μή μʼ ἔρεθε σχετλίη, μὴ χωσαμένη σε μεθείω, τὼς δέ σʼ ἀπεχθήρω ὡς νῦν ἔκπαγλʼ ἐφίλησα, μέσσῳ δʼ ἀμφοτέρων μητίσομαι ἔχθεα λυγρὰ Τρώων καὶ Δαναῶν, σὺ δέ κεν κακὸν οἶτον ὄληαι. ὣς ἔφατʼ, ἔδεισεν δʼ Ἑλένη Διὸς ἐκγεγαυῖα, βῆ δὲ κατασχομένη ἑανῷ ἀργῆτι φαεινῷ σιγῇ, πάσας δὲ Τρῳὰς λάθεν· ἦρχε δὲ δαίμων. αἳ δʼ ὅτʼ Ἀλεξάνδροιο δόμον περικαλλέʼ ἵκοντο, ἀμφίπολοι μὲν ἔπειτα θοῶς ἐπὶ ἔργα τράποντο, ἣ δʼ εἰς ὑψόροφον θάλαμον κίε δῖα γυναικῶν. τῇ δʼ ἄρα δίφρον ἑλοῦσα φιλομειδὴς Ἀφροδίτη ἀντίʼ Ἀλεξάνδροιο θεὰ κατέθηκε φέρουσα· ἔνθα κάθιζʼ Ἑλένη κούρη Διὸς αἰγιόχοιο ὄσσε πάλιν κλίνασα, πόσιν δʼ ἠνίπαπε μύθῳ· ἤλυθες ἐκ πολέμου· ὡς ὤφελες αὐτόθʼ ὀλέσθαι ἀνδρὶ δαμεὶς κρατερῷ, ὃς ἐμὸς πρότερος πόσις ἦεν. ἦ μὲν δὴ πρίν γʼ εὔχεʼ ἀρηϊφίλου Μενελάου σῇ τε βίῃ καὶ χερσὶ καὶ ἔγχεϊ φέρτερος εἶναι· ἀλλʼ ἴθι νῦν προκάλεσσαι ἀρηΐφιλον Μενέλαον ἐξαῦτις μαχέσασθαι ἐναντίον· ἀλλά σʼ ἔγωγε παύεσθαι κέλομαι, μηδὲ ξανθῷ Μενελάῳ ἀντίβιον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι ἀφραδέως, μή πως τάχʼ ὑπʼ αὐτοῦ δουρὶ δαμήῃς. τὴν δὲ Πάρις μύθοισιν ἀμειβόμενος προσέειπε· μή με γύναι χαλεποῖσιν ὀνείδεσι θυμὸν ἔνιπτε· νῦν μὲν γὰρ Μενέλαος ἐνίκησεν σὺν Ἀθήνῃ, κεῖνον δʼ αὖτις ἐγώ· πάρα γὰρ θεοί εἰσι καὶ ἡμῖν. ἀλλʼ ἄγε δὴ φιλότητι τραπείομεν εὐνηθέντε· οὐ γάρ πώ ποτέ μʼ ὧδέ γʼ ἔρως φρένας ἀμφεκάλυψεν, οὐδʼ ὅτε σε πρῶτον Λακεδαίμονος ἐξ ἐρατεινῆς ἔπλεον ἁρπάξας ἐν ποντοπόροισι νέεσσι, νήσῳ δʼ ἐν Κραναῇ ἐμίγην φιλότητι καὶ εὐνῇ, ὥς σεο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ. ἦ ῥα, καὶ ἄρχε λέχος δὲ κιών· ἅμα δʼ εἵπετʼ ἄκοιτις. τὼ μὲν ἄρʼ ἐν τρητοῖσι κατεύνασθεν λεχέεσσιν, Ἀτρεΐδης δʼ ἀνʼ ὅμιλον ἐφοίτα θηρὶ ἐοικὼς εἴ που ἐσαθρήσειεν Ἀλέξανδρον θεοειδέα. ἀλλʼ οὔ τις δύνατο Τρώων κλειτῶν τʼ ἐπικούρων δεῖξαι Ἀλέξανδρον τότʼ ἀρηϊφίλῳ Μενελάῳ· οὐ μὲν γὰρ φιλότητί γʼ ἐκεύθανον εἴ τις ἴδοιτο· ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ. τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι· νίκη μὲν δὴ φαίνετʼ ἀρηϊφίλου Μενελάου, ὑμεῖς δʼ Ἀργείην Ἑλένην καὶ κτήμαθʼ ἅμʼ αὐτῇ ἔκδοτε, καὶ τιμὴν ἀποτινέμεν ἥν τινʼ ἔοικεν, ἥ τε καὶ ἐσσομένοισι μετʼ ἀνθρώποισι πέληται. ὣς ἔφατʼ Ἀτρεΐδης, ἐπὶ δʼ ᾔνεον ἄλλοι Ἀχαιοί. οἳ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο χρυσέῳ ἐν δαπέδῳ, μετὰ δέ σφισι πότνια Ἥβη νέκταρ ἐοινοχόει· τοὶ δὲ χρυσέοις δεπάεσσι δειδέχατʼ ἀλλήλους, Τρώων πόλιν εἰσορόωντες· αὐτίκʼ ἐπειρᾶτο Κρονίδης ἐρεθιζέμεν Ἥρην κερτομίοις ἐπέεσσι παραβλήδην ἀγορεύων· δοιαὶ μὲν Μενελάῳ ἀρηγόνες εἰσὶ θεάων Ἥρη τʼ Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη. ἀλλʼ ἤτοι ταὶ νόσφι καθήμεναι εἰσορόωσαι τέρπεσθον· τῷ δʼ αὖτε φιλομειδὴς Ἀφροδίτη αἰεὶ παρμέμβλωκε καὶ αὐτοῦ κῆρας ἀμύνει· καὶ νῦν ἐξεσάωσεν ὀϊόμενον θανέεσθαι. ἀλλʼ ἤτοι νίκη μὲν ἀρηϊφίλου Μενελάου· ἡμεῖς δὲ φραζώμεθʼ ὅπως ἔσται τάδε ἔργα, ἤ ῥʼ αὖτις πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν ὄρσομεν, ἦ φιλότητα μετʼ ἀμφοτέροισι βάλωμεν. εἰ δʼ αὖ πως τόδε πᾶσι φίλον καὶ ἡδὺ γένοιτο, ἤτοι μὲν οἰκέοιτο πόλις Πριάμοιο ἄνακτος, αὖτις δʼ Ἀργείην Ἑλένην Μενέλαος ἄγοιτο. ὣς ἔφαθʼ, αἳ δʼ ἐπέμυξαν Ἀθηναίη τε καὶ Ἥρη· πλησίαι αἵ γʼ ἥσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην. ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐδέ τι εἶπε σκυζομένη Διὶ πατρί, χόλος δέ μιν ἄγριος ᾕρει· Ἥρῃ δʼ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα· αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες· πῶς ἐθέλεις ἅλιον θεῖναι πόνον ἠδʼ ἀτέλεστον, ἱδρῶ θʼ ὃν ἵδρωσα μόγῳ, καμέτην δέ μοι ἵπποι λαὸν ἀγειρούσῃ, Πριάμῳ κακὰ τοῖό τε παισίν. ἕρδʼ· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι. τὴν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς· δαιμονίη τί νύ σε Πρίαμος Πριάμοιό τε παῖδες τόσσα κακὰ ῥέζουσιν, ὅ τʼ ἀσπερχὲς μενεαίνεις Ἰλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον; εἰ δὲ σύ γʼ εἰσελθοῦσα πύλας καὶ τείχεα μακρὰ ὠμὸν βεβρώθοις Πρίαμον Πριάμοιό τε παῖδας ἄλλους τε Τρῶας, τότε κεν χόλον ἐξακέσαιο. ἕρξον ὅπως ἐθέλεις· μὴ τοῦτό γε νεῖκος ὀπίσσω σοὶ καὶ ἐμοὶ μέγʼ ἔρισμα μετʼ ἀμφοτέροισι γένηται.