<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="3"><l n="340"><milestone ed="P" unit="para"/>οἳ δʼ ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν,</l><l n="341">ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο</l><l n="342">δεινὸν δερκόμενοι· θάμβος δʼ ἔχεν εἰσορόωντας</l><l n="343">Τρῶάς θʼ ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς.</l><l n="344">καί ῥʼ ἐγγὺς στήτην διαμετρητῷ ἐνὶ χώρῳ</l><l n="345">σείοντʼ ἐγχείας ἀλλήλοισιν κοτέοντε.</l><l n="346">πρόσθε δʼ Ἀλέξανδρος προΐει δολιχόσκιον ἔγχος,</l><l n="347">καὶ βάλεν Ἀτρεΐδαο κατʼ ἀσπίδα πάντοσε ἴσην,</l><l n="348">οὐδʼ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ</l><l n="349">ἀσπίδʼ ἐνὶ κρατερῇ· ὃ δὲ δεύτερον ὄρνυτο χαλκῷ</l><l n="350">Ἀτρεΐδης Μενέλαος ἐπευξάμενος Διὶ πατρί·</l><q><l n="351">Ζεῦ ἄνα δὸς τίσασθαι ὅ με πρότερος κάκʼ ἔοργε</l><l n="352">δῖον Ἀλέξανδρον, καὶ ἐμῇς ὑπὸ χερσὶ δάμασσον,</l><l n="353">ὄφρα τις ἐρρίγῃσι καὶ ὀψιγόνων ἀνθρώπων</l><l n="354">ξεινοδόκον κακὰ ῥέξαι, ὅ κεν φιλότητα παράσχῃ.</l></q><l n="355"><milestone ed="P" unit="para"/>ἦ ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,</l><l n="356">καὶ βάλε Πριαμίδαο κατʼ ἀσπίδα πάντοσε ἴσην·</l><l n="357">διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,</l><l n="358">καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο·</l><l n="359">ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα</l><l n="360">ἔγχος· ὃ δʼ ἐκλίνθη καὶ ἀλεύατο κῆρα μέλαιναν.</l><l n="361">Ἀτρεΐδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον</l><l n="362">πλῆξεν ἀνασχόμενος κόρυθος φάλον· ἀμφὶ δʼ ἄρʼ αὐτῷ</l><l n="363">τριχθά τε καὶ τετραχθὰ διατρυφὲν ἔκπεσε χειρός.</l><l n="364">Ἀτρεΐδης δʼ ᾤμωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·</l><q><l n="365">Ζεῦ πάτερ οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος·</l><l n="366">ἦ τʼ ἐφάμην τίσασθαι Ἀλέξανδρον κακότητος·</l><l n="367">νῦν δέ μοι ἐν χείρεσσιν ἄγη ξίφος, ἐκ δέ μοι ἔγχος</l><l n="368">ἠΐχθη παλάμηφιν ἐτώσιον, οὐδʼ ἔβαλόν μιν.</l></q><l n="369"><milestone ed="P" unit="para"/>ἦ καὶ ἐπαΐξας κόρυθος λάβεν ἱπποδασείης,</l><l n="370">ἕλκε δʼ ἐπιστρέψας μετʼ ἐϋκνήμιδας Ἀχαιούς·</l><l n="371">ἄγχε δέ μιν πολύκεστος ἱμὰς ἁπαλὴν ὑπὸ δειρήν,</l><l n="372">ὅς οἱ ὑπʼ ἀνθερεῶνος ὀχεὺς τέτατο τρυφαλείης.</l><l n="373">καί νύ κεν εἴρυσσέν τε καὶ ἄσπετον ἤρατο κῦδος,</l><l n="374">εἰ μὴ ἄρʼ ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη,</l></div></div></body></text></TEI>