<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="3"><q><l n="406">ἧσο παρʼ αὐτὸν ἰοῦσα, θεῶν δʼ ἀπόεικε κελεύθου,</l><l n="407">μηδʼ ἔτι σοῖσι πόδεσσιν ὑποστρέψειας Ὄλυμπον,</l><l n="408">ἀλλʼ αἰεὶ περὶ κεῖνον ὀΐζυε καί ἑ φύλασσε,</l><l n="409">εἰς ὅ κέ σʼ ἢ ἄλοχον ποιήσεται ἢ ὅ γε δούλην.</l><l n="410">κεῖσε δʼ ἐγὼν οὐκ εἶμι· νεμεσσητὸν δέ κεν εἴη·</l><l n="411">κείνου πορσανέουσα λέχος· Τρῳαὶ δέ μʼ ὀπίσσω</l><l n="412">πᾶσαι μωμήσονται· ἔχω δʼ ἄχεʼ ἄκριτα θυμῷ.</l></q><l n="413"><milestone ed="P" unit="para"/>τὴν δὲ χολωσαμένη προσεφώνεε δῖʼ Ἀφροδίτη·</l><q><l n="414">μή μʼ ἔρεθε σχετλίη, μὴ χωσαμένη σε μεθείω,</l><l n="415">τὼς δέ σʼ ἀπεχθήρω ὡς νῦν ἔκπαγλʼ ἐφίλησα,</l><l n="416">μέσσῳ δʼ ἀμφοτέρων μητίσομαι ἔχθεα λυγρὰ</l><l n="417">Τρώων καὶ Δαναῶν, σὺ δέ κεν κακὸν οἶτον ὄληαι.</l></q><l n="418"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, ἔδεισεν δʼ Ἑλένη Διὸς ἐκγεγαυῖα,</l><l n="419">βῆ δὲ κατασχομένη ἑανῷ ἀργῆτι φαεινῷ</l><l n="420">σιγῇ, πάσας δὲ Τρῳὰς λάθεν· ἦρχε δὲ δαίμων.</l><milestone ed="p" n="421" unit="card"/><l n="421"><milestone ed="P" unit="para"/>αἳ δʼ ὅτʼ Ἀλεξάνδροιο δόμον περικαλλέʼ ἵκοντο,</l><l n="422">ἀμφίπολοι μὲν ἔπειτα θοῶς ἐπὶ ἔργα τράποντο,</l><l n="423">ἣ δʼ εἰς ὑψόροφον θάλαμον κίε δῖα γυναικῶν.</l><l n="424">τῇ δʼ ἄρα δίφρον ἑλοῦσα φιλομειδὴς Ἀφροδίτη</l><l n="425">ἀντίʼ Ἀλεξάνδροιο θεὰ κατέθηκε φέρουσα·</l><l n="426">ἔνθα κάθιζʼ Ἑλένη κούρη Διὸς αἰγιόχοιο</l><l n="427">ὄσσε πάλιν κλίνασα, πόσιν δʼ ἠνίπαπε μύθῳ·</l><q><l n="428">ἤλυθες ἐκ πολέμου· ὡς ὤφελες αὐτόθʼ ὀλέσθαι</l><l n="429">ἀνδρὶ δαμεὶς κρατερῷ, ὃς ἐμὸς πρότερος πόσις ἦεν.</l><l n="430">ἦ μὲν δὴ πρίν γʼ εὔχεʼ ἀρηϊφίλου Μενελάου</l><l n="431">σῇ τε βίῃ καὶ χερσὶ καὶ ἔγχεϊ φέρτερος εἶναι·</l><l n="432">ἀλλʼ ἴθι νῦν προκάλεσσαι ἀρηΐφιλον Μενέλαον</l><l n="433">ἐξαῦτις μαχέσασθαι ἐναντίον· ἀλλά σʼ ἔγωγε</l><l n="434">παύεσθαι κέλομαι, μηδὲ ξανθῷ Μενελάῳ</l><l n="435">ἀντίβιον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι</l><l n="436">ἀφραδέως, μή πως τάχʼ ὑπʼ αὐτοῦ δουρὶ δαμήῃς.</l></q><l n="437"><milestone ed="P" unit="para"/>τὴν δὲ Πάρις μύθοισιν ἀμειβόμενος προσέειπε·</l><q><l n="438">μή με γύναι χαλεποῖσιν ὀνείδεσι θυμὸν ἔνιπτε·</l><l n="439">νῦν μὲν γὰρ Μενέλαος ἐνίκησεν σὺν Ἀθήνῃ,</l><l n="440">κεῖνον δʼ αὖτις ἐγώ· πάρα γὰρ θεοί εἰσι καὶ ἡμῖν.</l><l n="441">ἀλλʼ ἄγε δὴ φιλότητι τραπείομεν εὐνηθέντε·</l><l n="442">οὐ γάρ πώ ποτέ μʼ ὧδέ γʼ ἔρως φρένας ἀμφεκάλυψεν,</l><l n="443">οὐδʼ ὅτε σε πρῶτον Λακεδαίμονος ἐξ ἐρατεινῆς</l><l n="444">ἔπλεον ἁρπάξας ἐν ποντοπόροισι νέεσσι,</l><l n="445">νήσῳ δʼ ἐν Κραναῇ ἐμίγην φιλότητι καὶ εὐνῇ,</l><l n="446">ὥς σεο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ.</l></q><l n="447"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ ἄρχε λέχος δὲ κιών· ἅμα δʼ εἵπετʼ ἄκοιτις.</l><l n="448"><milestone ed="P" unit="para"/>τὼ μὲν ἄρʼ ἐν τρητοῖσι κατεύνασθεν λεχέεσσιν,</l><l n="449">Ἀτρεΐδης δʼ ἀνʼ ὅμιλον ἐφοίτα θηρὶ ἐοικὼς</l><l n="450">εἴ που ἐσαθρήσειεν Ἀλέξανδρον θεοειδέα.</l><l n="451">ἀλλʼ οὔ τις δύνατο Τρώων κλειτῶν τʼ ἐπικούρων</l><l n="452">δεῖξαι Ἀλέξανδρον τότʼ ἀρηϊφίλῳ Μενελάῳ·</l><l n="453">οὐ μὲν γὰρ φιλότητί γʼ ἐκεύθανον εἴ τις ἴδοιτο·</l><l n="454">ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ.</l><l n="455">τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·</l><q><l n="456">κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι·</l><l n="457">νίκη μὲν δὴ φαίνετʼ ἀρηϊφίλου Μενελάου,</l><l n="458">ὑμεῖς δʼ Ἀργείην Ἑλένην καὶ κτήμαθʼ ἅμʼ αὐτῇ</l><l n="459">ἔκδοτε, καὶ τιμὴν ἀποτινέμεν ἥν τινʼ ἔοικεν,</l><l n="460">ἥ τε καὶ ἐσσομένοισι μετʼ ἀνθρώποισι πέληται.</l></q><l n="461"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ Ἀτρεΐδης, ἐπὶ δʼ ᾔνεον ἄλλοι Ἀχαιοί.</l></div><div type="textpart" subtype="Book" n="4"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>οἳ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο</l><l n="2">χρυσέῳ ἐν δαπέδῳ, μετὰ δέ σφισι πότνια Ἥβη</l></div></div></body></text></TEI>