ῥῖψʼ ἐπιδινήσας, κόμισαν δʼ ἐρίηρες ἑταῖροι· αὐτὰρ ὃ ἂψ ἐπόρουσε κατακτάμεναι μενεαίνων ἔγχεϊ χαλκείῳ· τὸν δʼ ἐξήρπαξʼ Ἀφροδίτη ῥεῖα μάλʼ ὥς τε θεός, ἐκάλυψε δʼ ἄρʼ ἠέρι πολλῇ, κὰδ δʼ εἷσʼ ἐν θαλάμῳ εὐώδεϊ κηώεντι. αὐτὴ δʼ αὖ Ἑλένην καλέουσʼ ἴε· τὴν δὲ κίχανε πύργῳ ἐφʼ ὑψηλῷ, περὶ δὲ Τρῳαὶ ἅλις ἦσαν· χειρὶ δὲ νεκταρέου ἑανοῦ ἐτίναξε λαβοῦσα, γρηῒ δέ μιν ἐϊκυῖα παλαιγενέϊ προσέειπεν εἰροκόμῳ, ἥ οἱ Λακεδαίμονι ναιετοώσῃ ἤσκειν εἴρια καλά, μάλιστα δέ μιν φιλέεσκε· τῇ μιν ἐεισαμένη προσεφώνεε δῖʼ Ἀφροδίτη·