<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="3"><q><l n="42">ἢ οὕτω λώβην τʼ ἔμεναι καὶ ὑπόψιον ἄλλων.</l><l n="43">ἦ που καγχαλόωσι κάρη κομόωντες Ἀχαιοὶ</l><l n="44">φάντες ἀριστῆα πρόμον ἔμμεναι, οὕνεκα καλὸν</l><l n="45">εἶδος ἔπʼ, ἀλλʼ οὐκ ἔστι βίη φρεσὶν οὐδέ τις ἀλκή.</l><l n="46">ἦ τοιόσδε ἐὼν ἐν ποντοπόροισι νέεσσι</l><l n="47">πόντον ἐπιπλώσας, ἑτάρους ἐρίηρας ἀγείρας,</l><l n="48">μιχθεὶς ἀλλοδαποῖσι γυναῖκʼ εὐειδέʼ ἀνῆγες</l><l n="49">ἐξ ἀπίης γαίης νυὸν ἀνδρῶν αἰχμητάων</l><l n="50">πατρί τε σῷ μέγα πῆμα πόληΐ τε παντί τε δήμῳ,</l><l n="51">δυσμενέσιν μὲν χάρμα, κατηφείην δὲ σοὶ αὐτῷ;</l><l n="52">οὐκ ἂν δὴ μείνειας ἀρηΐφιλον Μενέλαον;</l><l n="53">γνοίης χʼ οἵου φωτὸς ἔχεις θαλερὴν παράκοιτιν·</l></q></div></div></body></text></TEI>