οἷο κασιγνήτοιο Λυκάονος· ἥρμοσε δʼ αὐτῷ. ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον χάλκεον, αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε· κρατὶ δʼ ἐπʼ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν· εἵλετο δʼ ἄλκιμον ἔγχος, ὅ οἱ παλάμηφιν ἀρήρει. ὣς δʼ αὔτως Μενέλαος ἀρήϊος ἔντεʼ ἔδυνεν. οἳ δʼ ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν, ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο δεινὸν δερκόμενοι· θάμβος δʼ ἔχεν εἰσορόωντας Τρῶάς θʼ ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς. καί ῥʼ ἐγγὺς στήτην διαμετρητῷ ἐνὶ χώρῳ σείοντʼ ἐγχείας ἀλλήλοισιν κοτέοντε. πρόσθε δʼ Ἀλέξανδρος προΐει δολιχόσκιον ἔγχος, καὶ βάλεν Ἀτρεΐδαο κατʼ ἀσπίδα πάντοσε ἴσην, οὐδʼ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ ἀσπίδʼ ἐνὶ κρατερῇ· ὃ δὲ δεύτερον ὄρνυτο χαλκῷ Ἀτρεΐδης Μενέλαος ἐπευξάμενος Διὶ πατρί· Ζεῦ ἄνα δὸς τίσασθαι ὅ με πρότερος κάκʼ ἔοργε δῖον Ἀλέξανδρον, καὶ ἐμῇς ὑπὸ χερσὶ δάμασσον, ὄφρα τις ἐρρίγῃσι καὶ ὀψιγόνων ἀνθρώπων ξεινοδόκον κακὰ ῥέξαι, ὅ κεν φιλότητα παράσχῃ. ἦ ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος, καὶ βάλε Πριαμίδαο κατʼ ἀσπίδα πάντοσε ἴσην· διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,