<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="3"><l n="398">θάμβησέν τʼ ἄρʼ ἔπειτα ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q><l n="399">δαιμονίη, τί με ταῦτα λιλαίεαι ἠπεροπεύειν;</l><l n="400">ἦ πῄ με προτέρω πολίων εὖ ναιομενάων</l><l n="401">ἄξεις, ἢ Φρυγίης ἢ Μῃονίης ἐρατεινῆς,</l><l n="402">εἴ τίς τοι καὶ κεῖθι φίλος μερόπων ἀνθρώπων·</l><l n="403">οὕνεκα δὴ νῦν δῖον Ἀλέξανδρον Μενέλαος</l><l n="404">νικήσας ἐθέλει στυγερὴν ἐμὲ οἴκαδʼ ἄγεσθαι,</l><l n="405">τοὔνεκα δὴ νῦν δεῦρο δολοφρονέουσα παρέστης;</l><l n="406">ἧσο παρʼ αὐτὸν ἰοῦσα, θεῶν δʼ ἀπόεικε κελεύθου,</l><l n="407">μηδʼ ἔτι σοῖσι πόδεσσιν ὑποστρέψειας Ὄλυμπον,</l><l n="408">ἀλλʼ αἰεὶ περὶ κεῖνον ὀΐζυε καί ἑ φύλασσε,</l></q></div></div></body></text></TEI>