<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="3"><q><l n="366">ἦ τʼ ἐφάμην τίσασθαι Ἀλέξανδρον κακότητος·</l><l n="367">νῦν δέ μοι ἐν χείρεσσιν ἄγη ξίφος, ἐκ δέ μοι ἔγχος</l><l n="368">ἠΐχθη παλάμηφιν ἐτώσιον, οὐδʼ ἔβαλόν μιν.</l></q><l n="369"><milestone ed="P" unit="para"/>ἦ καὶ ἐπαΐξας κόρυθος λάβεν ἱπποδασείης,</l><l n="370">ἕλκε δʼ ἐπιστρέψας μετʼ ἐϋκνήμιδας Ἀχαιούς·</l><l n="371">ἄγχε δέ μιν πολύκεστος ἱμὰς ἁπαλὴν ὑπὸ δειρήν,</l><l n="372">ὅς οἱ ὑπʼ ἀνθερεῶνος ὀχεὺς τέτατο τρυφαλείης.</l><l n="373">καί νύ κεν εἴρυσσέν τε καὶ ἄσπετον ἤρατο κῦδος,</l><l n="374">εἰ μὴ ἄρʼ ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη,</l><l n="375">ἥ οἱ ῥῆξεν ἱμάντα βοὸς ἶφι κταμένοιο·</l><l n="376">κεινὴ δὲ τρυφάλεια ἅμʼ ἕσπετο χειρὶ παχείῃ.</l><l n="377">τὴν μὲν ἔπειθʼ ἥρως μετʼ ἐϋκνήμιδας Ἀχαιοὺς</l><l n="378">ῥῖψʼ ἐπιδινήσας, κόμισαν δʼ ἐρίηρες ἑταῖροι·</l><l n="379">αὐτὰρ ὃ ἂψ ἐπόρουσε κατακτάμεναι μενεαίνων</l><l n="380">ἔγχεϊ χαλκείῳ· τὸν δʼ ἐξήρπαξʼ Ἀφροδίτη</l><l n="381">ῥεῖα μάλʼ ὥς τε θεός, ἐκάλυψε δʼ ἄρʼ ἠέρι πολλῇ,</l><l n="382">κὰδ δʼ εἷσʼ ἐν θαλάμῳ εὐώδεϊ κηώεντι.</l><milestone ed="p" n="383" unit="card"/><l n="383">αὐτὴ δʼ αὖ Ἑλένην καλέουσʼ ἴε· τὴν δὲ κίχανε</l><l n="384">πύργῳ ἐφʼ ὑψηλῷ, περὶ δὲ Τρῳαὶ ἅλις ἦσαν·</l><l n="385">χειρὶ δὲ νεκταρέου ἑανοῦ ἐτίναξε λαβοῦσα,</l><l n="386">γρηῒ δέ μιν ἐϊκυῖα παλαιγενέϊ προσέειπεν</l><l n="387">εἰροκόμῳ, ἥ οἱ Λακεδαίμονι ναιετοώσῃ</l><l n="388">ἤσκειν εἴρια καλά, μάλιστα δέ μιν φιλέεσκε·</l><l n="389">τῇ μιν ἐεισαμένη προσεφώνεε δῖʼ Ἀφροδίτη·</l><q><l n="390">δεῦρʼ ἴθʼ· Ἀλέξανδρός σε καλεῖ οἶκον δὲ νέεσθαι.</l><l n="391">κεῖνος ὅ γʼ ἐν θαλάμῳ καὶ δινωτοῖσι λέχεσσι</l><l n="392">κάλλεΐ τε στίλβων καὶ εἵμασιν· οὐδέ κε φαίης</l><l n="393">ἀνδρὶ μαχεσσάμενον τόν γʼ ἐλθεῖν, ἀλλὰ χορὸν δὲ</l><l n="394">ἔρχεσθʼ, ἠὲ χοροῖο νέον λήγοντα καθίζειν.</l></q><l n="395"><milestone ed="P" unit="para"/>ὣς φάτο, τῇ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε·</l><l n="396">καί ῥʼ ὡς οὖν ἐνόησε θεᾶς περικαλλέα δειρὴν</l><l n="397">στήθεά θʼ ἱμερόεντα καὶ ὄμματα μαρμαίροντα,</l><l n="398">θάμβησέν τʼ ἄρʼ ἔπειτα ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q><l n="399">δαιμονίη, τί με ταῦτα λιλαίεαι ἠπεροπεύειν;</l><l n="400">ἦ πῄ με προτέρω πολίων εὖ ναιομενάων</l><l n="401">ἄξεις, ἢ Φρυγίης ἢ Μῃονίης ἐρατεινῆς,</l><l n="402">εἴ τίς τοι καὶ κεῖθι φίλος μερόπων ἀνθρώπων·</l><l n="403">οὕνεκα δὴ νῦν δῖον Ἀλέξανδρον Μενέλαος</l><l n="404">νικήσας ἐθέλει στυγερὴν ἐμὲ οἴκαδʼ ἄγεσθαι,</l><l n="405">τοὔνεκα δὴ νῦν δεῦρο δολοφρονέουσα παρέστης;</l><l n="406">ἧσο παρʼ αὐτὸν ἰοῦσα, θεῶν δʼ ἀπόεικε κελεύθου,</l><l n="407">μηδʼ ἔτι σοῖσι πόδεσσιν ὑποστρέψειας Ὄλυμπον,</l><l n="408">ἀλλʼ αἰεὶ περὶ κεῖνον ὀΐζυε καί ἑ φύλασσε,</l><l n="409">εἰς ὅ κέ σʼ ἢ ἄλοχον ποιήσεται ἢ ὅ γε δούλην.</l><l n="410">κεῖσε δʼ ἐγὼν οὐκ εἶμι· νεμεσσητὸν δέ κεν εἴη·</l><l n="411">κείνου πορσανέουσα λέχος· Τρῳαὶ δέ μʼ ὀπίσσω</l><l n="412">πᾶσαι μωμήσονται· ἔχω δʼ ἄχεʼ ἄκριτα θυμῷ.</l></q><l n="413"><milestone ed="P" unit="para"/>τὴν δὲ χολωσαμένη προσεφώνεε δῖʼ Ἀφροδίτη·</l><q><l n="414">μή μʼ ἔρεθε σχετλίη, μὴ χωσαμένη σε μεθείω,</l><l n="415">τὼς δέ σʼ ἀπεχθήρω ὡς νῦν ἔκπαγλʼ ἐφίλησα,</l><l n="416">μέσσῳ δʼ ἀμφοτέρων μητίσομαι ἔχθεα λυγρὰ</l><l n="417">Τρώων καὶ Δαναῶν, σὺ δέ κεν κακὸν οἶτον ὄληαι.</l></q><l n="418"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, ἔδεισεν δʼ Ἑλένη Διὸς ἐκγεγαυῖα,</l><l n="419">βῆ δὲ κατασχομένη ἑανῷ ἀργῆτι φαεινῷ</l><l n="420">σιγῇ, πάσας δὲ Τρῳὰς λάθεν· ἦρχε δὲ δαίμων.</l><milestone ed="p" n="421" unit="card"/><l n="421"><milestone ed="P" unit="para"/>αἳ δʼ ὅτʼ Ἀλεξάνδροιο δόμον περικαλλέʼ ἵκοντο,</l><l n="422">ἀμφίπολοι μὲν ἔπειτα θοῶς ἐπὶ ἔργα τράποντο,</l><l n="423">ἣ δʼ εἰς ὑψόροφον θάλαμον κίε δῖα γυναικῶν.</l><l n="424">τῇ δʼ ἄρα δίφρον ἑλοῦσα φιλομειδὴς Ἀφροδίτη</l><l n="425">ἀντίʼ Ἀλεξάνδροιο θεὰ κατέθηκε φέρουσα·</l><l n="426">ἔνθα κάθιζʼ Ἑλένη κούρη Διὸς αἰγιόχοιο</l><l n="427">ὄσσε πάλιν κλίνασα, πόσιν δʼ ἠνίπαπε μύθῳ·</l><q><l n="428">ἤλυθες ἐκ πολέμου· ὡς ὤφελες αὐτόθʼ ὀλέσθαι</l><l n="429">ἀνδρὶ δαμεὶς κρατερῷ, ὃς ἐμὸς πρότερος πόσις ἦεν.</l><l n="430">ἦ μὲν δὴ πρίν γʼ εὔχεʼ ἀρηϊφίλου Μενελάου</l><l n="431">σῇ τε βίῃ καὶ χερσὶ καὶ ἔγχεϊ φέρτερος εἶναι·</l><l n="432">ἀλλʼ ἴθι νῦν προκάλεσσαι ἀρηΐφιλον Μενέλαον</l><l n="433">ἐξαῦτις μαχέσασθαι ἐναντίον· ἀλλά σʼ ἔγωγε</l><l n="434">παύεσθαι κέλομαι, μηδὲ ξανθῷ Μενελάῳ</l><l n="435">ἀντίβιον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι</l><l n="436">ἀφραδέως, μή πως τάχʼ ὑπʼ αὐτοῦ δουρὶ δαμήῃς.</l></q><l n="437"><milestone ed="P" unit="para"/>τὴν δὲ Πάρις μύθοισιν ἀμειβόμενος προσέειπε·</l><q><l n="438">μή με γύναι χαλεποῖσιν ὀνείδεσι θυμὸν ἔνιπτε·</l><l n="439">νῦν μὲν γὰρ Μενέλαος ἐνίκησεν σὺν Ἀθήνῃ,</l><l n="440">κεῖνον δʼ αὖτις ἐγώ· πάρα γὰρ θεοί εἰσι καὶ ἡμῖν.</l><l n="441">ἀλλʼ ἄγε δὴ φιλότητι τραπείομεν εὐνηθέντε·</l><l n="442">οὐ γάρ πώ ποτέ μʼ ὧδέ γʼ ἔρως φρένας ἀμφεκάλυψεν,</l><l n="443">οὐδʼ ὅτε σε πρῶτον Λακεδαίμονος ἐξ ἐρατεινῆς</l><l n="444">ἔπλεον ἁρπάξας ἐν ποντοπόροισι νέεσσι,</l><l n="445">νήσῳ δʼ ἐν Κραναῇ ἐμίγην φιλότητι καὶ εὐνῇ,</l><l n="446">ὥς σεο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ.</l></q><l n="447"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ ἄρχε λέχος δὲ κιών· ἅμα δʼ εἵπετʼ ἄκοιτις.</l><l n="448"><milestone ed="P" unit="para"/>τὼ μὲν ἄρʼ ἐν τρητοῖσι κατεύνασθεν λεχέεσσιν,</l><l n="449">Ἀτρεΐδης δʼ ἀνʼ ὅμιλον ἐφοίτα θηρὶ ἐοικὼς</l><l n="450">εἴ που ἐσαθρήσειεν Ἀλέξανδρον θεοειδέα.</l><l n="451">ἀλλʼ οὔ τις δύνατο Τρώων κλειτῶν τʼ ἐπικούρων</l><l n="452">δεῖξαι Ἀλέξανδρον τότʼ ἀρηϊφίλῳ Μενελάῳ·</l><l n="453">οὐ μὲν γὰρ φιλότητί γʼ ἐκεύθανον εἴ τις ἴδοιτο·</l><l n="454">ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ.</l><l n="455">τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·</l><q><l n="456">κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι·</l><l n="457">νίκη μὲν δὴ φαίνετʼ ἀρηϊφίλου Μενελάου,</l><l n="458">ὑμεῖς δʼ Ἀργείην Ἑλένην καὶ κτήμαθʼ ἅμʼ αὐτῇ</l><l n="459">ἔκδοτε, καὶ τιμὴν ἀποτινέμεν ἥν τινʼ ἔοικεν,</l><l n="460">ἥ τε καὶ ἐσσομένοισι μετʼ ἀνθρώποισι πέληται.</l></q><l n="461"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ Ἀτρεΐδης, ἐπὶ δʼ ᾔνεον ἄλλοι Ἀχαιοί.</l></div><div type="textpart" subtype="Book" n="4"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>οἳ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο</l><l n="2">χρυσέῳ ἐν δαπέδῳ, μετὰ δέ σφισι πότνια Ἥβη</l><l n="3">νέκταρ ἐοινοχόει· τοὶ δὲ χρυσέοις δεπάεσσι</l><l n="4">δειδέχατʼ ἀλλήλους, Τρώων πόλιν εἰσορόωντες·</l><l n="5">αὐτίκʼ ἐπειρᾶτο Κρονίδης ἐρεθιζέμεν Ἥρην</l><l n="6">κερτομίοις ἐπέεσσι παραβλήδην ἀγορεύων·</l><q><l n="7">δοιαὶ μὲν Μενελάῳ ἀρηγόνες εἰσὶ θεάων</l><l n="8">Ἥρη τʼ Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη.</l><l n="9">ἀλλʼ ἤτοι ταὶ νόσφι καθήμεναι εἰσορόωσαι</l><l n="10">τέρπεσθον· τῷ δʼ αὖτε φιλομειδὴς Ἀφροδίτη</l><l n="11">αἰεὶ παρμέμβλωκε καὶ αὐτοῦ κῆρας ἀμύνει·</l><l n="12">καὶ νῦν ἐξεσάωσεν ὀϊόμενον θανέεσθαι.</l><l n="13">ἀλλʼ ἤτοι νίκη μὲν ἀρηϊφίλου Μενελάου·</l><l n="14">ἡμεῖς δὲ φραζώμεθʼ ὅπως ἔσται τάδε ἔργα,</l><l n="15">ἤ ῥʼ αὖτις πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν</l><l n="16">ὄρσομεν, ἦ φιλότητα μετʼ ἀμφοτέροισι βάλωμεν.</l><l n="17">εἰ δʼ αὖ πως τόδε πᾶσι φίλον καὶ ἡδὺ γένοιτο,</l><l n="18">ἤτοι μὲν οἰκέοιτο πόλις Πριάμοιο ἄνακτος,</l><l n="19">αὖτις δʼ Ἀργείην Ἑλένην Μενέλαος ἄγοιτο.</l></q><l n="20"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, αἳ δʼ ἐπέμυξαν Ἀθηναίη τε καὶ Ἥρη·</l><l n="21">πλησίαι αἵ γʼ ἥσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην.</l><l n="22">ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐδέ τι εἶπε</l><l n="23">σκυζομένη Διὶ πατρί, χόλος δέ μιν ἄγριος ᾕρει·</l><l n="24">Ἥρῃ δʼ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα·</l><q><l n="25">αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες·</l><l n="26">πῶς ἐθέλεις ἅλιον θεῖναι πόνον ἠδʼ ἀτέλεστον,</l><l n="27">ἱδρῶ θʼ ὃν ἵδρωσα μόγῳ, καμέτην δέ μοι ἵπποι</l><l n="28">λαὸν ἀγειρούσῃ, Πριάμῳ κακὰ τοῖό τε παισίν.</l><l n="29">ἕρδʼ· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.</l></q><l n="30"><milestone ed="P" unit="para"/>τὴν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·</l><q><l n="31">δαιμονίη τί νύ σε Πρίαμος Πριάμοιό τε παῖδες</l><l n="32">τόσσα κακὰ ῥέζουσιν, ὅ τʼ ἀσπερχὲς μενεαίνεις</l><l n="33">Ἰλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον;</l><l n="34">εἰ δὲ σύ γʼ εἰσελθοῦσα πύλας καὶ τείχεα μακρὰ</l><l n="35">ὠμὸν βεβρώθοις Πρίαμον Πριάμοιό τε παῖδας</l><l n="36">ἄλλους τε Τρῶας, τότε κεν χόλον ἐξακέσαιο.</l><l n="37">ἕρξον ὅπως ἐθέλεις· μὴ τοῦτό γε νεῖκος ὀπίσσω</l><l n="38">σοὶ καὶ ἐμοὶ μέγʼ ἔρισμα μετʼ ἀμφοτέροισι γένηται.</l><l n="39">ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·</l><l n="40">ὁππότε κεν καὶ ἐγὼ μεμαὼς πόλιν ἐξαλαπάξαι</l><l n="41">τὴν ἐθέλω ὅθι τοι φίλοι ἀνέρες ἐγγεγάασι,</l><l n="42">μή τι διατρίβειν τὸν ἐμὸν χόλον, ἀλλά μʼ ἐᾶσαι·</l><l n="43">καὶ γὰρ ἐγὼ σοὶ δῶκα ἑκὼν ἀέκοντί γε θυμῷ·</l><l n="44">αἳ γὰρ ὑπʼ ἠελίῳ τε καὶ οὐρανῷ ἀστερόεντι</l><l n="45">ναιετάουσι πόληες ἐπιχθονίων ἀνθρώπων,</l><l n="46">τάων μοι περὶ κῆρι τιέσκετο Ἴλιος ἱρὴ</l><l n="47">καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο.</l><l n="48">οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης</l><l n="49">λοιβῆς τε κνίσης τε· τὸ γὰρ λάχομεν γέρας ἡμεῖς.</l><milestone ed="p" n="50" unit="card"/></q><l n="50"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη·</l><q><l n="51">ἤτοι ἐμοὶ τρεῖς μὲν πολὺ φίλταταί εἰσι πόληες</l><l n="52">Ἄργός τε Σπάρτη τε καὶ εὐρυάγυια Μυκήνη·</l><l n="53">τὰς διαπέρσαι ὅτʼ ἄν τοι ἀπέχθωνται περὶ κῆρι·</l><l n="54">τάων οὔ τοι ἐγὼ πρόσθʼ ἵσταμαι οὐδὲ μεγαίρω.</l><l n="55">εἴ περ γὰρ φθονέω τε καὶ οὐκ εἰῶ διαπέρσαι,</l><l n="56">οὐκ ἀνύω φθονέουσʼ ἐπεὶ ἦ πολὺ φέρτερός ἐσσι.</l><l n="57">ἀλλὰ χρὴ καὶ ἐμὸν θέμεναι πόνον οὐκ ἀτέλεστον·</l><l n="58">καὶ γὰρ ἐγὼ θεός εἰμι, γένος δέ μοι ἔνθεν ὅθεν σοί,</l><l n="59">καί με πρεσβυτάτην τέκετο Κρόνος ἀγκυλομήτης,</l><l n="60">ἀμφότερον γενεῇ τε καὶ οὕνεκα σὴ παράκοιτις</l><l n="61">κέκλημαι, σὺ δὲ πᾶσι μετʼ ἀθανάτοισιν ἀνάσσεις.</l><l n="62">ἀλλʼ ἤτοι μὲν ταῦθʼ ὑποείξομεν ἀλλήλοισι,</l><l n="63">σοὶ μὲν ἐγώ, σὺ δʼ ἐμοί· ἐπὶ δʼ ἕψονται θεοὶ ἄλλοι</l><l n="64">ἀθάνατοι· σὺ δὲ θᾶσσον Ἀθηναίῃ ἐπιτεῖλαι</l><l n="65">ἐλθεῖν ἐς Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνήν,</l><l n="66">πειρᾶν δʼ ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς</l><l n="67">ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι.</l></q><l n="68"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶν τε·</l><l n="69">αὐτίκʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="70">αἶψα μάλʼ ἐς στρατὸν ἐλθὲ μετὰ Τρῶας καὶ Ἀχαιούς,</l><l n="71">πειρᾶν δʼ ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς</l><l n="72">ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι.</l></q><l n="73"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην,</l><l n="74">βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα.</l><l n="75">οἷον δʼ ἀστέρα ἧκε Κρόνου πάϊς ἀγκυλομήτεω</l><l n="76">ἢ ναύτῃσι τέρας ἠὲ στρατῷ εὐρέϊ λαῶν</l><l n="77">λαμπρόν· τοῦ δέ τε πολλοὶ ἀπὸ σπινθῆρες ἵενται·</l><l n="78">τῷ ἐϊκυῖʼ ἤϊξεν ἐπὶ χθόνα Παλλὰς Ἀθήνη,</l><l n="79">κὰδ δʼ ἔθορʼ ἐς μέσσον· θάμβος δʼ ἔχεν εἰσορόωντας</l><l n="80">Τρῶάς θʼ ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς·</l><l n="81">ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·</l><q><l n="82">ἦ ῥʼ αὖτις πόλεμός τε κακὸς καὶ φύλοπις αἰνὴ</l><l n="83">ἔσσεται, ἢ φιλότητα μετʼ ἀμφοτέροισι τίθησι</l><l n="84">Ζεύς, ὅς τʼ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται.</l><milestone ed="p" n="85" unit="card"/></q><l n="85"><milestone ed="P" unit="para"/>ὣς ἄρα τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε.</l><l n="86">ἣ δʼ ἀνδρὶ ἰκέλη Τρώων κατεδύσεθʼ ὅμιλον</l><l n="87">Λαοδόκῳ Ἀντηνορίδῃ κρατερῷ αἰχμητῇ,</l><l n="88">Πάνδαρον ἀντίθεον διζημένη εἴ που ἐφεύροι.</l><l n="89">εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε</l><l n="90">ἑσταότʼ· ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων</l><l n="91">λαῶν, οἵ οἱ ἕποντο ἀπʼ Αἰσήποιο ῥοάων·</l><l n="92">ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·</l></div></div></body></text></TEI>