ἔνθα κάθιζʼ Ἑλένη κούρη Διὸς αἰγιόχοιο ὄσσε πάλιν κλίνασα, πόσιν δʼ ἠνίπαπε μύθῳ· ἤλυθες ἐκ πολέμου· ὡς ὤφελες αὐτόθʼ ὀλέσθαι ἀνδρὶ δαμεὶς κρατερῷ, ὃς ἐμὸς πρότερος πόσις ἦεν.