<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="3"><q><l n="414">μή μʼ ἔρεθε σχετλίη, μὴ χωσαμένη σε μεθείω,</l><l n="415">τὼς δέ σʼ ἀπεχθήρω ὡς νῦν ἔκπαγλʼ ἐφίλησα,</l><l n="416">μέσσῳ δʼ ἀμφοτέρων μητίσομαι ἔχθεα λυγρὰ</l><l n="417">Τρώων καὶ Δαναῶν, σὺ δέ κεν κακὸν οἶτον ὄληαι.</l></q><l n="418"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, ἔδεισεν δʼ Ἑλένη Διὸς ἐκγεγαυῖα,</l><l n="419">βῆ δὲ κατασχομένη ἑανῷ ἀργῆτι φαεινῷ</l><l n="420">σιγῇ, πάσας δὲ Τρῳὰς λάθεν· ἦρχε δὲ δαίμων.</l><milestone ed="p" n="421" unit="card"/><l n="421"><milestone ed="P" unit="para"/>αἳ δʼ ὅτʼ Ἀλεξάνδροιο δόμον περικαλλέʼ ἵκοντο,</l><l n="422">ἀμφίπολοι μὲν ἔπειτα θοῶς ἐπὶ ἔργα τράποντο,</l><l n="423">ἣ δʼ εἰς ὑψόροφον θάλαμον κίε δῖα γυναικῶν.</l><l n="424">τῇ δʼ ἄρα δίφρον ἑλοῦσα φιλομειδὴς Ἀφροδίτη</l><l n="425">ἀντίʼ Ἀλεξάνδροιο θεὰ κατέθηκε φέρουσα·</l></div></div></body></text></TEI>