<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="3"><q><l n="433">ἐξαῦτις μαχέσασθαι ἐναντίον· ἀλλά σʼ ἔγωγε</l><l n="434">παύεσθαι κέλομαι, μηδὲ ξανθῷ Μενελάῳ</l><l n="435">ἀντίβιον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι</l><l n="436">ἀφραδέως, μή πως τάχʼ ὑπʼ αὐτοῦ δουρὶ δαμήῃς.</l></q><l n="437"><milestone ed="P" unit="para"/>τὴν δὲ Πάρις μύθοισιν ἀμειβόμενος προσέειπε·</l><q><l n="438">μή με γύναι χαλεποῖσιν ὀνείδεσι θυμὸν ἔνιπτε·</l><l n="439">νῦν μὲν γὰρ Μενέλαος ἐνίκησεν σὺν Ἀθήνῃ,</l><l n="440">κεῖνον δʼ αὖτις ἐγώ· πάρα γὰρ θεοί εἰσι καὶ ἡμῖν.</l><l n="441">ἀλλʼ ἄγε δὴ φιλότητι τραπείομεν εὐνηθέντε·</l><l n="442">οὐ γάρ πώ ποτέ μʼ ὧδέ γʼ ἔρως φρένας ἀμφεκάλυψεν,</l><l n="443">οὐδʼ ὅτε σε πρῶτον Λακεδαίμονος ἐξ ἐρατεινῆς</l><l n="444">ἔπλεον ἁρπάξας ἐν ποντοπόροισι νέεσσι,</l><l n="445">νήσῳ δʼ ἐν Κραναῇ ἐμίγην φιλότητι καὶ εὐνῇ,</l><l n="446">ὥς σεο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ.</l></q><l n="447"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ ἄρχε λέχος δὲ κιών· ἅμα δʼ εἵπετʼ ἄκοιτις.</l><l n="448"><milestone ed="P" unit="para"/>τὼ μὲν ἄρʼ ἐν τρητοῖσι κατεύνασθεν λεχέεσσιν,</l><l n="449">Ἀτρεΐδης δʼ ἀνʼ ὅμιλον ἐφοίτα θηρὶ ἐοικὼς</l><l n="450">εἴ που ἐσαθρήσειεν Ἀλέξανδρον θεοειδέα.</l><l n="451">ἀλλʼ οὔ τις δύνατο Τρώων κλειτῶν τʼ ἐπικούρων</l><l n="452">δεῖξαι Ἀλέξανδρον τότʼ ἀρηϊφίλῳ Μενελάῳ·</l><l n="453">οὐ μὲν γὰρ φιλότητί γʼ ἐκεύθανον εἴ τις ἴδοιτο·</l><l n="454">ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ.</l><l n="455">τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·</l><q><l n="456">κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι·</l><l n="457">νίκη μὲν δὴ φαίνετʼ ἀρηϊφίλου Μενελάου,</l></q></div></div></body></text></TEI>