<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="3"><q><l n="402">εἴ τίς τοι καὶ κεῖθι φίλος μερόπων ἀνθρώπων·</l><l n="403">οὕνεκα δὴ νῦν δῖον Ἀλέξανδρον Μενέλαος</l><l n="404">νικήσας ἐθέλει στυγερὴν ἐμὲ οἴκαδʼ ἄγεσθαι,</l><l n="405">τοὔνεκα δὴ νῦν δεῦρο δολοφρονέουσα παρέστης;</l><l n="406">ἧσο παρʼ αὐτὸν ἰοῦσα, θεῶν δʼ ἀπόεικε κελεύθου,</l><l n="407">μηδʼ ἔτι σοῖσι πόδεσσιν ὑποστρέψειας Ὄλυμπον,</l><l n="408">ἀλλʼ αἰεὶ περὶ κεῖνον ὀΐζυε καί ἑ φύλασσε,</l><l n="409">εἰς ὅ κέ σʼ ἢ ἄλοχον ποιήσεται ἢ ὅ γε δούλην.</l><l n="410">κεῖσε δʼ ἐγὼν οὐκ εἶμι· νεμεσσητὸν δέ κεν εἴη·</l><l n="411">κείνου πορσανέουσα λέχος· Τρῳαὶ δέ μʼ ὀπίσσω</l><l n="412">πᾶσαι μωμήσονται· ἔχω δʼ ἄχεʼ ἄκριτα θυμῷ.</l></q><l n="413"><milestone ed="P" unit="para"/>τὴν δὲ χολωσαμένη προσεφώνεε δῖʼ Ἀφροδίτη·</l></div></div></body></text></TEI>