δεινὸν δερκόμενοι· θάμβος δʼ ἔχεν εἰσορόωντας Τρῶάς θʼ ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς. καί ῥʼ ἐγγὺς στήτην διαμετρητῷ ἐνὶ χώρῳ σείοντʼ ἐγχείας ἀλλήλοισιν κοτέοντε. πρόσθε δʼ Ἀλέξανδρος προΐει δολιχόσκιον ἔγχος, καὶ βάλεν Ἀτρεΐδαο κατʼ ἀσπίδα πάντοσε ἴσην, οὐδʼ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ ἀσπίδʼ ἐνὶ κρατερῇ· ὃ δὲ δεύτερον ὄρνυτο χαλκῷ Ἀτρεΐδης Μενέλαος ἐπευξάμενος Διὶ πατρί· Ζεῦ ἄνα δὸς τίσασθαι ὅ με πρότερος κάκʼ ἔοργε δῖον Ἀλέξανδρον, καὶ ἐμῇς ὑπὸ χερσὶ δάμασσον, ὄφρα τις ἐρρίγῃσι καὶ ὀψιγόνων ἀνθρώπων