ἦ τʼ ἐφάμην τίσασθαι Ἀλέξανδρον κακότητος· νῦν δέ μοι ἐν χείρεσσιν ἄγη ξίφος, ἐκ δέ μοι ἔγχος ἠΐχθη παλάμηφιν ἐτώσιον, οὐδʼ ἔβαλόν μιν. ἦ καὶ ἐπαΐξας κόρυθος λάβεν ἱπποδασείης, ἕλκε δʼ ἐπιστρέψας μετʼ ἐϋκνήμιδας Ἀχαιούς· ἄγχε δέ μιν πολύκεστος ἱμὰς ἁπαλὴν ὑπὸ δειρήν, ὅς οἱ ὑπʼ ἀνθερεῶνος ὀχεὺς τέτατο τρυφαλείης. καί νύ κεν εἴρυσσέν τε καὶ ἄσπετον ἤρατο κῦδος, εἰ μὴ ἄρʼ ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη, ἥ οἱ ῥῆξεν ἱμάντα βοὸς ἶφι κταμένοιο· κεινὴ δὲ τρυφάλεια ἅμʼ ἕσπετο χειρὶ παχείῃ. τὴν μὲν ἔπειθʼ ἥρως μετʼ ἐϋκνήμιδας Ἀχαιοὺς ῥῖψʼ ἐπιδινήσας, κόμισαν δʼ ἐρίηρες ἑταῖροι· αὐτὰρ ὃ ἂψ ἐπόρουσε κατακτάμεναι μενεαίνων ἔγχεϊ χαλκείῳ· τὸν δʼ ἐξήρπαξʼ Ἀφροδίτη ῥεῖα μάλʼ ὥς τε θεός, ἐκάλυψε δʼ ἄρʼ ἠέρι πολλῇ, κὰδ δʼ εἷσʼ ἐν θαλάμῳ εὐώδεϊ κηώεντι. αὐτὴ δʼ αὖ Ἑλένην καλέουσʼ ἴε· τὴν δὲ κίχανε πύργῳ ἐφʼ ὑψηλῷ, περὶ δὲ Τρῳαὶ ἅλις ἦσαν· χειρὶ δὲ νεκταρέου ἑανοῦ ἐτίναξε λαβοῦσα, γρηῒ δέ μιν ἐϊκυῖα παλαιγενέϊ προσέειπεν εἰροκόμῳ, ἥ οἱ Λακεδαίμονι ναιετοώσῃ ἤσκειν εἴρια καλά, μάλιστα δέ μιν φιλέεσκε· τῇ μιν ἐεισαμένη προσεφώνεε δῖʼ Ἀφροδίτη· δεῦρʼ ἴθʼ· Ἀλέξανδρός σε καλεῖ οἶκον δὲ νέεσθαι. κεῖνος ὅ γʼ ἐν θαλάμῳ καὶ δινωτοῖσι λέχεσσι κάλλεΐ τε στίλβων καὶ εἵμασιν· οὐδέ κε φαίης ἀνδρὶ μαχεσσάμενον τόν γʼ ἐλθεῖν, ἀλλὰ χορὸν δὲ ἔρχεσθʼ, ἠὲ χοροῖο νέον λήγοντα καθίζειν. ὣς φάτο, τῇ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε· καί ῥʼ ὡς οὖν ἐνόησε θεᾶς περικαλλέα δειρὴν στήθεά θʼ ἱμερόεντα καὶ ὄμματα μαρμαίροντα, θάμβησέν τʼ ἄρʼ ἔπειτα ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· δαιμονίη, τί με ταῦτα λιλαίεαι ἠπεροπεύειν; ἦ πῄ με προτέρω πολίων εὖ ναιομενάων ἄξεις, ἢ Φρυγίης ἢ Μῃονίης ἐρατεινῆς, εἴ τίς τοι καὶ κεῖθι φίλος μερόπων ἀνθρώπων· οὕνεκα δὴ νῦν δῖον Ἀλέξανδρον Μενέλαος νικήσας ἐθέλει στυγερὴν ἐμὲ οἴκαδʼ ἄγεσθαι, τοὔνεκα δὴ νῦν δεῦρο δολοφρονέουσα παρέστης; ἧσο παρʼ αὐτὸν ἰοῦσα, θεῶν δʼ ἀπόεικε κελεύθου, μηδʼ ἔτι σοῖσι πόδεσσιν ὑποστρέψειας Ὄλυμπον, ἀλλʼ αἰεὶ περὶ κεῖνον ὀΐζυε καί ἑ φύλασσε, εἰς ὅ κέ σʼ ἢ ἄλοχον ποιήσεται ἢ ὅ γε δούλην. κεῖσε δʼ ἐγὼν οὐκ εἶμι· νεμεσσητὸν δέ κεν εἴη· κείνου πορσανέουσα λέχος· Τρῳαὶ δέ μʼ ὀπίσσω πᾶσαι μωμήσονται· ἔχω δʼ ἄχεʼ ἄκριτα θυμῷ. τὴν δὲ χολωσαμένη προσεφώνεε δῖʼ Ἀφροδίτη· μή μʼ ἔρεθε σχετλίη, μὴ χωσαμένη σε μεθείω, τὼς δέ σʼ ἀπεχθήρω ὡς νῦν ἔκπαγλʼ ἐφίλησα, μέσσῳ δʼ ἀμφοτέρων μητίσομαι ἔχθεα λυγρὰ Τρώων καὶ Δαναῶν, σὺ δέ κεν κακὸν οἶτον ὄληαι. ὣς ἔφατʼ, ἔδεισεν δʼ Ἑλένη Διὸς ἐκγεγαυῖα, βῆ δὲ κατασχομένη ἑανῷ ἀργῆτι φαεινῷ σιγῇ, πάσας δὲ Τρῳὰς λάθεν· ἦρχε δὲ δαίμων. αἳ δʼ ὅτʼ Ἀλεξάνδροιο δόμον περικαλλέʼ ἵκοντο, ἀμφίπολοι μὲν ἔπειτα θοῶς ἐπὶ ἔργα τράποντο, ἣ δʼ εἰς ὑψόροφον θάλαμον κίε δῖα γυναικῶν. τῇ δʼ ἄρα δίφρον ἑλοῦσα φιλομειδὴς Ἀφροδίτη ἀντίʼ Ἀλεξάνδροιο θεὰ κατέθηκε φέρουσα· ἔνθα κάθιζʼ Ἑλένη κούρη Διὸς αἰγιόχοιο ὄσσε πάλιν κλίνασα, πόσιν δʼ ἠνίπαπε μύθῳ· ἤλυθες ἐκ πολέμου· ὡς ὤφελες αὐτόθʼ ὀλέσθαι ἀνδρὶ δαμεὶς κρατερῷ, ὃς ἐμὸς πρότερος πόσις ἦεν. ἦ μὲν δὴ πρίν γʼ εὔχεʼ ἀρηϊφίλου Μενελάου σῇ τε βίῃ καὶ χερσὶ καὶ ἔγχεϊ φέρτερος εἶναι· ἀλλʼ ἴθι νῦν προκάλεσσαι ἀρηΐφιλον Μενέλαον ἐξαῦτις μαχέσασθαι ἐναντίον· ἀλλά σʼ ἔγωγε παύεσθαι κέλομαι, μηδὲ ξανθῷ Μενελάῳ ἀντίβιον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι ἀφραδέως, μή πως τάχʼ ὑπʼ αὐτοῦ δουρὶ δαμήῃς. τὴν δὲ Πάρις μύθοισιν ἀμειβόμενος προσέειπε· μή με γύναι χαλεποῖσιν ὀνείδεσι θυμὸν ἔνιπτε· νῦν μὲν γὰρ Μενέλαος ἐνίκησεν σὺν Ἀθήνῃ, κεῖνον δʼ αὖτις ἐγώ· πάρα γὰρ θεοί εἰσι καὶ ἡμῖν. ἀλλʼ ἄγε δὴ φιλότητι τραπείομεν εὐνηθέντε· οὐ γάρ πώ ποτέ μʼ ὧδέ γʼ ἔρως φρένας ἀμφεκάλυψεν, οὐδʼ ὅτε σε πρῶτον Λακεδαίμονος ἐξ ἐρατεινῆς ἔπλεον ἁρπάξας ἐν ποντοπόροισι νέεσσι, νήσῳ δʼ ἐν Κραναῇ ἐμίγην φιλότητι καὶ εὐνῇ, ὥς σεο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ. ἦ ῥα, καὶ ἄρχε λέχος δὲ κιών· ἅμα δʼ εἵπετʼ ἄκοιτις. τὼ μὲν ἄρʼ ἐν τρητοῖσι κατεύνασθεν λεχέεσσιν, Ἀτρεΐδης δʼ ἀνʼ ὅμιλον ἐφοίτα θηρὶ ἐοικὼς εἴ που ἐσαθρήσειεν Ἀλέξανδρον θεοειδέα. ἀλλʼ οὔ τις δύνατο Τρώων κλειτῶν τʼ ἐπικούρων δεῖξαι Ἀλέξανδρον τότʼ ἀρηϊφίλῳ Μενελάῳ· οὐ μὲν γὰρ φιλότητί γʼ ἐκεύθανον εἴ τις ἴδοιτο· ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ. τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι· νίκη μὲν δὴ φαίνετʼ ἀρηϊφίλου Μενελάου, ὑμεῖς δʼ Ἀργείην Ἑλένην καὶ κτήμαθʼ ἅμʼ αὐτῇ ἔκδοτε, καὶ τιμὴν ἀποτινέμεν ἥν τινʼ ἔοικεν, ἥ τε καὶ ἐσσομένοισι μετʼ ἀνθρώποισι πέληται. ὣς ἔφατʼ Ἀτρεΐδης, ἐπὶ δʼ ᾔνεον ἄλλοι Ἀχαιοί. οἳ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο χρυσέῳ ἐν δαπέδῳ, μετὰ δέ σφισι πότνια Ἥβη νέκταρ ἐοινοχόει· τοὶ δὲ χρυσέοις δεπάεσσι δειδέχατʼ ἀλλήλους, Τρώων πόλιν εἰσορόωντες· αὐτίκʼ ἐπειρᾶτο Κρονίδης ἐρεθιζέμεν Ἥρην κερτομίοις ἐπέεσσι παραβλήδην ἀγορεύων· δοιαὶ μὲν Μενελάῳ ἀρηγόνες εἰσὶ θεάων Ἥρη τʼ Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη. ἀλλʼ ἤτοι ταὶ νόσφι καθήμεναι εἰσορόωσαι τέρπεσθον· τῷ δʼ αὖτε φιλομειδὴς Ἀφροδίτη αἰεὶ παρμέμβλωκε καὶ αὐτοῦ κῆρας ἀμύνει· καὶ νῦν ἐξεσάωσεν ὀϊόμενον θανέεσθαι. ἀλλʼ ἤτοι νίκη μὲν ἀρηϊφίλου Μενελάου· ἡμεῖς δὲ φραζώμεθʼ ὅπως ἔσται τάδε ἔργα, ἤ ῥʼ αὖτις πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν ὄρσομεν, ἦ φιλότητα μετʼ ἀμφοτέροισι βάλωμεν. εἰ δʼ αὖ πως τόδε πᾶσι φίλον καὶ ἡδὺ γένοιτο, ἤτοι μὲν οἰκέοιτο πόλις Πριάμοιο ἄνακτος, αὖτις δʼ Ἀργείην Ἑλένην Μενέλαος ἄγοιτο. ὣς ἔφαθʼ, αἳ δʼ ἐπέμυξαν Ἀθηναίη τε καὶ Ἥρη· πλησίαι αἵ γʼ ἥσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην. ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐδέ τι εἶπε σκυζομένη Διὶ πατρί, χόλος δέ μιν ἄγριος ᾕρει· Ἥρῃ δʼ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα· αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες· πῶς ἐθέλεις ἅλιον θεῖναι πόνον ἠδʼ ἀτέλεστον, ἱδρῶ θʼ ὃν ἵδρωσα μόγῳ, καμέτην δέ μοι ἵπποι λαὸν ἀγειρούσῃ, Πριάμῳ κακὰ τοῖό τε παισίν. ἕρδʼ· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι. τὴν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς· δαιμονίη τί νύ σε Πρίαμος Πριάμοιό τε παῖδες τόσσα κακὰ ῥέζουσιν, ὅ τʼ ἀσπερχὲς μενεαίνεις Ἰλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον; εἰ δὲ σύ γʼ εἰσελθοῦσα πύλας καὶ τείχεα μακρὰ ὠμὸν βεβρώθοις Πρίαμον Πριάμοιό τε παῖδας ἄλλους τε Τρῶας, τότε κεν χόλον ἐξακέσαιο. ἕρξον ὅπως ἐθέλεις· μὴ τοῦτό γε νεῖκος ὀπίσσω σοὶ καὶ ἐμοὶ μέγʼ ἔρισμα μετʼ ἀμφοτέροισι γένηται. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν· ὁππότε κεν καὶ ἐγὼ μεμαὼς πόλιν ἐξαλαπάξαι τὴν ἐθέλω ὅθι τοι φίλοι ἀνέρες ἐγγεγάασι, μή τι διατρίβειν τὸν ἐμὸν χόλον, ἀλλά μʼ ἐᾶσαι· καὶ γὰρ ἐγὼ σοὶ δῶκα ἑκὼν ἀέκοντί γε θυμῷ· αἳ γὰρ ὑπʼ ἠελίῳ τε καὶ οὐρανῷ ἀστερόεντι ναιετάουσι πόληες ἐπιχθονίων ἀνθρώπων, τάων μοι περὶ κῆρι τιέσκετο Ἴλιος ἱρὴ καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο. οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης λοιβῆς τε κνίσης τε· τὸ γὰρ λάχομεν γέρας ἡμεῖς. τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη· ἤτοι ἐμοὶ τρεῖς μὲν πολὺ φίλταταί εἰσι πόληες Ἄργός τε Σπάρτη τε καὶ εὐρυάγυια Μυκήνη· τὰς διαπέρσαι ὅτʼ ἄν τοι ἀπέχθωνται περὶ κῆρι· τάων οὔ τοι ἐγὼ πρόσθʼ ἵσταμαι οὐδὲ μεγαίρω. εἴ περ γὰρ φθονέω τε καὶ οὐκ εἰῶ διαπέρσαι, οὐκ ἀνύω φθονέουσʼ ἐπεὶ ἦ πολὺ φέρτερός ἐσσι. ἀλλὰ χρὴ καὶ ἐμὸν θέμεναι πόνον οὐκ ἀτέλεστον· καὶ γὰρ ἐγὼ θεός εἰμι, γένος δέ μοι ἔνθεν ὅθεν σοί, καί με πρεσβυτάτην τέκετο Κρόνος ἀγκυλομήτης, ἀμφότερον γενεῇ τε καὶ οὕνεκα σὴ παράκοιτις κέκλημαι, σὺ δὲ πᾶσι μετʼ ἀθανάτοισιν ἀνάσσεις. ἀλλʼ ἤτοι μὲν ταῦθʼ ὑποείξομεν ἀλλήλοισι, σοὶ μὲν ἐγώ, σὺ δʼ ἐμοί· ἐπὶ δʼ ἕψονται θεοὶ ἄλλοι ἀθάνατοι· σὺ δὲ θᾶσσον Ἀθηναίῃ ἐπιτεῖλαι ἐλθεῖν ἐς Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνήν, πειρᾶν δʼ ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶν τε· αὐτίκʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα· αἶψα μάλʼ ἐς στρατὸν ἐλθὲ μετὰ Τρῶας καὶ Ἀχαιούς, πειρᾶν δʼ ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι. ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην, βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα. οἷον δʼ ἀστέρα ἧκε Κρόνου πάϊς ἀγκυλομήτεω ἢ ναύτῃσι τέρας ἠὲ στρατῷ εὐρέϊ λαῶν λαμπρόν· τοῦ δέ τε πολλοὶ ἀπὸ σπινθῆρες ἵενται· τῷ ἐϊκυῖʼ ἤϊξεν ἐπὶ χθόνα Παλλὰς Ἀθήνη, κὰδ δʼ ἔθορʼ ἐς μέσσον· θάμβος δʼ ἔχεν εἰσορόωντας Τρῶάς θʼ ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς· ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον· ἦ ῥʼ αὖτις πόλεμός τε κακὸς καὶ φύλοπις αἰνὴ ἔσσεται, ἢ φιλότητα μετʼ ἀμφοτέροισι τίθησι Ζεύς, ὅς τʼ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται. ὣς ἄρα τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε. ἣ δʼ ἀνδρὶ ἰκέλη Τρώων κατεδύσεθʼ ὅμιλον Λαοδόκῳ Ἀντηνορίδῃ κρατερῷ αἰχμητῇ, Πάνδαρον ἀντίθεον διζημένη εἴ που ἐφεύροι. εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε ἑσταότʼ· ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων λαῶν, οἵ οἱ ἕποντο ἀπʼ Αἰσήποιο ῥοάων· ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·