<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="3"><l n="450">εἴ που ἐσαθρήσειεν Ἀλέξανδρον θεοειδέα.</l><l n="451">ἀλλʼ οὔ τις δύνατο Τρώων κλειτῶν τʼ ἐπικούρων</l><l n="452">δεῖξαι Ἀλέξανδρον τότʼ ἀρηϊφίλῳ Μενελάῳ·</l><l n="453">οὐ μὲν γὰρ φιλότητί γʼ ἐκεύθανον εἴ τις ἴδοιτο·</l><l n="454">ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ.</l><l n="455">τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·</l><q><l n="456">κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι·</l><l n="457">νίκη μὲν δὴ φαίνετʼ ἀρηϊφίλου Μενελάου,</l><l n="458">ὑμεῖς δʼ Ἀργείην Ἑλένην καὶ κτήμαθʼ ἅμʼ αὐτῇ</l><l n="459">ἔκδοτε, καὶ τιμὴν ἀποτινέμεν ἥν τινʼ ἔοικεν,</l><l n="460">ἥ τε καὶ ἐσσομένοισι μετʼ ἀνθρώποισι πέληται.</l></q><l n="461"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ Ἀτρεΐδης, ἐπὶ δʼ ᾔνεον ἄλλοι Ἀχαιοί.</l></div><div type="textpart" subtype="Book" n="4"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>οἳ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο</l><l n="2">χρυσέῳ ἐν δαπέδῳ, μετὰ δέ σφισι πότνια Ἥβη</l><l n="3">νέκταρ ἐοινοχόει· τοὶ δὲ χρυσέοις δεπάεσσι</l><l n="4">δειδέχατʼ ἀλλήλους, Τρώων πόλιν εἰσορόωντες·</l><l n="5">αὐτίκʼ ἐπειρᾶτο Κρονίδης ἐρεθιζέμεν Ἥρην</l><l n="6">κερτομίοις ἐπέεσσι παραβλήδην ἀγορεύων·</l><q><l n="7">δοιαὶ μὲν Μενελάῳ ἀρηγόνες εἰσὶ θεάων</l><l n="8">Ἥρη τʼ Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη.</l><l n="9">ἀλλʼ ἤτοι ταὶ νόσφι καθήμεναι εἰσορόωσαι</l><l n="10">τέρπεσθον· τῷ δʼ αὖτε φιλομειδὴς Ἀφροδίτη</l><l n="11">αἰεὶ παρμέμβλωκε καὶ αὐτοῦ κῆρας ἀμύνει·</l><l n="12">καὶ νῦν ἐξεσάωσεν ὀϊόμενον θανέεσθαι.</l><l n="13">ἀλλʼ ἤτοι νίκη μὲν ἀρηϊφίλου Μενελάου·</l><l n="14">ἡμεῖς δὲ φραζώμεθʼ ὅπως ἔσται τάδε ἔργα,</l><l n="15">ἤ ῥʼ αὖτις πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν</l><l n="16">ὄρσομεν, ἦ φιλότητα μετʼ ἀμφοτέροισι βάλωμεν.</l><l n="17">εἰ δʼ αὖ πως τόδε πᾶσι φίλον καὶ ἡδὺ γένοιτο,</l><l n="18">ἤτοι μὲν οἰκέοιτο πόλις Πριάμοιο ἄνακτος,</l><l n="19">αὖτις δʼ Ἀργείην Ἑλένην Μενέλαος ἄγοιτο.</l></q><l n="20"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, αἳ δʼ ἐπέμυξαν Ἀθηναίη τε καὶ Ἥρη·</l><l n="21">πλησίαι αἵ γʼ ἥσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην.</l><l n="22">ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐδέ τι εἶπε</l><l n="23">σκυζομένη Διὶ πατρί, χόλος δέ μιν ἄγριος ᾕρει·</l><l n="24">Ἥρῃ δʼ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα·</l><q><l n="25">αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες·</l><l n="26">πῶς ἐθέλεις ἅλιον θεῖναι πόνον ἠδʼ ἀτέλεστον,</l><l n="27">ἱδρῶ θʼ ὃν ἵδρωσα μόγῳ, καμέτην δέ μοι ἵπποι</l><l n="28">λαὸν ἀγειρούσῃ, Πριάμῳ κακὰ τοῖό τε παισίν.</l><l n="29">ἕρδʼ· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.</l></q><l n="30"><milestone ed="P" unit="para"/>τὴν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·</l><q><l n="31">δαιμονίη τί νύ σε Πρίαμος Πριάμοιό τε παῖδες</l><l n="32">τόσσα κακὰ ῥέζουσιν, ὅ τʼ ἀσπερχὲς μενεαίνεις</l><l n="33">Ἰλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον;</l><l n="34">εἰ δὲ σύ γʼ εἰσελθοῦσα πύλας καὶ τείχεα μακρὰ</l><l n="35">ὠμὸν βεβρώθοις Πρίαμον Πριάμοιό τε παῖδας</l><l n="36">ἄλλους τε Τρῶας, τότε κεν χόλον ἐξακέσαιο.</l><l n="37">ἕρξον ὅπως ἐθέλεις· μὴ τοῦτό γε νεῖκος ὀπίσσω</l><l n="38">σοὶ καὶ ἐμοὶ μέγʼ ἔρισμα μετʼ ἀμφοτέροισι γένηται.</l><l n="39">ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·</l><l n="40">ὁππότε κεν καὶ ἐγὼ μεμαὼς πόλιν ἐξαλαπάξαι</l><l n="41">τὴν ἐθέλω ὅθι τοι φίλοι ἀνέρες ἐγγεγάασι,</l><l n="42">μή τι διατρίβειν τὸν ἐμὸν χόλον, ἀλλά μʼ ἐᾶσαι·</l><l n="43">καὶ γὰρ ἐγὼ σοὶ δῶκα ἑκὼν ἀέκοντί γε θυμῷ·</l><l n="44">αἳ γὰρ ὑπʼ ἠελίῳ τε καὶ οὐρανῷ ἀστερόεντι</l><l n="45">ναιετάουσι πόληες ἐπιχθονίων ἀνθρώπων,</l><l n="46">τάων μοι περὶ κῆρι τιέσκετο Ἴλιος ἱρὴ</l><l n="47">καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο.</l><l n="48">οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης</l><l n="49">λοιβῆς τε κνίσης τε· τὸ γὰρ λάχομεν γέρας ἡμεῖς.</l><milestone ed="p" n="50" unit="card"/></q><l n="50"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη·</l><q><l n="51">ἤτοι ἐμοὶ τρεῖς μὲν πολὺ φίλταταί εἰσι πόληες</l><l n="52">Ἄργός τε Σπάρτη τε καὶ εὐρυάγυια Μυκήνη·</l><l n="53">τὰς διαπέρσαι ὅτʼ ἄν τοι ἀπέχθωνται περὶ κῆρι·</l><l n="54">τάων οὔ τοι ἐγὼ πρόσθʼ ἵσταμαι οὐδὲ μεγαίρω.</l><l n="55">εἴ περ γὰρ φθονέω τε καὶ οὐκ εἰῶ διαπέρσαι,</l><l n="56">οὐκ ἀνύω φθονέουσʼ ἐπεὶ ἦ πολὺ φέρτερός ἐσσι.</l><l n="57">ἀλλὰ χρὴ καὶ ἐμὸν θέμεναι πόνον οὐκ ἀτέλεστον·</l><l n="58">καὶ γὰρ ἐγὼ θεός εἰμι, γένος δέ μοι ἔνθεν ὅθεν σοί,</l><l n="59">καί με πρεσβυτάτην τέκετο Κρόνος ἀγκυλομήτης,</l><l n="60">ἀμφότερον γενεῇ τε καὶ οὕνεκα σὴ παράκοιτις</l><l n="61">κέκλημαι, σὺ δὲ πᾶσι μετʼ ἀθανάτοισιν ἀνάσσεις.</l><l n="62">ἀλλʼ ἤτοι μὲν ταῦθʼ ὑποείξομεν ἀλλήλοισι,</l><l n="63">σοὶ μὲν ἐγώ, σὺ δʼ ἐμοί· ἐπὶ δʼ ἕψονται θεοὶ ἄλλοι</l><l n="64">ἀθάνατοι· σὺ δὲ θᾶσσον Ἀθηναίῃ ἐπιτεῖλαι</l><l n="65">ἐλθεῖν ἐς Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνήν,</l><l n="66">πειρᾶν δʼ ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς</l><l n="67">ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι.</l></q><l n="68"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶν τε·</l><l n="69">αὐτίκʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·</l></div></div></body></text></TEI>