<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="3"><q><l n="40">αἴθʼ ὄφελες ἄγονός τʼ ἔμεναι ἄγαμός τʼ ἀπολέσθαι·</l><l n="41">καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον ἦεν</l><l n="42">ἢ οὕτω λώβην τʼ ἔμεναι καὶ ὑπόψιον ἄλλων.</l><l n="43">ἦ που καγχαλόωσι κάρη κομόωντες Ἀχαιοὶ</l><l n="44">φάντες ἀριστῆα πρόμον ἔμμεναι, οὕνεκα καλὸν</l><l n="45">εἶδος ἔπʼ, ἀλλʼ οὐκ ἔστι βίη φρεσὶν οὐδέ τις ἀλκή.</l><l n="46">ἦ τοιόσδε ἐὼν ἐν ποντοπόροισι νέεσσι</l><l n="47">πόντον ἐπιπλώσας, ἑτάρους ἐρίηρας ἀγείρας,</l><l n="48">μιχθεὶς ἀλλοδαποῖσι γυναῖκʼ εὐειδέʼ ἀνῆγες</l><l n="49">ἐξ ἀπίης γαίης νυὸν ἀνδρῶν αἰχμητάων</l><l n="50">πατρί τε σῷ μέγα πῆμα πόληΐ τε παντί τε δήμῳ,</l><l n="51">δυσμενέσιν μὲν χάρμα, κατηφείην δὲ σοὶ αὐτῷ;</l><l n="52">οὐκ ἂν δὴ μείνειας ἀρηΐφιλον Μενέλαον;</l><l n="53">γνοίης χʼ οἵου φωτὸς ἔχεις θαλερὴν παράκοιτιν·</l><l n="54">οὐκ ἄν τοι χραίσμῃ κίθαρις τά τε δῶρʼ Ἀφροδίτης</l><l n="55">ἥ τε κόμη τό τε εἶδος ὅτʼ ἐν κονίῃσι μιγείης.</l><l n="56">ἀλλὰ μάλα Τρῶες δειδήμονες· ἦ τέ κεν ἤδη</l><l n="57">λάϊνον ἕσσο χιτῶνα κακῶν ἕνεχʼ ὅσσα ἔοργας.</l></q><l n="58"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής·</l><q><l n="59">Ἕκτορ ἐπεί με κατʼ αἶσαν ἐνείκεσας οὐδʼ ὑπὲρ αἶσαν·</l><l n="60">αἰεί τοι κραδίη πέλεκυς ὥς ἐστιν ἀτειρὴς</l><l n="61">ὅς τʼ εἶσιν διὰ δουρὸς ὑπʼ ἀνέρος ὅς ῥά τε τέχνῃ</l><l n="62">νήϊον ἐκτάμνῃσιν, ὀφέλλει δʼ ἀνδρὸς ἐρωήν·</l><l n="63">ὣς σοὶ ἐνὶ στήθεσσιν ἀτάρβητος νόος ἐστί·</l><l n="64">μή μοι δῶρʼ ἐρατὰ πρόφερε χρυσέης Ἀφροδίτης·</l><l n="65">οὔ τοι ἀπόβλητʼ ἐστὶ θεῶν ἐρικυδέα δῶρα</l><l n="66">ὅσσά κεν αὐτοὶ δῶσιν, ἑκὼν δʼ οὐκ ἄν τις ἕλοιτο·</l><l n="67">νῦν αὖτʼ εἴ μʼ ἐθέλεις πολεμίζειν ἠδὲ μάχεσθαι,</l><l n="68">ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιούς,</l><l n="69">αὐτὰρ ἔμʼ ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαον</l><l n="70">συμβάλετʼ ἀμφʼ Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι·</l><l n="71">ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται,</l><l n="72">κτήμαθʼ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδʼ ἀγέσθω·</l><l n="73">οἳ δʼ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντες</l><l n="74">ναίοιτε Τροίην ἐριβώλακα, τοὶ δὲ νεέσθων</l><l n="75">Ἄργος ἐς ἱππόβοτον καὶ Ἀχαιΐδα καλλιγύναικα.</l><milestone ed="p" n="76" unit="card"/></q><l n="76"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, Ἕκτωρ δʼ αὖτʼ ἐχάρη μέγα μῦθον ἀκούσας,</l><l n="77">καί ῥʼ ἐς μέσσον ἰὼν Τρώων ἀνέεργε φάλαγγας</l><l n="78">μέσσου δουρὸς ἑλών· τοὶ δʼ ἱδρύνθησαν ἅπαντες.</l><l n="79">τῷ δʼ ἐπετοξάζοντο κάρη κομόωντες Ἀχαιοὶ</l><l n="80">ἰοῖσίν τε τιτυσκόμενοι λάεσσί τʼ ἔβαλλον·</l><l n="81">αὐτὰρ ὃ μακρὸν ἄϋσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·</l><q><l n="82">ἴσχεσθʼ Ἀργεῖοι, μὴ βάλλετε κοῦροι Ἀχαιῶν·</l><l n="83">στεῦται γάρ τι ἔπος ἐρέειν κορυθαίολος Ἕκτωρ.</l></q><l n="84"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἔσχοντο μάχης ἄνεῴ τʼ ἐγένοντο</l><l n="85">ἐσσυμένως· Ἕκτωρ δὲ μετʼ ἀμφοτέροισιν ἔειπε·</l><q><l n="86">κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ</l><l n="87">μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρεν.</l><l n="88">ἄλλους μὲν κέλεται Τρῶας καὶ πάντας Ἀχαιοὺς</l><l n="89">τεύχεα κάλʼ ἀποθέσθαι ἐπὶ χθονὶ πουλυβοτείρῃ,</l><l n="90">αὐτὸν δʼ ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαον</l><l n="91">οἴους ἀμφʼ Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι.</l><l n="92">ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται</l><l n="93">κτήμαθʼ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδʼ ἀγέσθω·</l><l n="94">οἳ δʼ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ τάμωμεν.</l></q><l n="95"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·</l><l n="96">τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Μενέλαος·</l><q><l n="97">κέκλυτε νῦν καὶ ἐμεῖο· μάλιστα γὰρ ἄλγος ἱκάνει</l><l n="98">θυμὸν ἐμόν, φρονέω δὲ διακρινθήμεναι ἤδη</l><l n="99">Ἀργείους καὶ Τρῶας, ἐπεὶ κακὰ πολλὰ πέπασθε</l><l n="100">εἵνεκʼ ἐμῆς ἔριδος καὶ Ἀλεξάνδρου ἕνεκʼ ἀρχῆς·</l><l n="101">ἡμέων δʼ ὁπποτέρῳ θάνατος καὶ μοῖρα τέτυκται</l><l n="102">τεθναίη· ἄλλοι δὲ διακρινθεῖτε τάχιστα.</l><l n="103">οἴσετε ἄρνʼ, ἕτερον λευκόν, ἑτέρην δὲ μέλαιναν,</l><l n="104">Γῇ τε καὶ Ἠελίῳ· Διὶ δʼ ἡμεῖς οἴσομεν ἄλλον·</l><l n="105">ἄξετε δὲ Πριάμοιο βίην, ὄφρʼ ὅρκια τάμνῃ</l><l n="106">αὐτός, ἐπεί οἱ παῖδες ὑπερφίαλοι καὶ ἄπιστοι,</l><l n="107">μή τις ὑπερβασίῃ Διὸς ὅρκια δηλήσηται.</l><l n="108">αἰεὶ δʼ ὁπλοτέρων ἀνδρῶν φρένες ἠερέθονται·</l><l n="109">οἷς δʼ ὁ γέρων μετέῃσιν ἅμα πρόσσω καὶ ὀπίσσω</l><l n="110">λεύσσει, ὅπως ὄχʼ ἄριστα μετʼ ἀμφοτέροισι γένηται.</l><milestone ed="p" n="111" unit="card"/></q><l n="111"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἐχάρησαν Ἀχαιοί τε Τρῶές τε</l><l n="112">ἐλπόμενοι παύσασθαι ὀϊζυροῦ πολέμοιο.</l><l n="113">καί ῥʼ ἵππους μὲν ἔρυξαν ἐπὶ στίχας, ἐκ δʼ ἔβαν αὐτοί,</l><l n="114">τεύχεά τʼ ἐξεδύοντο· τὰ μὲν κατέθεντʼ ἐπὶ γαίῃ</l><l n="115">πλησίον ἀλλήλων, ὀλίγη δʼ ἦν ἀμφὶς ἄρουρα·</l><l n="116">Ἕκτωρ δὲ προτὶ ἄστυ δύω κήρυκας ἔπεμπε</l><l n="117">καρπαλίμως ἄρνάς τε φέρειν Πρίαμόν τε καλέσσαι·</l><l n="118">αὐτὰρ ὃ Ταλθύβιον προΐει κρείων Ἀγαμέμνων</l><l n="119">νῆας ἔπι γλαφυρὰς ἰέναι, ἠδʼ ἄρνʼ ἐκέλευεν</l><l n="120">οἰσέμεναι· ὃ δʼ ἄρʼ οὐκ ἀπίθησʼ Ἀγαμέμνονι δίῳ.</l><l n="121"><milestone ed="P" unit="para"/>Ἶρις δʼ αὖθʼ Ἑλένῃ λευκωλένῳ ἄγγελος ἦλθεν</l><l n="122">εἰδομένη γαλόῳ Ἀντηνορίδαο δάμαρτι,</l><l n="123">τὴν Ἀντηνορίδης εἶχε κρείων Ἑλικάων</l><l n="124">Λαοδίκην Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην.</l><l n="125">τὴν δʼ εὗρʼ ἐν μεγάρῳ· ἣ δὲ μέγαν ἱστὸν ὕφαινε</l><l n="126">δίπλακα πορφυρέην, πολέας δʼ ἐνέπασσεν ἀέθλους</l><l n="127">Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,</l><l n="128">οὕς ἑθεν εἵνεκʼ ἔπασχον ὑπʼ Ἄρηος παλαμάων·</l><l n="129">ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·</l><q><l n="130">δεῦρʼ ἴθι νύμφα φίλη, ἵνα θέσκελα ἔργα ἴδηαι</l><l n="131">Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,</l><l n="132">οἳ πρὶν ἐπʼ ἀλλήλοισι φέρον πολύδακρυν Ἄρηα</l><l n="133">ἐν πεδίῳ ὀλοοῖο λιλαιόμενοι πολέμοιο·</l><l n="134">οἳ δὴ νῦν ἕαται σιγῇ, πόλεμος δὲ πέπαυται,</l><l n="135">ἀσπίσι κεκλιμένοι, παρὰ δʼ ἔγχεα μακρὰ πέπηγεν.</l><l n="136">αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος</l><l n="137">μακρῇς ἐγχείῃσι μαχήσονται περὶ σεῖο·</l><l n="138">τῷ δέ κε νικήσαντι φίλη κεκλήσῃ ἄκοιτις.</l></q><l n="139"><milestone ed="P" unit="para"/>ὣς εἰποῦσα θεὰ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ</l><l n="140">ἀνδρός τε προτέρου καὶ ἄστεος ἠδὲ τοκήων·</l><l n="141">αὐτίκα δʼ ἀργεννῇσι καλυψαμένη ὀθόνῃσιν</l><l n="142">ὁρμᾶτʼ ἐκ θαλάμοιο τέρεν κατὰ δάκρυ χέουσα</l><l n="143">οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι δύʼ ἕποντο,</l><l n="144">Αἴθρη Πιτθῆος θυγάτηρ, Κλυμένη τε βοῶπις·</l><l n="145">αἶψα δʼ ἔπειθʼ ἵκανον ὅθι Σκαιαὶ πύλαι ἦσαν.</l><milestone ed="p" n="146" unit="card"/><l n="146"><milestone ed="P" unit="para"/>οἳ δʼ ἀμφὶ Πρίαμον καὶ Πάνθοον ἠδὲ Θυμοίτην</l><l n="147">Λάμπόν τε Κλυτίον θʼ Ἱκετάονά τʼ ὄζον Ἄρηος</l><l n="148">Οὐκαλέγων τε καὶ Ἀντήνωρ πεπνυμένω ἄμφω</l><l n="149">ἥατο δημογέροντες ἐπὶ Σκαιῇσι πύλῃσι,</l><l n="150">γήραϊ δὴ πολέμοιο πεπαυμένοι, ἀλλʼ ἀγορηταὶ</l><l n="151">ἐσθλοί, τεττίγεσσιν ἐοικότες οἵ τε καθʼ ὕλην</l><l n="152">δενδρέῳ ἐφεζόμενοι ὄπα λειριόεσσαν ἱεῖσι·</l><l n="153">τοῖοι ἄρα Τρώων ἡγήτορες ἧντʼ ἐπὶ πύργῳ.</l><l n="154">οἳ δʼ ὡς οὖν εἴδονθʼ Ἑλένην ἐπὶ πύργον ἰοῦσαν,</l><l n="155">ἦκα πρὸς ἀλλήλους ἔπεα πτερόεντʼ ἀγόρευον·</l><q><l n="156">οὐ νέμεσις Τρῶας καὶ ἐϋκνήμιδας Ἀχαιοὺς</l><l n="157">τοιῇδʼ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν·</l><l n="158">αἰνῶς ἀθανάτῃσι θεῇς εἰς ὦπα ἔοικεν·</l><l n="159">ἀλλὰ καὶ ὧς τοίη περ ἐοῦσʼ ἐν νηυσὶ νεέσθω,</l><l n="160">μηδʼ ἡμῖν τεκέεσσί τʼ ὀπίσσω πῆμα λίποιτο.</l></q><l n="161"><milestone ed="P" unit="para"/>ὣς ἄρʼ ἔφαν, Πρίαμος δʼ Ἑλένην ἐκαλέσσατο φωνῇ·</l><q><l n="162">δεῦρο πάροιθʼ ἐλθοῦσα φίλον τέκος ἵζευ ἐμεῖο,</l><l n="163">ὄφρα ἴδῃ πρότερόν τε πόσιν πηούς τε φίλους τε·</l><l n="164">οὔ τί μοι αἰτίη ἐσσί, θεοί νύ μοι αἴτιοί εἰσιν</l><l n="165">οἵ μοι ἐφώρμησαν πόλεμον πολύδακρυν Ἀχαιῶν·</l><l n="166">ὥς μοι καὶ τόνδʼ ἄνδρα πελώριον ἐξονομήνῃς</l><l n="167">ὅς τις ὅδʼ ἐστὶν Ἀχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε.</l><l n="168">ἤτοι μὲν κεφαλῇ καὶ μείζονες ἄλλοι ἔασι,</l><l n="169">καλὸν δʼ οὕτω ἐγὼν οὔ πω ἴδον ὀφθαλμοῖσιν,</l><l n="170">οὐδʼ οὕτω γεραρόν· βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικε.</l></q><l n="171"><milestone ed="P" unit="para"/>τὸν δʼ Ἑλένη μύθοισιν ἀμείβετο δῖα γυναικῶν·</l><q><l n="172">αἰδοῖός τέ μοί ἐσσι φίλε ἑκυρὲ δεινός τε·</l><l n="173">ὡς ὄφελεν θάνατός μοι ἁδεῖν κακὸς ὁππότε δεῦρο</l><l n="174">υἱέϊ σῷ ἑπόμην θάλαμον γνωτούς τε λιποῦσα</l><l n="175">παῖδά τε τηλυγέτην καὶ ὁμηλικίην ἐρατεινήν.</l><l n="176">ἀλλὰ τά γʼ οὐκ ἐγένοντο· τὸ καὶ κλαίουσα τέτηκα.</l><l n="177">τοῦτο δέ τοι ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς·</l><l n="178">οὗτός γʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων,</l><l n="179">ἀμφότερον βασιλεύς τʼ ἀγαθὸς κρατερός τʼ αἰχμητής·</l><l n="180">δαὴρ αὖτʼ ἐμὸς ἔσκε κυνώπιδος, εἴ ποτʼ ἔην γε.</l></q><l n="181"><milestone ed="P" unit="para"/>ὣς φάτο, τὸν δʼ ὁ γέρων ἠγάσσατο φώνησέν τε·</l><q><l n="182">ὦ μάκαρ Ἀτρεΐδη μοιρηγενὲς ὀλβιόδαιμον,</l><l n="183">ἦ ῥά νύ τοι πολλοὶ δεδμήατο κοῦροι Ἀχαιῶν.</l><l n="184">ἤδη καὶ Φρυγίην εἰσήλυθον ἀμπελόεσσαν,</l><l n="185">ἔνθα ἴδον πλείστους Φρύγας ἀνέρας αἰολοπώλους</l><l n="186">λαοὺς Ὀτρῆος καὶ Μυγδόνος ἀντιθέοιο,</l><l n="187">οἵ ῥα τότʼ ἐστρατόωντο παρʼ ὄχθας Σαγγαρίοιο·</l><l n="188">καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μετὰ τοῖσιν ἐλέχθην</l><l n="189">ἤματι τῷ ὅτε τʼ ἦλθον Ἀμαζόνες ἀντιάνειραι·</l><l n="190">ἀλλʼ οὐδʼ οἳ τόσοι ἦσαν ὅσοι ἑλίκωπες Ἀχαιοί.</l></q><milestone ed="p" n="191" unit="card"/><l n="191"><milestone ed="P" unit="para"/>δεύτερον αὖτʼ Ὀδυσῆα ἰδὼν ἐρέεινʼ ὁ γεραιός·</l><q><l n="192">εἴπʼ ἄγε μοι καὶ τόνδε φίλον τέκος ὅς τις ὅδʼ ἐστί·</l><l n="193">μείων μὲν κεφαλῇ Ἀγαμέμνονος Ἀτρεΐδαο,</l><l n="194">εὐρύτερος δʼ ὤμοισιν ἰδὲ στέρνοισιν ἰδέσθαι.</l><l n="195">τεύχεα μέν οἱ κεῖται ἐπὶ χθονὶ πουλυβοτείρῃ,</l><l n="196">αὐτὸς δὲ κτίλος ὣς ἐπιπωλεῖται στίχας ἀνδρῶν·</l><l n="197">ἀρνειῷ μιν ἔγωγε ἐΐσκω πηγεσιμάλλῳ,</l><l n="198">ὅς τʼ οἰῶν μέγα πῶϋ διέρχεται ἀργεννάων.</l></q><l n="199"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειθʼ Ἑλένη Διὸς ἐκγεγαυῖα·</l><q><l n="200">οὗτος δʼ αὖ Λαερτιάδης πολύμητις Ὀδυσσεύς,</l><l n="201">ὃς τράφη ἐν δήμῳ Ἰθάκης κραναῆς περ ἐούσης</l><l n="202">εἰδὼς παντοίους τε δόλους καὶ μήδεα πυκνά.</l></q><l n="203"><milestone ed="P" unit="para"/>τὴν δʼ αὖτʼ Ἀντήνωρ πεπνυμένος ἀντίον ηὔδα·</l><q><l n="204">ὦ γύναι ἦ μάλα τοῦτο ἔπος νημερτὲς ἔειπες·</l><l n="205">ἤδη γὰρ καὶ δεῦρό ποτʼ ἤλυθε δῖος Ὀδυσσεὺς</l><l n="206">σεῦ ἕνεκʼ ἀγγελίης σὺν ἀρηϊφίλῳ Μενελάῳ·</l><l n="207">τοὺς δʼ ἐγὼ ἐξείνισσα καὶ ἐν μεγάροισι φίλησα,</l><l n="208">ἀμφοτέρων δὲ φυὴν ἐδάην καὶ μήδεα πυκνά.</l><l n="209">ἀλλʼ ὅτε δὴ Τρώεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν</l><l n="210">στάντων μὲν Μενέλαος ὑπείρεχεν εὐρέας ὤμους,</l><l n="211">ἄμφω δʼ ἑζομένω γεραρώτερος ἦεν Ὀδυσσεύς·</l><l n="212">ἀλλʼ ὅτε δὴ μύθους καὶ μήδεα πᾶσιν ὕφαινον</l><l n="213">ἤτοι μὲν Μενέλαος ἐπιτροχάδην ἀγόρευε,</l><l n="214">παῦρα μὲν ἀλλὰ μάλα λιγέως, ἐπεὶ οὐ πολύμυθος</l><l n="215">οὐδʼ ἀφαμαρτοεπής· ἦ καὶ γένει ὕστερος ἦεν.</l><l n="216">ἀλλʼ ὅτε δὴ πολύμητις ἀναΐξειεν Ὀδυσσεὺς</l><l n="217">στάσκεν, ὑπαὶ δὲ ἴδεσκε κατὰ χθονὸς ὄμματα πήξας,</l><l n="218">σκῆπτρον δʼ οὔτʼ ὀπίσω οὔτε προπρηνὲς ἐνώμα,</l><l n="219">ἀλλʼ ἀστεμφὲς ἔχεσκεν ἀΐδρεϊ φωτὶ ἐοικώς·</l><l n="220">φαίης κε ζάκοτόν τέ τινʼ ἔμμεναι ἄφρονά τʼ αὔτως.</l><l n="221">ἀλλʼ ὅτε δὴ ὄπα τε μεγάλην ἐκ στήθεος εἵη</l><l n="222">καὶ ἔπεα νιφάδεσσιν ἐοικότα χειμερίῃσιν,</l><l n="223">οὐκ ἂν ἔπειτʼ Ὀδυσῆΐ γʼ ἐρίσσειε βροτὸς ἄλλος·</l><l n="224">οὐ τότε γʼ ὧδʼ Ὀδυσῆος ἀγασσάμεθʼ εἶδος ἰδόντες.</l></q><milestone ed="p" n="225" unit="card"/><l n="225"><milestone ed="P" unit="para"/>τὸ τρίτον αὖτʼ Αἴαντα ἰδὼν ἐρέεινʼ ὃ γεραιός·</l><q><l n="226">τίς τὰρ ὅδʼ ἄλλος Ἀχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε</l><l n="227">ἔξοχος Ἀργείων κεφαλήν τε καὶ εὐρέας ὤμους;</l></q><l n="228"><milestone ed="P" unit="para"/>τὸν δʼ Ἑλένη τανύπεπλος ἀμείβετο δῖα γυναικῶν·</l><q><l n="229">οὗτος δʼ Αἴας ἐστὶ πελώριος ἕρκος Ἀχαιῶν·</l><l n="230">Ἰδομενεὺς δʼ ἑτέρωθεν ἐνὶ Κρήτεσσι θεὸς ὣς</l><l n="231">ἕστηκʼ, ἀμφὶ δέ μιν Κρητῶν ἀγοὶ ἠγερέθονται.</l><l n="232">πολλάκι μιν ξείνισσεν ἀρηΐφιλος Μενέλαος</l><l n="233">οἴκῳ ἐν ἡμετέρῳ ὁπότε Κρήτηθεν ἵκοιτο.</l><l n="234">νῦν δʼ ἄλλους μὲν πάντας ὁρῶ ἑλίκωπας Ἀχαιούς,</l><l n="235">οὕς κεν ἐῢ γνοίην καί τʼ οὔνομα μυθησαίμην·</l><l n="236">δοιὼ δʼ οὐ δύναμαι ἰδέειν κοσμήτορε λαῶν</l><l n="237">Κάστορά θʼ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα</l><l n="238">αὐτοκασιγνήτω, τώ μοι μία γείνατο μήτηρ.</l><l n="239">ἢ οὐχ ἑσπέσθην Λακεδαίμονος ἐξ ἐρατεινῆς,</l><l n="240">ἢ δεύρω μὲν ἕποντο νέεσσʼ ἔνι ποντοπόροισι,</l><l n="241">νῦν αὖτʼ οὐκ ἐθέλουσι μάχην καταδύμεναι ἀνδρῶν</l><l n="242">αἴσχεα δειδιότες καὶ ὀνείδεα πόλλʼ ἅ μοί ἐστιν.</l></q><l n="243"><milestone ed="P" unit="para"/>ὣς φάτο, τοὺς δʼ ἤδη κάτεχεν φυσίζοος αἶα</l><l n="244">ἐν Λακεδαίμονι αὖθι φίλῃ ἐν πατρίδι γαίῃ.</l><l n="245"><milestone ed="P" unit="para"/>κήρυκες δʼ ἀνὰ ἄστυ θεῶν φέρον ὅρκια πιστὰ</l><l n="246">ἄρνε δύω καὶ οἶνον ἐΰφρονα καρπὸν ἀρούρης</l><l n="247">ἀσκῷ ἐν αἰγείῳ· φέρε δὲ κρητῆρα φαεινὸν</l><l n="248">κῆρυξ Ἰδαῖος ἠδὲ χρύσεια κύπελλα·</l><l n="249">ὄτρυνεν δὲ γέροντα παριστάμενος ἐπέεσσιν·</l><q><l n="250">ὄρσεο Λαομεδοντιάδη, καλέουσιν ἄριστοι</l><l n="251">Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων</l><l n="252">ἐς πεδίον καταβῆναι ἵνʼ ὅρκια πιστὰ τάμητε·</l><l n="253">αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος</l><l n="254">μακρῇς ἐγχείῃσι μαχήσοντʼ ἀμφὶ γυναικί·</l><l n="255">τῷ δέ κε νικήσαντι γυνὴ καὶ κτήμαθʼ ἕποιτο·</l><l n="256">οἳ δʼ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντες</l><l n="257">ναίοιμεν Τροίην ἐριβώλακα, τοὶ δὲ νέονται</l><l n="258">Ἄργος ἐς ἱππόβοτον καὶ Ἀχαιΐδα καλλιγύναικα.</l></q><l n="259"><milestone ed="P" unit="para"/>ὣς φάτο ῥίγησεν δʼ ὃ γέρων, ἐκέλευσε δʼ ἑταίρους</l><l n="260">ἵππους ζευγνύμεναι· τοὶ δʼ ὀτραλέως ἐπίθοντο.</l><l n="261">ἂν δʼ ἄρʼ ἔβη Πρίαμος, κατὰ δʼ ἡνία τεῖνεν ὀπίσσω·</l><l n="262">πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσετο δίφρον·</l><l n="263">τὼ δὲ διὰ Σκαιῶν πεδίον δʼ ἔχον ὠκέας ἵππους.</l><milestone ed="p" n="264" unit="card"/><l n="264"><milestone ed="P" unit="para"/>ἀλλʼ ὅτε δή ῥʼ ἵκοντο μετὰ Τρῶας καὶ Ἀχαιούς,</l><l n="265">ἐξ ἵππων ἀποβάντες ἐπὶ χθόνα πουλυβότειραν</l><l n="266">ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο.</l><l n="267">ὄρνυτο δʼ αὐτίκʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων,</l><l n="268">ἂν δʼ Ὀδυσεὺς πολύμητις· ἀτὰρ κήρυκες ἀγαυοὶ</l><l n="269">ὅρκια πιστὰ θεῶν σύναγον, κρητῆρι δὲ οἶνον</l><l n="270">μίσγον, ἀτὰρ βασιλεῦσιν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν.</l><l n="271">Ἀτρεΐδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν,</l><l n="272">ἥ οἱ πὰρ ξίφεος μέγα κουλεόν αἰὲν ἄωρτο,</l><l n="273">ἀρνῶν ἐκ κεφαλέων τάμνε τρίχας· αὐτὰρ ἔπειτα</l><l n="274">κήρυκες Τρώων καὶ Ἀχαιῶν νεῖμαν ἀρίστοις.</l><l n="275">τοῖσιν δʼ Ἀτρεΐδης μεγάλʼ εὔχετο χεῖρας ἀνασχών·</l><q><l n="276">Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε,</l><l n="277">Ἠέλιός θʼ, ὃς πάντʼ ἐφορᾷς καὶ πάντʼ ἐπακούεις,</l><l n="278">καὶ ποταμοὶ καὶ γαῖα, καὶ οἳ ὑπένερθε καμόντας</l><l n="279">ἀνθρώπους τίνυσθον ὅτις κʼ ἐπίορκον ὀμόσσῃ,</l><l n="280">ὑμεῖς μάρτυροι ἔστε, φυλάσσετε δʼ ὅρκια πιστά·</l><l n="281">εἰ μέν κεν Μενέλαον Ἀλέξανδρος καταπέφνῃ</l><l n="282">αὐτὸς ἔπειθʼ Ἑλένην ἐχέτω καὶ κτήματα πάντα,</l><l n="283">ἡμεῖς δʼ ἐν νήεσσι νεώμεθα ποντοπόροισιν·</l><l n="284">εἰ δέ κʼ Ἀλέξανδρον κτείνῃ ξανθὸς Μενέλαος,</l><l n="285">Τρῶας ἔπειθʼ Ἑλένην καὶ κτήματα πάντʼ ἀποδοῦναι,</l><l n="286">τιμὴν δʼ Ἀργείοις ἀποτινέμεν ἥν τινʼ ἔοικεν,</l><l n="287">ἥ τε καὶ ἐσσομένοισι μετʼ ἀνθρώποισι πέληται.</l><l n="288">εἰ δʼ ἂν ἐμοὶ τιμὴν Πρίαμος Πριάμοιό τε παῖδες</l><l n="289">τίνειν οὐκ ἐθέλωσιν Ἀλεξάνδροιο πεσόντος,</l><l n="290">αὐτὰρ ἐγὼ καὶ ἔπειτα μαχήσομαι εἵνεκα ποινῆς</l><l n="291">αὖθι μένων, ἧός κε τέλος πολέμοιο κιχείω.</l></q><l n="292"><milestone ed="P" unit="para"/>ἦ, καὶ ἀπὸ στομάχους ἀρνῶν τάμε νηλέϊ χαλκῷ·</l><l n="293">καὶ τοὺς μὲν κατέθηκεν ἐπὶ χθονὸς ἀσπαίροντας</l><l n="294">θυμοῦ δευομένους· ἀπὸ γὰρ μένος εἵλετο χαλκός.</l><l n="295">οἶνον δʼ ἐκ κρητῆρος ἀφυσσόμενοι δεπάεσσιν</l><l n="296">ἔκχεον, ἠδʼ εὔχοντο θεοῖς αἰειγενέτῃσιν.</l><l n="297">ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε·</l><q><l n="298">Ζεῦ κύδιστε μέγιστε καὶ ἀθάνατοι θεοὶ ἄλλοι</l><l n="299">ὁππότεροι πρότεροι ὑπὲρ ὅρκια πημήνειαν</l><l n="300">ὧδέ σφʼ ἐγκέφαλος χαμάδις ῥέοι ὡς ὅδε οἶνος</l><l n="301">αὐτῶν καὶ τεκέων, ἄλοχοι δʼ ἄλλοισι δαμεῖεν.</l><milestone ed="p" n="302" unit="card"/></q><l n="302"><milestone ed="P" unit="para"/>ὣς ἔφαν, οὐδʼ ἄρα πώ σφιν ἐπεκραίαινε Κρονίων.</l><l n="303">τοῖσι δὲ Δαρδανίδης Πρίαμος μετὰ μῦθον ἔειπε·</l><q><l n="304">κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοί·</l><l n="305">ἤτοι ἐγὼν εἶμι προτὶ Ἴλιον ἠνεμόεσσαν</l><l n="306">ἄψ, ἐπεὶ οὔ πω τλήσομʼ ἐν ὀφθαλμοῖσιν ὁρᾶσθαι</l><l n="307">μαρνάμενον φίλον υἱὸν ἀρηϊφίλῳ Μενελάῳ·</l><l n="308">Ζεὺς μέν που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι</l><l n="309">ὁπποτέρῳ θανάτοιο τέλος πεπρωμένον ἐστίν.</l></q><l n="310"><milestone ed="P" unit="para"/>ἦ ῥα καὶ ἐς δίφρον ἄρνας θέτο ἰσόθεος φώς,</l><l n="311">ἂν δʼ ἄρʼ ἔβαινʼ αὐτός, κατὰ δʼ ἡνία τεῖνεν ὀπίσσω·</l><l n="312">πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσετο δίφρον.</l><l n="313">τὼ μὲν ἄρʼ ἄψορροι προτὶ Ἴλιον ἀπονέοντο·</l><l n="314">Ἕκτωρ δὲ Πριάμοιο πάϊς καὶ δῖος Ὀδυσσεὺς</l><l n="315">χῶρον μὲν πρῶτον διεμέτρεον, αὐτὰρ ἔπειτα</l><l n="316">κλήρους ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες,</l><l n="317">ὁππότερος δὴ πρόσθεν ἀφείη χάλκεον ἔγχος.</l><l n="318">λαοὶ δʼ ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον,</l><l n="319">ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε·</l><q><l n="320">Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε</l><l n="321">ὁππότερος τάδε ἔργα μετʼ ἀμφοτέροισιν ἔθηκε,</l><l n="322">τὸν δὸς ἀποφθίμενον δῦναι δόμον Ἄϊδος εἴσω,</l><l n="323">ἡμῖν δʼ αὖ φιλότητα καὶ ὅρκια πιστὰ γενέσθαι.</l></q><l n="324"><milestone ed="P" unit="para"/>ὣς ἄρʼ ἔφαν, πάλλεν δὲ μέγας κορυθαίολος Ἕκτωρ</l><l n="325">ἂψ ὁρόων· Πάριος δὲ θοῶς ἐκ κλῆρος ὄρουσεν.</l><l n="326">οἳ μὲν ἔπειθʼ ἵζοντο κατὰ στίχας, ἧχι ἑκάστῳ</l><l n="327">ἵπποι ἀερσίποδες καὶ ποικίλα τεύχεʼ ἔκειτο·</l><l n="328">αὐτὰρ ὅ γʼ ἀμφʼ ὤμοισιν ἐδύσετο τεύχεα καλὰ</l><l n="329">δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο.</l><l n="330">κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε</l><l n="331">καλάς, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·</l><l n="332">δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεν</l><l n="333">οἷο κασιγνήτοιο Λυκάονος· ἥρμοσε δʼ αὐτῷ.</l><l n="334">ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον</l><l n="335">χάλκεον, αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε·</l><l n="336">κρατὶ δʼ ἐπʼ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν</l><l n="337">ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν·</l><l n="338">εἵλετο δʼ ἄλκιμον ἔγχος, ὅ οἱ παλάμηφιν ἀρήρει.</l><l n="339">ὣς δʼ αὔτως Μενέλαος ἀρήϊος ἔντεʼ ἔδυνεν.</l><milestone ed="p" n="340" unit="card"/><l n="340"><milestone ed="P" unit="para"/>οἳ δʼ ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν,</l><l n="341">ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο</l><l n="342">δεινὸν δερκόμενοι· θάμβος δʼ ἔχεν εἰσορόωντας</l><l n="343">Τρῶάς θʼ ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς.</l><l n="344">καί ῥʼ ἐγγὺς στήτην διαμετρητῷ ἐνὶ χώρῳ</l><l n="345">σείοντʼ ἐγχείας ἀλλήλοισιν κοτέοντε.</l><l n="346">πρόσθε δʼ Ἀλέξανδρος προΐει δολιχόσκιον ἔγχος,</l><l n="347">καὶ βάλεν Ἀτρεΐδαο κατʼ ἀσπίδα πάντοσε ἴσην,</l><l n="348">οὐδʼ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ</l><l n="349">ἀσπίδʼ ἐνὶ κρατερῇ· ὃ δὲ δεύτερον ὄρνυτο χαλκῷ</l><l n="350">Ἀτρεΐδης Μενέλαος ἐπευξάμενος Διὶ πατρί·</l><q><l n="351">Ζεῦ ἄνα δὸς τίσασθαι ὅ με πρότερος κάκʼ ἔοργε</l><l n="352">δῖον Ἀλέξανδρον, καὶ ἐμῇς ὑπὸ χερσὶ δάμασσον,</l><l n="353">ὄφρα τις ἐρρίγῃσι καὶ ὀψιγόνων ἀνθρώπων</l><l n="354">ξεινοδόκον κακὰ ῥέξαι, ὅ κεν φιλότητα παράσχῃ.</l></q><l n="355"><milestone ed="P" unit="para"/>ἦ ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,</l><l n="356">καὶ βάλε Πριαμίδαο κατʼ ἀσπίδα πάντοσε ἴσην·</l><l n="357">διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,</l><l n="358">καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο·</l><l n="359">ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα</l><l n="360">ἔγχος· ὃ δʼ ἐκλίνθη καὶ ἀλεύατο κῆρα μέλαιναν.</l><l n="361">Ἀτρεΐδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον</l><l n="362">πλῆξεν ἀνασχόμενος κόρυθος φάλον· ἀμφὶ δʼ ἄρʼ αὐτῷ</l><l n="363">τριχθά τε καὶ τετραχθὰ διατρυφὲν ἔκπεσε χειρός.</l><l n="364">Ἀτρεΐδης δʼ ᾤμωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·</l><q><l n="365">Ζεῦ πάτερ οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος·</l><l n="366">ἦ τʼ ἐφάμην τίσασθαι Ἀλέξανδρον κακότητος·</l><l n="367">νῦν δέ μοι ἐν χείρεσσιν ἄγη ξίφος, ἐκ δέ μοι ἔγχος</l><l n="368">ἠΐχθη παλάμηφιν ἐτώσιον, οὐδʼ ἔβαλόν μιν.</l></q><l n="369"><milestone ed="P" unit="para"/>ἦ καὶ ἐπαΐξας κόρυθος λάβεν ἱπποδασείης,</l><l n="370">ἕλκε δʼ ἐπιστρέψας μετʼ ἐϋκνήμιδας Ἀχαιούς·</l><l n="371">ἄγχε δέ μιν πολύκεστος ἱμὰς ἁπαλὴν ὑπὸ δειρήν,</l><l n="372">ὅς οἱ ὑπʼ ἀνθερεῶνος ὀχεὺς τέτατο τρυφαλείης.</l><l n="373">καί νύ κεν εἴρυσσέν τε καὶ ἄσπετον ἤρατο κῦδος,</l><l n="374">εἰ μὴ ἄρʼ ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη,</l><l n="375">ἥ οἱ ῥῆξεν ἱμάντα βοὸς ἶφι κταμένοιο·</l><l n="376">κεινὴ δὲ τρυφάλεια ἅμʼ ἕσπετο χειρὶ παχείῃ.</l><l n="377">τὴν μὲν ἔπειθʼ ἥρως μετʼ ἐϋκνήμιδας Ἀχαιοὺς</l><l n="378">ῥῖψʼ ἐπιδινήσας, κόμισαν δʼ ἐρίηρες ἑταῖροι·</l><l n="379">αὐτὰρ ὃ ἂψ ἐπόρουσε κατακτάμεναι μενεαίνων</l><l n="380">ἔγχεϊ χαλκείῳ· τὸν δʼ ἐξήρπαξʼ Ἀφροδίτη</l><l n="381">ῥεῖα μάλʼ ὥς τε θεός, ἐκάλυψε δʼ ἄρʼ ἠέρι πολλῇ,</l><l n="382">κὰδ δʼ εἷσʼ ἐν θαλάμῳ εὐώδεϊ κηώεντι.</l><milestone ed="p" n="383" unit="card"/><l n="383">αὐτὴ δʼ αὖ Ἑλένην καλέουσʼ ἴε· τὴν δὲ κίχανε</l><l n="384">πύργῳ ἐφʼ ὑψηλῷ, περὶ δὲ Τρῳαὶ ἅλις ἦσαν·</l><l n="385">χειρὶ δὲ νεκταρέου ἑανοῦ ἐτίναξε λαβοῦσα,</l><l n="386">γρηῒ δέ μιν ἐϊκυῖα παλαιγενέϊ προσέειπεν</l><l n="387">εἰροκόμῳ, ἥ οἱ Λακεδαίμονι ναιετοώσῃ</l><l n="388">ἤσκειν εἴρια καλά, μάλιστα δέ μιν φιλέεσκε·</l><l n="389">τῇ μιν ἐεισαμένη προσεφώνεε δῖʼ Ἀφροδίτη·</l><q><l n="390">δεῦρʼ ἴθʼ· Ἀλέξανδρός σε καλεῖ οἶκον δὲ νέεσθαι.</l><l n="391">κεῖνος ὅ γʼ ἐν θαλάμῳ καὶ δινωτοῖσι λέχεσσι</l><l n="392">κάλλεΐ τε στίλβων καὶ εἵμασιν· οὐδέ κε φαίης</l><l n="393">ἀνδρὶ μαχεσσάμενον τόν γʼ ἐλθεῖν, ἀλλὰ χορὸν δὲ</l><l n="394">ἔρχεσθʼ, ἠὲ χοροῖο νέον λήγοντα καθίζειν.</l></q><l n="395"><milestone ed="P" unit="para"/>ὣς φάτο, τῇ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε·</l><l n="396">καί ῥʼ ὡς οὖν ἐνόησε θεᾶς περικαλλέα δειρὴν</l><l n="397">στήθεά θʼ ἱμερόεντα καὶ ὄμματα μαρμαίροντα,</l><l n="398">θάμβησέν τʼ ἄρʼ ἔπειτα ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q><l n="399">δαιμονίη, τί με ταῦτα λιλαίεαι ἠπεροπεύειν;</l><l n="400">ἦ πῄ με προτέρω πολίων εὖ ναιομενάων</l><l n="401">ἄξεις, ἢ Φρυγίης ἢ Μῃονίης ἐρατεινῆς,</l><l n="402">εἴ τίς τοι καὶ κεῖθι φίλος μερόπων ἀνθρώπων·</l><l n="403">οὕνεκα δὴ νῦν δῖον Ἀλέξανδρον Μενέλαος</l><l n="404">νικήσας ἐθέλει στυγερὴν ἐμὲ οἴκαδʼ ἄγεσθαι,</l><l n="405">τοὔνεκα δὴ νῦν δεῦρο δολοφρονέουσα παρέστης;</l><l n="406">ἧσο παρʼ αὐτὸν ἰοῦσα, θεῶν δʼ ἀπόεικε κελεύθου,</l><l n="407">μηδʼ ἔτι σοῖσι πόδεσσιν ὑποστρέψειας Ὄλυμπον,</l><l n="408">ἀλλʼ αἰεὶ περὶ κεῖνον ὀΐζυε καί ἑ φύλασσε,</l><l n="409">εἰς ὅ κέ σʼ ἢ ἄλοχον ποιήσεται ἢ ὅ γε δούλην.</l><l n="410">κεῖσε δʼ ἐγὼν οὐκ εἶμι· νεμεσσητὸν δέ κεν εἴη·</l><l n="411">κείνου πορσανέουσα λέχος· Τρῳαὶ δέ μʼ ὀπίσσω</l><l n="412">πᾶσαι μωμήσονται· ἔχω δʼ ἄχεʼ ἄκριτα θυμῷ.</l></q><l n="413"><milestone ed="P" unit="para"/>τὴν δὲ χολωσαμένη προσεφώνεε δῖʼ Ἀφροδίτη·</l><q><l n="414">μή μʼ ἔρεθε σχετλίη, μὴ χωσαμένη σε μεθείω,</l><l n="415">τὼς δέ σʼ ἀπεχθήρω ὡς νῦν ἔκπαγλʼ ἐφίλησα,</l><l n="416">μέσσῳ δʼ ἀμφοτέρων μητίσομαι ἔχθεα λυγρὰ</l><l n="417">Τρώων καὶ Δαναῶν, σὺ δέ κεν κακὸν οἶτον ὄληαι.</l></q><l n="418"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, ἔδεισεν δʼ Ἑλένη Διὸς ἐκγεγαυῖα,</l><l n="419">βῆ δὲ κατασχομένη ἑανῷ ἀργῆτι φαεινῷ</l><l n="420">σιγῇ, πάσας δὲ Τρῳὰς λάθεν· ἦρχε δὲ δαίμων.</l><milestone ed="p" n="421" unit="card"/><l n="421"><milestone ed="P" unit="para"/>αἳ δʼ ὅτʼ Ἀλεξάνδροιο δόμον περικαλλέʼ ἵκοντο,</l><l n="422">ἀμφίπολοι μὲν ἔπειτα θοῶς ἐπὶ ἔργα τράποντο,</l><l n="423">ἣ δʼ εἰς ὑψόροφον θάλαμον κίε δῖα γυναικῶν.</l><l n="424">τῇ δʼ ἄρα δίφρον ἑλοῦσα φιλομειδὴς Ἀφροδίτη</l><l n="425">ἀντίʼ Ἀλεξάνδροιο θεὰ κατέθηκε φέρουσα·</l><l n="426">ἔνθα κάθιζʼ Ἑλένη κούρη Διὸς αἰγιόχοιο</l><l n="427">ὄσσε πάλιν κλίνασα, πόσιν δʼ ἠνίπαπε μύθῳ·</l><q><l n="428">ἤλυθες ἐκ πολέμου· ὡς ὤφελες αὐτόθʼ ὀλέσθαι</l><l n="429">ἀνδρὶ δαμεὶς κρατερῷ, ὃς ἐμὸς πρότερος πόσις ἦεν.</l><l n="430">ἦ μὲν δὴ πρίν γʼ εὔχεʼ ἀρηϊφίλου Μενελάου</l><l n="431">σῇ τε βίῃ καὶ χερσὶ καὶ ἔγχεϊ φέρτερος εἶναι·</l><l n="432">ἀλλʼ ἴθι νῦν προκάλεσσαι ἀρηΐφιλον Μενέλαον</l><l n="433">ἐξαῦτις μαχέσασθαι ἐναντίον· ἀλλά σʼ ἔγωγε</l><l n="434">παύεσθαι κέλομαι, μηδὲ ξανθῷ Μενελάῳ</l><l n="435">ἀντίβιον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι</l><l n="436">ἀφραδέως, μή πως τάχʼ ὑπʼ αὐτοῦ δουρὶ δαμήῃς.</l></q><l n="437"><milestone ed="P" unit="para"/>τὴν δὲ Πάρις μύθοισιν ἀμειβόμενος προσέειπε·</l><q><l n="438">μή με γύναι χαλεποῖσιν ὀνείδεσι θυμὸν ἔνιπτε·</l><l n="439">νῦν μὲν γὰρ Μενέλαος ἐνίκησεν σὺν Ἀθήνῃ,</l><l n="440">κεῖνον δʼ αὖτις ἐγώ· πάρα γὰρ θεοί εἰσι καὶ ἡμῖν.</l><l n="441">ἀλλʼ ἄγε δὴ φιλότητι τραπείομεν εὐνηθέντε·</l><l n="442">οὐ γάρ πώ ποτέ μʼ ὧδέ γʼ ἔρως φρένας ἀμφεκάλυψεν,</l><l n="443">οὐδʼ ὅτε σε πρῶτον Λακεδαίμονος ἐξ ἐρατεινῆς</l><l n="444">ἔπλεον ἁρπάξας ἐν ποντοπόροισι νέεσσι,</l><l n="445">νήσῳ δʼ ἐν Κραναῇ ἐμίγην φιλότητι καὶ εὐνῇ,</l><l n="446">ὥς σεο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ.</l></q><l n="447"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ ἄρχε λέχος δὲ κιών· ἅμα δʼ εἵπετʼ ἄκοιτις.</l><l n="448"><milestone ed="P" unit="para"/>τὼ μὲν ἄρʼ ἐν τρητοῖσι κατεύνασθεν λεχέεσσιν,</l><l n="449">Ἀτρεΐδης δʼ ἀνʼ ὅμιλον ἐφοίτα θηρὶ ἐοικὼς</l><l n="450">εἴ που ἐσαθρήσειεν Ἀλέξανδρον θεοειδέα.</l><l n="451">ἀλλʼ οὔ τις δύνατο Τρώων κλειτῶν τʼ ἐπικούρων</l><l n="452">δεῖξαι Ἀλέξανδρον τότʼ ἀρηϊφίλῳ Μενελάῳ·</l><l n="453">οὐ μὲν γὰρ φιλότητί γʼ ἐκεύθανον εἴ τις ἴδοιτο·</l><l n="454">ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ.</l><l n="455">τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·</l><q><l n="456">κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι·</l><l n="457">νίκη μὲν δὴ φαίνετʼ ἀρηϊφίλου Μενελάου,</l><l n="458">ὑμεῖς δʼ Ἀργείην Ἑλένην καὶ κτήμαθʼ ἅμʼ αὐτῇ</l><l n="459">ἔκδοτε, καὶ τιμὴν ἀποτινέμεν ἥν τινʼ ἔοικεν,</l><l n="460">ἥ τε καὶ ἐσσομένοισι μετʼ ἀνθρώποισι πέληται.</l></q><l n="461"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ Ἀτρεΐδης, ἐπὶ δʼ ᾔνεον ἄλλοι Ἀχαιοί.</l></div><div type="textpart" subtype="Book" n="4"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>οἳ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο</l><l n="2">χρυσέῳ ἐν δαπέδῳ, μετὰ δέ σφισι πότνια Ἥβη</l><l n="3">νέκταρ ἐοινοχόει· τοὶ δὲ χρυσέοις δεπάεσσι</l><l n="4">δειδέχατʼ ἀλλήλους, Τρώων πόλιν εἰσορόωντες·</l><l n="5">αὐτίκʼ ἐπειρᾶτο Κρονίδης ἐρεθιζέμεν Ἥρην</l><l n="6">κερτομίοις ἐπέεσσι παραβλήδην ἀγορεύων·</l><q><l n="7">δοιαὶ μὲν Μενελάῳ ἀρηγόνες εἰσὶ θεάων</l><l n="8">Ἥρη τʼ Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη.</l><l n="9">ἀλλʼ ἤτοι ταὶ νόσφι καθήμεναι εἰσορόωσαι</l><l n="10">τέρπεσθον· τῷ δʼ αὖτε φιλομειδὴς Ἀφροδίτη</l><l n="11">αἰεὶ παρμέμβλωκε καὶ αὐτοῦ κῆρας ἀμύνει·</l><l n="12">καὶ νῦν ἐξεσάωσεν ὀϊόμενον θανέεσθαι.</l><l n="13">ἀλλʼ ἤτοι νίκη μὲν ἀρηϊφίλου Μενελάου·</l><l n="14">ἡμεῖς δὲ φραζώμεθʼ ὅπως ἔσται τάδε ἔργα,</l><l n="15">ἤ ῥʼ αὖτις πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν</l><l n="16">ὄρσομεν, ἦ φιλότητα μετʼ ἀμφοτέροισι βάλωμεν.</l><l n="17">εἰ δʼ αὖ πως τόδε πᾶσι φίλον καὶ ἡδὺ γένοιτο,</l><l n="18">ἤτοι μὲν οἰκέοιτο πόλις Πριάμοιο ἄνακτος,</l><l n="19">αὖτις δʼ Ἀργείην Ἑλένην Μενέλαος ἄγοιτο.</l></q><l n="20"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, αἳ δʼ ἐπέμυξαν Ἀθηναίη τε καὶ Ἥρη·</l><l n="21">πλησίαι αἵ γʼ ἥσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην.</l><l n="22">ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐδέ τι εἶπε</l><l n="23">σκυζομένη Διὶ πατρί, χόλος δέ μιν ἄγριος ᾕρει·</l><l n="24">Ἥρῃ δʼ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα·</l><q><l n="25">αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες·</l><l n="26">πῶς ἐθέλεις ἅλιον θεῖναι πόνον ἠδʼ ἀτέλεστον,</l><l n="27">ἱδρῶ θʼ ὃν ἵδρωσα μόγῳ, καμέτην δέ μοι ἵπποι</l><l n="28">λαὸν ἀγειρούσῃ, Πριάμῳ κακὰ τοῖό τε παισίν.</l><l n="29">ἕρδʼ· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.</l></q><l n="30"><milestone ed="P" unit="para"/>τὴν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·</l><q><l n="31">δαιμονίη τί νύ σε Πρίαμος Πριάμοιό τε παῖδες</l><l n="32">τόσσα κακὰ ῥέζουσιν, ὅ τʼ ἀσπερχὲς μενεαίνεις</l><l n="33">Ἰλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον;</l><l n="34">εἰ δὲ σύ γʼ εἰσελθοῦσα πύλας καὶ τείχεα μακρὰ</l><l n="35">ὠμὸν βεβρώθοις Πρίαμον Πριάμοιό τε παῖδας</l><l n="36">ἄλλους τε Τρῶας, τότε κεν χόλον ἐξακέσαιο.</l><l n="37">ἕρξον ὅπως ἐθέλεις· μὴ τοῦτό γε νεῖκος ὀπίσσω</l><l n="38">σοὶ καὶ ἐμοὶ μέγʼ ἔρισμα μετʼ ἀμφοτέροισι γένηται.</l><l n="39">ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·</l><l n="40">ὁππότε κεν καὶ ἐγὼ μεμαὼς πόλιν ἐξαλαπάξαι</l><l n="41">τὴν ἐθέλω ὅθι τοι φίλοι ἀνέρες ἐγγεγάασι,</l><l n="42">μή τι διατρίβειν τὸν ἐμὸν χόλον, ἀλλά μʼ ἐᾶσαι·</l><l n="43">καὶ γὰρ ἐγὼ σοὶ δῶκα ἑκὼν ἀέκοντί γε θυμῷ·</l><l n="44">αἳ γὰρ ὑπʼ ἠελίῳ τε καὶ οὐρανῷ ἀστερόεντι</l><l n="45">ναιετάουσι πόληες ἐπιχθονίων ἀνθρώπων,</l><l n="46">τάων μοι περὶ κῆρι τιέσκετο Ἴλιος ἱρὴ</l><l n="47">καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο.</l><l n="48">οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης</l><l n="49">λοιβῆς τε κνίσης τε· τὸ γὰρ λάχομεν γέρας ἡμεῖς.</l><milestone ed="p" n="50" unit="card"/></q><l n="50"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη·</l><q><l n="51">ἤτοι ἐμοὶ τρεῖς μὲν πολὺ φίλταταί εἰσι πόληες</l><l n="52">Ἄργός τε Σπάρτη τε καὶ εὐρυάγυια Μυκήνη·</l><l n="53">τὰς διαπέρσαι ὅτʼ ἄν τοι ἀπέχθωνται περὶ κῆρι·</l><l n="54">τάων οὔ τοι ἐγὼ πρόσθʼ ἵσταμαι οὐδὲ μεγαίρω.</l><l n="55">εἴ περ γὰρ φθονέω τε καὶ οὐκ εἰῶ διαπέρσαι,</l><l n="56">οὐκ ἀνύω φθονέουσʼ ἐπεὶ ἦ πολὺ φέρτερός ἐσσι.</l><l n="57">ἀλλὰ χρὴ καὶ ἐμὸν θέμεναι πόνον οὐκ ἀτέλεστον·</l><l n="58">καὶ γὰρ ἐγὼ θεός εἰμι, γένος δέ μοι ἔνθεν ὅθεν σοί,</l><l n="59">καί με πρεσβυτάτην τέκετο Κρόνος ἀγκυλομήτης,</l><l n="60">ἀμφότερον γενεῇ τε καὶ οὕνεκα σὴ παράκοιτις</l><l n="61">κέκλημαι, σὺ δὲ πᾶσι μετʼ ἀθανάτοισιν ἀνάσσεις.</l><l n="62">ἀλλʼ ἤτοι μὲν ταῦθʼ ὑποείξομεν ἀλλήλοισι,</l><l n="63">σοὶ μὲν ἐγώ, σὺ δʼ ἐμοί· ἐπὶ δʼ ἕψονται θεοὶ ἄλλοι</l><l n="64">ἀθάνατοι· σὺ δὲ θᾶσσον Ἀθηναίῃ ἐπιτεῖλαι</l><l n="65">ἐλθεῖν ἐς Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνήν,</l><l n="66">πειρᾶν δʼ ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς</l><l n="67">ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι.</l></q><l n="68"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶν τε·</l><l n="69">αὐτίκʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="70">αἶψα μάλʼ ἐς στρατὸν ἐλθὲ μετὰ Τρῶας καὶ Ἀχαιούς,</l><l n="71">πειρᾶν δʼ ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς</l><l n="72">ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι.</l></q><l n="73"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην,</l><l n="74">βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα.</l><l n="75">οἷον δʼ ἀστέρα ἧκε Κρόνου πάϊς ἀγκυλομήτεω</l><l n="76">ἢ ναύτῃσι τέρας ἠὲ στρατῷ εὐρέϊ λαῶν</l><l n="77">λαμπρόν· τοῦ δέ τε πολλοὶ ἀπὸ σπινθῆρες ἵενται·</l><l n="78">τῷ ἐϊκυῖʼ ἤϊξεν ἐπὶ χθόνα Παλλὰς Ἀθήνη,</l><l n="79">κὰδ δʼ ἔθορʼ ἐς μέσσον· θάμβος δʼ ἔχεν εἰσορόωντας</l><l n="80">Τρῶάς θʼ ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς·</l><l n="81">ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·</l><q><l n="82">ἦ ῥʼ αὖτις πόλεμός τε κακὸς καὶ φύλοπις αἰνὴ</l><l n="83">ἔσσεται, ἢ φιλότητα μετʼ ἀμφοτέροισι τίθησι</l><l n="84">Ζεύς, ὅς τʼ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται.</l><milestone ed="p" n="85" unit="card"/></q><l n="85"><milestone ed="P" unit="para"/>ὣς ἄρα τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε.</l><l n="86">ἣ δʼ ἀνδρὶ ἰκέλη Τρώων κατεδύσεθʼ ὅμιλον</l><l n="87">Λαοδόκῳ Ἀντηνορίδῃ κρατερῷ αἰχμητῇ,</l></div></div></body></text></TEI>