<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="3"><l n="378">ῥῖψʼ ἐπιδινήσας, κόμισαν δʼ ἐρίηρες ἑταῖροι·</l><l n="379">αὐτὰρ ὃ ἂψ ἐπόρουσε κατακτάμεναι μενεαίνων</l><l n="380">ἔγχεϊ χαλκείῳ· τὸν δʼ ἐξήρπαξʼ Ἀφροδίτη</l><l n="381">ῥεῖα μάλʼ ὥς τε θεός, ἐκάλυψε δʼ ἄρʼ ἠέρι πολλῇ,</l><l n="382">κὰδ δʼ εἷσʼ ἐν θαλάμῳ εὐώδεϊ κηώεντι.</l><milestone ed="p" n="383" unit="card"/><l n="383">αὐτὴ δʼ αὖ Ἑλένην καλέουσʼ ἴε· τὴν δὲ κίχανε</l><l n="384">πύργῳ ἐφʼ ὑψηλῷ, περὶ δὲ Τρῳαὶ ἅλις ἦσαν·</l><l n="385">χειρὶ δὲ νεκταρέου ἑανοῦ ἐτίναξε λαβοῦσα,</l><l n="386">γρηῒ δέ μιν ἐϊκυῖα παλαιγενέϊ προσέειπεν</l><l n="387">εἰροκόμῳ, ἥ οἱ Λακεδαίμονι ναιετοώσῃ</l><l n="388">ἤσκειν εἴρια καλά, μάλιστα δέ μιν φιλέεσκε·</l><l n="389">τῇ μιν ἐεισαμένη προσεφώνεε δῖʼ Ἀφροδίτη·</l></div></div></body></text></TEI>