<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="3"><q><l n="390">δεῦρʼ ἴθʼ· Ἀλέξανδρός σε καλεῖ οἶκον δὲ νέεσθαι.</l><l n="391">κεῖνος ὅ γʼ ἐν θαλάμῳ καὶ δινωτοῖσι λέχεσσι</l><l n="392">κάλλεΐ τε στίλβων καὶ εἵμασιν· οὐδέ κε φαίης</l><l n="393">ἀνδρὶ μαχεσσάμενον τόν γʼ ἐλθεῖν, ἀλλὰ χορὸν δὲ</l><l n="394">ἔρχεσθʼ, ἠὲ χοροῖο νέον λήγοντα καθίζειν.</l></q><l n="395"><milestone ed="P" unit="para"/>ὣς φάτο, τῇ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε·</l><l n="396">καί ῥʼ ὡς οὖν ἐνόησε θεᾶς περικαλλέα δειρὴν</l><l n="397">στήθεά θʼ ἱμερόεντα καὶ ὄμματα μαρμαίροντα,</l><l n="398">θάμβησέν τʼ ἄρʼ ἔπειτα ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q><l n="399">δαιμονίη, τί με ταῦτα λιλαίεαι ἠπεροπεύειν;</l><l n="400">ἦ πῄ με προτέρω πολίων εὖ ναιομενάων</l><l n="401">ἄξεις, ἢ Φρυγίης ἢ Μῃονίης ἐρατεινῆς,</l></q></div></div></body></text></TEI>