κεινὴ δὲ τρυφάλεια ἅμʼ ἕσπετο χειρὶ παχείῃ. τὴν μὲν ἔπειθʼ ἥρως μετʼ ἐϋκνήμιδας Ἀχαιοὺς ῥῖψʼ ἐπιδινήσας, κόμισαν δʼ ἐρίηρες ἑταῖροι· αὐτὰρ ὃ ἂψ ἐπόρουσε κατακτάμεναι μενεαίνων ἔγχεϊ χαλκείῳ· τὸν δʼ ἐξήρπαξʼ Ἀφροδίτη ῥεῖα μάλʼ ὥς τε θεός, ἐκάλυψε δʼ ἄρʼ ἠέρι πολλῇ, κὰδ δʼ εἷσʼ ἐν θαλάμῳ εὐώδεϊ κηώεντι.