<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="3"><l n="360">ἔγχος· ὃ δʼ ἐκλίνθη καὶ ἀλεύατο κῆρα μέλαιναν.</l><l n="361">Ἀτρεΐδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον</l><l n="362">πλῆξεν ἀνασχόμενος κόρυθος φάλον· ἀμφὶ δʼ ἄρʼ αὐτῷ</l><l n="363">τριχθά τε καὶ τετραχθὰ διατρυφὲν ἔκπεσε χειρός.</l><l n="364">Ἀτρεΐδης δʼ ᾤμωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·</l><q><l n="365">Ζεῦ πάτερ οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος·</l><l n="366">ἦ τʼ ἐφάμην τίσασθαι Ἀλέξανδρον κακότητος·</l><l n="367">νῦν δέ μοι ἐν χείρεσσιν ἄγη ξίφος, ἐκ δέ μοι ἔγχος</l><l n="368">ἠΐχθη παλάμηφιν ἐτώσιον, οὐδʼ ἔβαλόν μιν.</l></q><l n="369"><milestone ed="P" unit="para"/>ἦ καὶ ἐπαΐξας κόρυθος λάβεν ἱπποδασείης,</l><l n="370">ἕλκε δʼ ἐπιστρέψας μετʼ ἐϋκνήμιδας Ἀχαιούς·</l><l n="371">ἄγχε δέ μιν πολύκεστος ἱμὰς ἁπαλὴν ὑπὸ δειρήν,</l><l n="372">ὅς οἱ ὑπʼ ἀνθερεῶνος ὀχεὺς τέτατο τρυφαλείης.</l><l n="373">καί νύ κεν εἴρυσσέν τε καὶ ἄσπετον ἤρατο κῦδος,</l><l n="374">εἰ μὴ ἄρʼ ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη,</l><l n="375">ἥ οἱ ῥῆξεν ἱμάντα βοὸς ἶφι κταμένοιο·</l></div></div></body></text></TEI>