οἳ μὲν ἔπειθʼ ἵζοντο κατὰ στίχας, ἧχι ἑκάστῳ ἵπποι ἀερσίποδες καὶ ποικίλα τεύχεʼ ἔκειτο· αὐτὰρ ὅ γʼ ἀμφʼ ὤμοισιν ἐδύσετο τεύχεα καλὰ δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο.