εἴ που ἐσαθρήσειεν Ἀλέξανδρον θεοειδέα. ἀλλʼ οὔ τις δύνατο Τρώων κλειτῶν τʼ ἐπικούρων δεῖξαι Ἀλέξανδρον τότʼ ἀρηϊφίλῳ Μενελάῳ· οὐ μὲν γὰρ φιλότητί γʼ ἐκεύθανον εἴ τις ἴδοιτο· ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ. τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι· νίκη μὲν δὴ φαίνετʼ ἀρηϊφίλου Μενελάου, ὑμεῖς δʼ Ἀργείην Ἑλένην καὶ κτήμαθʼ ἅμʼ αὐτῇ ἔκδοτε, καὶ τιμὴν ἀποτινέμεν ἥν τινʼ ἔοικεν, ἥ τε καὶ ἐσσομένοισι μετʼ ἀνθρώποισι πέληται. ὣς ἔφατʼ Ἀτρεΐδης, ἐπὶ δʼ ᾔνεον ἄλλοι Ἀχαιοί.