ἦ καὶ ἐπαΐξας κόρυθος λάβεν ἱπποδασείης, ἕλκε δʼ ἐπιστρέψας μετʼ ἐϋκνήμιδας Ἀχαιούς· ἄγχε δέ μιν πολύκεστος ἱμὰς ἁπαλὴν ὑπὸ δειρήν, ὅς οἱ ὑπʼ ἀνθερεῶνος ὀχεὺς τέτατο τρυφαλείης. καί νύ κεν εἴρυσσέν τε καὶ ἄσπετον ἤρατο κῦδος, εἰ μὴ ἄρʼ ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη, ἥ οἱ ῥῆξεν ἱμάντα βοὸς ἶφι κταμένοιο· κεινὴ δὲ τρυφάλεια ἅμʼ ἕσπετο χειρὶ παχείῃ. τὴν μὲν ἔπειθʼ ἥρως μετʼ ἐϋκνήμιδας Ἀχαιοὺς ῥῖψʼ ἐπιδινήσας, κόμισαν δʼ ἐρίηρες ἑταῖροι· αὐτὰρ ὃ ἂψ ἐπόρουσε κατακτάμεναι μενεαίνων ἔγχεϊ χαλκείῳ· τὸν δʼ ἐξήρπαξʼ Ἀφροδίτη ῥεῖα μάλʼ ὥς τε θεός, ἐκάλυψε δʼ ἄρʼ ἠέρι πολλῇ, κὰδ δʼ εἷσʼ ἐν θαλάμῳ εὐώδεϊ κηώεντι. αὐτὴ δʼ αὖ Ἑλένην καλέουσʼ ἴε· τὴν δὲ κίχανε πύργῳ ἐφʼ ὑψηλῷ, περὶ δὲ Τρῳαὶ ἅλις ἦσαν· χειρὶ δὲ νεκταρέου ἑανοῦ ἐτίναξε λαβοῦσα, γρηῒ δέ μιν ἐϊκυῖα παλαιγενέϊ προσέειπεν εἰροκόμῳ, ἥ οἱ Λακεδαίμονι ναιετοώσῃ ἤσκειν εἴρια καλά, μάλιστα δέ μιν φιλέεσκε· τῇ μιν ἐεισαμένη προσεφώνεε δῖʼ Ἀφροδίτη· δεῦρʼ ἴθʼ· Ἀλέξανδρός σε καλεῖ οἶκον δὲ νέεσθαι. κεῖνος ὅ γʼ ἐν θαλάμῳ καὶ δινωτοῖσι λέχεσσι κάλλεΐ τε στίλβων καὶ εἵμασιν· οὐδέ κε φαίης ἀνδρὶ μαχεσσάμενον τόν γʼ ἐλθεῖν, ἀλλὰ χορὸν δὲ ἔρχεσθʼ, ἠὲ χοροῖο νέον λήγοντα καθίζειν. ὣς φάτο, τῇ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε· καί ῥʼ ὡς οὖν ἐνόησε θεᾶς περικαλλέα δειρὴν στήθεά θʼ ἱμερόεντα καὶ ὄμματα μαρμαίροντα, θάμβησέν τʼ ἄρʼ ἔπειτα ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· δαιμονίη, τί με ταῦτα λιλαίεαι ἠπεροπεύειν; ἦ πῄ με προτέρω πολίων εὖ ναιομενάων ἄξεις, ἢ Φρυγίης ἢ Μῃονίης ἐρατεινῆς, εἴ τίς τοι καὶ κεῖθι φίλος μερόπων ἀνθρώπων· οὕνεκα δὴ νῦν δῖον Ἀλέξανδρον Μενέλαος νικήσας ἐθέλει στυγερὴν ἐμὲ οἴκαδʼ ἄγεσθαι, τοὔνεκα δὴ νῦν δεῦρο δολοφρονέουσα παρέστης; ἧσο παρʼ αὐτὸν ἰοῦσα, θεῶν δʼ ἀπόεικε κελεύθου, μηδʼ ἔτι σοῖσι πόδεσσιν ὑποστρέψειας Ὄλυμπον, ἀλλʼ αἰεὶ περὶ κεῖνον ὀΐζυε καί ἑ φύλασσε, εἰς ὅ κέ σʼ ἢ ἄλοχον ποιήσεται ἢ ὅ γε δούλην. κεῖσε δʼ ἐγὼν οὐκ εἶμι· νεμεσσητὸν δέ κεν εἴη· κείνου πορσανέουσα λέχος· Τρῳαὶ δέ μʼ ὀπίσσω πᾶσαι μωμήσονται· ἔχω δʼ ἄχεʼ ἄκριτα θυμῷ. τὴν δὲ χολωσαμένη προσεφώνεε δῖʼ Ἀφροδίτη· μή μʼ ἔρεθε σχετλίη, μὴ χωσαμένη σε μεθείω, τὼς δέ σʼ ἀπεχθήρω ὡς νῦν ἔκπαγλʼ ἐφίλησα, μέσσῳ δʼ ἀμφοτέρων μητίσομαι ἔχθεα λυγρὰ Τρώων καὶ Δαναῶν, σὺ δέ κεν κακὸν οἶτον ὄληαι. ὣς ἔφατʼ, ἔδεισεν δʼ Ἑλένη Διὸς ἐκγεγαυῖα, βῆ δὲ κατασχομένη ἑανῷ ἀργῆτι φαεινῷ σιγῇ, πάσας δὲ Τρῳὰς λάθεν· ἦρχε δὲ δαίμων. αἳ δʼ ὅτʼ Ἀλεξάνδροιο δόμον περικαλλέʼ ἵκοντο, ἀμφίπολοι μὲν ἔπειτα θοῶς ἐπὶ ἔργα τράποντο, ἣ δʼ εἰς ὑψόροφον θάλαμον κίε δῖα γυναικῶν. τῇ δʼ ἄρα δίφρον ἑλοῦσα φιλομειδὴς Ἀφροδίτη ἀντίʼ Ἀλεξάνδροιο θεὰ κατέθηκε φέρουσα· ἔνθα κάθιζʼ Ἑλένη κούρη Διὸς αἰγιόχοιο ὄσσε πάλιν κλίνασα, πόσιν δʼ ἠνίπαπε μύθῳ· ἤλυθες ἐκ πολέμου· ὡς ὤφελες αὐτόθʼ ὀλέσθαι ἀνδρὶ δαμεὶς κρατερῷ, ὃς ἐμὸς πρότερος πόσις ἦεν. ἦ μὲν δὴ πρίν γʼ εὔχεʼ ἀρηϊφίλου Μενελάου σῇ τε βίῃ καὶ χερσὶ καὶ ἔγχεϊ φέρτερος εἶναι· ἀλλʼ ἴθι νῦν προκάλεσσαι ἀρηΐφιλον Μενέλαον ἐξαῦτις μαχέσασθαι ἐναντίον· ἀλλά σʼ ἔγωγε παύεσθαι κέλομαι, μηδὲ ξανθῷ Μενελάῳ ἀντίβιον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι ἀφραδέως, μή πως τάχʼ ὑπʼ αὐτοῦ δουρὶ δαμήῃς. τὴν δὲ Πάρις μύθοισιν ἀμειβόμενος προσέειπε· μή με γύναι χαλεποῖσιν ὀνείδεσι θυμὸν ἔνιπτε· νῦν μὲν γὰρ Μενέλαος ἐνίκησεν σὺν Ἀθήνῃ, κεῖνον δʼ αὖτις ἐγώ· πάρα γὰρ θεοί εἰσι καὶ ἡμῖν. ἀλλʼ ἄγε δὴ φιλότητι τραπείομεν εὐνηθέντε· οὐ γάρ πώ ποτέ μʼ ὧδέ γʼ ἔρως φρένας ἀμφεκάλυψεν, οὐδʼ ὅτε σε πρῶτον Λακεδαίμονος ἐξ ἐρατεινῆς ἔπλεον ἁρπάξας ἐν ποντοπόροισι νέεσσι, νήσῳ δʼ ἐν Κραναῇ ἐμίγην φιλότητι καὶ εὐνῇ, ὥς σεο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ. ἦ ῥα, καὶ ἄρχε λέχος δὲ κιών· ἅμα δʼ εἵπετʼ ἄκοιτις. τὼ μὲν ἄρʼ ἐν τρητοῖσι κατεύνασθεν λεχέεσσιν, Ἀτρεΐδης δʼ ἀνʼ ὅμιλον ἐφοίτα θηρὶ ἐοικὼς