<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="3"><l n="387">εἰροκόμῳ, ἥ οἱ Λακεδαίμονι ναιετοώσῃ</l><l n="388">ἤσκειν εἴρια καλά, μάλιστα δέ μιν φιλέεσκε·</l><l n="389">τῇ μιν ἐεισαμένη προσεφώνεε δῖʼ Ἀφροδίτη·</l><q><l n="390">δεῦρʼ ἴθʼ· Ἀλέξανδρός σε καλεῖ οἶκον δὲ νέεσθαι.</l><l n="391">κεῖνος ὅ γʼ ἐν θαλάμῳ καὶ δινωτοῖσι λέχεσσι</l><l n="392">κάλλεΐ τε στίλβων καὶ εἵμασιν· οὐδέ κε φαίης</l><l n="393">ἀνδρὶ μαχεσσάμενον τόν γʼ ἐλθεῖν, ἀλλὰ χορὸν δὲ</l><l n="394">ἔρχεσθʼ, ἠὲ χοροῖο νέον λήγοντα καθίζειν.</l></q><l n="395"><milestone ed="P" unit="para"/>ὣς φάτο, τῇ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε·</l><l n="396">καί ῥʼ ὡς οὖν ἐνόησε θεᾶς περικαλλέα δειρὴν</l><l n="397">στήθεά θʼ ἱμερόεντα καὶ ὄμματα μαρμαίροντα,</l></div></div></body></text></TEI>