<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="3"><l n="333">οἷο κασιγνήτοιο Λυκάονος· ἥρμοσε δʼ αὐτῷ.</l><l n="334">ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον</l><l n="335">χάλκεον, αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε·</l><l n="336">κρατὶ δʼ ἐπʼ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν</l><l n="337">ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν·</l><l n="338">εἵλετο δʼ ἄλκιμον ἔγχος, ὅ οἱ παλάμηφιν ἀρήρει.</l><l n="339">ὣς δʼ αὔτως Μενέλαος ἀρήϊος ἔντεʼ ἔδυνεν.</l><milestone ed="p" n="340" unit="card"/><l n="340"><milestone ed="P" unit="para"/>οἳ δʼ ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν,</l><l n="341">ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο</l><l n="342">δεινὸν δερκόμενοι· θάμβος δʼ ἔχεν εἰσορόωντας</l><l n="343">Τρῶάς θʼ ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς.</l><l n="344">καί ῥʼ ἐγγὺς στήτην διαμετρητῷ ἐνὶ χώρῳ</l><l n="345">σείοντʼ ἐγχείας ἀλλήλοισιν κοτέοντε.</l><l n="346">πρόσθε δʼ Ἀλέξανδρος προΐει δολιχόσκιον ἔγχος,</l><l n="347">καὶ βάλεν Ἀτρεΐδαο κατʼ ἀσπίδα πάντοσε ἴσην,</l><l n="348">οὐδʼ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ</l><l n="349">ἀσπίδʼ ἐνὶ κρατερῇ· ὃ δὲ δεύτερον ὄρνυτο χαλκῷ</l><l n="350">Ἀτρεΐδης Μενέλαος ἐπευξάμενος Διὶ πατρί·</l><q><l n="351">Ζεῦ ἄνα δὸς τίσασθαι ὅ με πρότερος κάκʼ ἔοργε</l><l n="352">δῖον Ἀλέξανδρον, καὶ ἐμῇς ὑπὸ χερσὶ δάμασσον,</l><l n="353">ὄφρα τις ἐρρίγῃσι καὶ ὀψιγόνων ἀνθρώπων</l><l n="354">ξεινοδόκον κακὰ ῥέξαι, ὅ κεν φιλότητα παράσχῃ.</l></q><l n="355"><milestone ed="P" unit="para"/>ἦ ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,</l><l n="356">καὶ βάλε Πριαμίδαο κατʼ ἀσπίδα πάντοσε ἴσην·</l><l n="357">διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,</l></div></div></body></text></TEI>