συὸς κεφαλῇ καὶ δέρματι λαχνήεντι,</l><l n="549">Κουρήτων τε μεσηγὺ καὶ Αἰτωλῶν μεγαθύμων.</l><l n="550">ὄφρα μὲν οὖν Μελέαγρος ἄρηι φίλος πολέμιζε,</l><l n="551">τόφρα δὲ Κουρήτεσσι κακῶς ἦν, οὐδὲ δύναντο</l><l n="552">τείχεος ἔκτοσθεν μίμνειν πολέες περ ἐόντες·</l><l n="553">ἀλλʼ ὅτε δὴ Μελέαγρον ἔδυ χόλος, ὅς τε καὶ ἄλλων</l><l n="554">οἰδάνει ἐν στήθεσσι νόον πύκα περ φρονεόντων,</l><l n="555">ἤτοι ὃ μητρὶ φίλῃ Ἀλθαίῃ χωόμενος κῆρ</l><l n="556">κεῖτο παρὰ μνηστῇ ἀλόχῳ καλῇ Κλεοπάτρῃ</l><l n="557">κούρῃ Μαρπήσσης καλλισφύρου Εὐηνίνης</l><l n="558">Ἴδεώ θʼ, ὃς κάρτιστος ἐπιχθονίων γένετʼ ἀνδρῶν</l><l n="559">τῶν τότε· καί ῥα ἄνακτος ἐναντίον εἵλετο τόξον</l><l n="560">Φοίβου Ἀπόλλωνος καλλισφύρου εἵνεκα νύμφης,</l><l n="561">τὴν δὲ τότʼ ἐν μεγάροισι πατὴρ καὶ πότνια μήτηρ</l><l n="562">Ἀλκυόνην καλέεσκον ἐπώνυμον, οὕνεκʼ ἄρʼ αὐτῆς</l><l n="563">μήτηρ ἀλκυόνος πολυπενθέος οἶτον ἔχουσα</l><l n="564">κλαῖεν ὅ μιν ἑκάεργος ἀνήρπασε Φοῖβος Ἀπόλλων·</l><l n="565">τῇ ὅ γε παρκατέλεκτο χόλον θυμαλγέα πέσσων</l><l n="566">ἐξ ἀρέων μητρὸς κεχολωμένος, ἥ ῥα θεοῖσι</l><l n="567">πόλλʼ ἀχέουσʼ ἠρᾶτο κασιγνήτοιο φόνοιο,</l><l n="568">πολλὰ δὲ καὶ γαῖαν πολυφόρβην χερσὶν ἀλοία</l><l n="569">κικλήσκουσʼ Ἀΐδην καὶ ἐπαινὴν Περσεφόνειαν</l><l n="570">πρόχνυ καθεζομένη, δεύοντο δὲ δάκρυσι κόλποι,</l><l n="571">παιδὶ δόμεν θάνατον· τῆς δʼ ἠεροφοῖτις Ἐρινὺς</l><l n="572">ἔκλυεν ἐξ Ἐρέβεσφιν ἀμείλιχον ἦτορ ἔχουσα.</l><l n="573">τῶν δὲ τάχʼ ἀμφὶ πύλας ὅμαδος καὶ δοῦπος ὀρώρει</l><l n="574">πύργων βαλλομένων· τὸν δὲ λίσσοντο γέροντες</l><l n="575">Αἰτωλῶν, πέμπον δὲ θεῶν ἱερῆας ἀρίστους,</l><l n="576">ἐξελθεῖν καὶ ἀμῦναι ὑποσχόμενοι μέγα δῶρον·</l><l n="577">ὁππόθι πιότατον πεδίον Καλυδῶνος ἐραννῆς,</l><l n="578">ἔνθά μιν ἤνωγον τέμενος περικαλλὲς ἑλέσθαι</l><l n="579">πεντηκοντόγυον, τὸ μὲν ἥμισυ οἰνοπέδοιο,</l><l n="580">ἥμισυ δὲ ψιλὴν ἄροσιν πεδίοιο ταμέσθαι.</l><milestone ed="p" n="581" unit="card"/><l n="581">πολλὰ δέ μιν λιτάνευε γέρων ἱππηλάτα Οἰνεὺς</l><l n="582">οὐδοῦ ἐπεμβεβαὼς ὑψηρεφέος θαλάμοιο</l><l n="583">σείων κολλητὰς σανίδας γουνούμενος υἱόν·</l><l n="584">πολλὰ δὲ τόν γε κασίγνηται καὶ πότνια μήτηρ</l><l n="585">ἐλλίσσονθʼ· ὃ δὲ μᾶλλον ἀναίνετο· πολλὰ δʼ ἑταῖροι,</l><l n="586">οἵ οἱ κεδνότατοι καὶ φίλτατοι ἦσαν ἁπάντων·</l><l n="587">ἀλλʼ οὐδʼ ὧς τοῦ θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον,</l><l n="588">πρίν γʼ ὅτε δὴ θάλαμος πύκʼ ἐβάλλετο, τοὶ δʼ ἐπὶ πύργων</l><l n="589">βαῖνον Κουρῆτες καὶ ἐνέπρηθον μέγα ἄστυ.</l><l n="590">καὶ τότε δὴ Μελέαγρον ἐΰζωνος παράκοιτις</l><l n="591">λίσσετʼ ὀδυρομένη, καί οἱ κατέλεξεν ἅπαντα</l><l n="592">κήδεʼ, ὅσʼ ἀνθρώποισι πέλει τῶν ἄστυ ἁλώῃ·</l><l n="593">ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε πῦρ ἀμαθύνει,</l><l n="594">τέκνα δέ τʼ ἄλλοι ἄγουσι βαθυζώνους τε γυναῖκας.</l><l n="595">τοῦ δʼ ὠρίνετο θυμὸς ἀκούοντος κακὰ ἔργα,</l><l n="596">βῆ δʼ ἰέναι, χροῒ δʼ ἔντεʼ ἐδύσετο παμφανόωντα.</l><l n="597">ὣς ὃ μὲν Αἰτωλοῖσιν ἀπήμυνεν κακὸν ἦμαρ</l><l n="598">εἴξας ᾧ θυμῷ· τῷ δʼ οὐκέτι δῶρα τέλεσσαν</l><l n="599">πολλά τε καὶ χαρίεντα, κακὸν δʼ ἤμυνε καὶ αὔτως.</l><l n="600">ἀλλὰ σὺ μή μοι ταῦτα νόει φρεσί, μὴ δέ σε δαίμων</l><l n="601">ἐνταῦθα τρέψειε φίλος· κάκιον δέ κεν εἴη</l><l n="602">νηυσὶν καιομένῃσιν ἀμυνέμεν· ἀλλʼ ἐπὶ δώρων</l><l n="603">ἔρχεο· ἶσον γάρ σε θεῷ τίσουσιν Ἀχαιοί.</l><l n="604">εἰ δέ κʼ ἄτερ δώρων πόλεμον φθισήνορα δύῃς</l><l n="605">οὐκέθʼ ὁμῶς τιμῆς ἔσεαι πόλεμόν περ ἀλαλκών.</l></q><l n="606"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="607">Φοῖνιξ ἄττα γεραιὲ διοτρεφὲς οὔ τί με ταύτης</l><l n="608">χρεὼ τιμῆς· φρονέω δὲ τετιμῆσθαι Διὸς αἴσῃ,</l><l n="609">ἥ μʼ ἕξει παρὰ νηυσὶ κορωνίσιν εἰς ὅ κʼ ἀϋτμὴ</l><l n="610">ἐν στήθεσσι μένῃ καί μοι φίλα γούνατʼ ὀρώρῃ.</l><l n="611">ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι·</l><l n="612">μή μοι σύγχει θυμὸν ὀδυρόμενος καὶ ἀχεύων</l><l n="613">Ἀτρεΐδῃ ἥρωϊ φέρων χάριν· οὐδέ τί σε χρὴ</l><l n="614">τὸν φιλέειν, ἵνα μή μοι ἀπέχθηαι φιλέοντι.</l><l n="615">καλόν τοι σὺν ἐμοὶ τὸν κήδειν ὅς κʼ ἐμὲ κήδῃ·</l><l n="616">ἶσον ἐμοὶ βασίλευε καὶ ἥμισυ μείρεο τιμῆς.</l><l n="617">οὗτοι δʼ ἀγγελέουσι, σὺ δʼ αὐτόθι λέξεο μίμνων</l><l n="618">εὐνῇ ἔνι μαλακῇ· ἅμα δʼ ἠοῖ φαινομένηφι</l><l n="619">φρασσόμεθʼ ἤ κε νεώμεθʼ ἐφʼ ἡμέτερʼ ἦ κε μένωμεν.</l></q><milestone ed="p" n="620" unit="card"/><l n="620"><milestone ed="P" unit="para"/>ἦ καὶ Πατρόκλῳ ὅ γʼ ἐπʼ ὀφρύσι νεῦσε σιωπῇ</l><l n="621">Φοίνικι στορέσαι πυκινὸν λέχος, ὄφρα τάχιστα</l><l n="622">ἐκ κλισίης νόστοιο μεδοίατο· τοῖσι δʼ ἄρʼ Αἴας</l><l n="623">ἀντίθεος Τελαμωνιάδης μετὰ μῦθον ἔειπε·</l><q><l n="624">διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ</l><l n="625">ἴομεν· οὐ γάρ μοι δοκέει μύθοιο τελευτὴ</l><l n="626">τῇδέ γʼ ὁδῷ κρανέεσθαι· ἀπαγγεῖλαι δὲ τάχιστα</l><l n="627">χρὴ μῦθον Δαναοῖσι καὶ οὐκ ἀγαθόν περ ἐόντα</l><l n="628">οἵ που νῦν ἕαται ποτιδέγμενοι. αὐτάρ Ἀχιλλεὺς</l><l n="629">ἄγριον ἐν στήθεσσι θέτο μεγαλήτορα θυμὸν</l><l n="630">σχέτλιος, οὐδὲ μετατρέπεται φιλότητος ἑταίρων</l><l n="631">τῆς ᾗ μιν παρὰ νηυσὶν ἐτίομεν ἔξοχον ἄλλων</l><l n="632">νηλής· καὶ μέν τίς τε κασιγνήτοιο φονῆος</l><l n="633">ποινὴν ἢ οὗ παιδὸς ἐδέξατο τεθνηῶτος·</l><l n="634">καί ῥʼ ὃ μὲν ἐν δήμῳ μένει αὐτοῦ πόλλʼ ἀποτίσας,</l><l n="635">τοῦ δέ τʼ ἐρητύεται κραδίη καὶ θυμὸς ἀγήνωρ</l><l n="636">ποινὴν δεξαμένῳ· σοὶ δʼ ἄληκτόν τε κακόν τε</l><l n="637">θυμὸν ἐνὶ στήθεσσι θεοὶ θέσαν εἵνεκα κούρης</l><l n="638">οἴης· νῦν δέ τοι ἑπτὰ παρίσχομεν ἔξοχʼ ἀρίστας,</l><l n="639">ἄλλά τε πόλλʼ ἐπὶ τῇσι· σὺ δʼ ἵλαον ἔνθεο θυμόν,</l><l n="640">αἴδεσσαι δὲ μέλαθρον· ὑπωρόφιοι δέ τοί εἰμεν</l><l n="641">πληθύος ἐκ Δαναῶν, μέμαμεν δέ τοι ἔξοχον ἄλλων</l><l n="642">κήδιστοί τʼ ἔμεναι καὶ φίλτατοι ὅσσοι Ἀχαιοί.</l></q><l n="643"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="644">Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν</l><l n="645">πάντά τί μοι κατὰ θυμὸν ἐείσαο μυθήσασθαι·</l><l n="646">ἀλλά μοι οἰδάνεται κραδίη χόλῳ ὁππότε κείνων</l><l n="647">μνήσομαι ὥς μʼ ἀσύφηλον ἐν Ἀργείοισιν ἔρεξεν</l><l n="648">Ἀτρεΐδης ὡς εἴ τινʼ ἀτίμητον μετανάστην.</l><l n="649">ἀλλʼ ὑμεῖς ἔρχεσθε καὶ ἀγγελίην ἀπόφασθε·</l><l n="650">οὐ γὰρ πρὶν πολέμοιο μεδήσομαι αἱματόεντος</l><l n="651">πρίν γʼ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον</l><l n="652">Μυρμιδόνων ἐπί τε κλισίας καὶ νῆας ἱκέσθαι</l><l n="653">κτείνοντʼ Ἀργείους, κατά τε σμῦξαι πυρὶ νῆας.</l><l n="654">ἀμφὶ δέ τοι τῇ ἐμῇ κλισίῃ καὶ νηῒ μελαίνῃ</l><l n="655">Ἕκτορα καὶ μεμαῶτα μάχης σχήσεσθαι ὀΐω.</l></q><l n="656"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δὲ ἕκαστος ἑλὼν δέπας ἀμφικύπελλον</l><l n="657">σπείσαντες παρὰ νῆας ἴσαν πάλιν· ἦρχε δʼ Ὀδυσσεύς.</l><l n="658">Πάτροκλος δʼ ἑτάροισιν ἰδὲ δμωῇσι κέλευσε</l><l n="659">Φοίνικι στορέσαι πυκινὸν λέχος ὅττι τάχιστα.</l><l n="660">αἳ δʼ ἐπιπειθόμεναι στόρεσαν λέχος ὡς ἐκέλευσε</l><l n="661">κώεά τε ῥῆγός τε λίνοιό τε λεπτὸν ἄωτον.</l><l n="662">ἔνθʼ ὃ γέρων κατέλεκτο καὶ ἠῶ δῖαν ἔμιμνεν.</l><l n="663">αὐτὰρ Ἀχιλλεὺς εὗδε μυχῷ κλισίης εὐπήκτου·</l><l n="664">τῷ δʼ ἄρα παρκατέλεκτο γυνή, τὴν Λεσβόθεν ἦγε,</l><l n="665">Φόρβαντος θυγάτηρ Διομήδη καλλιπάρῃος.</l><l n="666">Πάτροκλος δʼ ἑτέρωθεν ἐλέξατο· πὰρ δʼ ἄρα καὶ τῷ</l><l n="667">Ἶφις ἐΰζωνος, τήν οἱ πόρε δῖος Ἀχιλλεὺς</l><l n="668">Σκῦρον ἑλὼν αἰπεῖαν Ἐνυῆος πτολίεθρον.</l><milestone ed="p" n="669" unit="card"/><l n="669"><milestone ed="P" unit="para"/>οἳ δʼ ὅτε δὴ κλισίῃσιν ἐν Ἀτρεΐδαο γένοντο.</l><l n="670">τοὺς μὲν ἄρα χρυσέοισι κυπέλλοις υἷες Ἀχαιῶν</l><l n="671">δειδέχατʼ ἄλλοθεν ἄλλος ἀνασταδόν, ἔκ τʼ ἐρέοντο·</l><l n="672">πρῶτος δʼ ἐξερέεινεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·</l><q><l n="673">εἴπʼ ἄγε μʼ ὦ πολύαινʼ Ὀδυσεῦ μέγα κῦδος Ἀχαιῶν</l><l n="674">ἤ ῥʼ ἐθέλει νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ,</l><l n="675">ἦ ἀπέειπε, χόλος δʼ ἔτʼ ἔχει μεγαλήτορα θυμόν;</l></q><l n="676"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·</l><q><l n="677">Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον</l><l n="678">κεῖνός γʼ οὐκ ἐθέλει σβέσσαι χόλον, ἀλλʼ ἔτι μᾶλλον</l><l n="679">πιμπλάνεται μένεος, σὲ δʼ ἀναίνεται ἠδὲ σὰ δῶρα.</l><l n="680">αὐτόν σε φράζεσθαι ἐν Ἀργείοισιν ἄνωγεν</l><l n="681">ὅππως κεν νῆάς τε σαῷς καὶ λαὸν Ἀχαιῶν·</l><l n="682">αὐτὸς δʼ ἠπείλησεν ἅμʼ ἠοῖ φαινομένηφι</l><l n="683">νῆας ἐϋσσέλμους ἅλαδʼ ἑλκέμεν ἀμφιελίσσας.</l><l n="684">καὶ δʼ ἂν τοῖς ἄλλοισιν ἔφη παραμυθήσασθαι</l><l n="685">οἴκαδʼ ἀποπλείειν, ἐπεὶ οὐκέτι δήετε τέκμωρ</l><l n="686">Ἰλίου αἰπεινῆς· μάλα γάρ ἑθεν εὐρύοπα Ζεὺς</l><l n="687">χεῖρα ἑὴν ὑπερέσχε, τεθαρσήκασι δὲ λαοί.</l><l n="688">ὣς ἔφατʼ· εἰσὶ καὶ οἵδε τάδʼ εἰπέμεν, οἵ μοι ἕποντο,</l><l n="689">Αἴας καὶ κήρυκε δύω πεπνυμένω ἄμφω.</l><l n="690">Φοῖνιξ δʼ αὖθʼ ὃ γέρων κατελέξατο, ὡς γὰρ ἀνώγει,</l><l n="691">ὄφρά οἱ ἐν νήεσσι φίλην ἐς πατρίδʼ ἕπηται</l><l n="692">αὔριον, ἢν ἐθέλῃσιν· ἀνάγκῃ δʼ οὔ τί μιν ἄξει.</l></q><l n="693"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ</l><l n="694">μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀγόρευσε.</l></div></div></body></text></TEI>