Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε ὁππότερος τάδε ἔργα μετʼ ἀμφοτέροισιν ἔθηκε, τὸν δὸς ἀποφθίμενον δῦναι δόμον Ἄϊδος εἴσω, ἡμῖν δʼ αὖ φιλότητα καὶ ὅρκια πιστὰ γενέσθαι. ὣς ἄρʼ ἔφαν, πάλλεν δὲ μέγας κορυθαίολος Ἕκτωρ ἂψ ὁρόων· Πάριος δὲ θοῶς ἐκ κλῆρος ὄρουσεν. οἳ μὲν ἔπειθʼ ἵζοντο κατὰ στίχας, ἧχι ἑκάστῳ ἵπποι ἀερσίποδες καὶ ποικίλα τεύχεʼ ἔκειτο· αὐτὰρ ὅ γʼ ἀμφʼ ὤμοισιν ἐδύσετο τεύχεα καλὰ δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο. κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε καλάς, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας· δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεν οἷο κασιγνήτοιο Λυκάονος· ἥρμοσε δʼ αὐτῷ. ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον χάλκεον, αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε· κρατὶ δʼ ἐπʼ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν· εἵλετο δʼ ἄλκιμον ἔγχος, ὅ οἱ παλάμηφιν ἀρήρει. ὣς δʼ αὔτως Μενέλαος ἀρήϊος ἔντεʼ ἔδυνεν. οἳ δʼ ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν, ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο δεινὸν δερκόμενοι· θάμβος δʼ ἔχεν εἰσορόωντας Τρῶάς θʼ ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς. καί ῥʼ ἐγγὺς στήτην διαμετρητῷ ἐνὶ χώρῳ σείοντʼ ἐγχείας ἀλλήλοισιν κοτέοντε. πρόσθε δʼ Ἀλέξανδρος προΐει δολιχόσκιον ἔγχος, καὶ βάλεν Ἀτρεΐδαο κατʼ ἀσπίδα πάντοσε ἴσην, οὐδʼ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ ἀσπίδʼ ἐνὶ κρατερῇ· ὃ δὲ δεύτερον ὄρνυτο χαλκῷ Ἀτρεΐδης Μενέλαος ἐπευξάμενος Διὶ πατρί· Ζεῦ ἄνα δὸς τίσασθαι ὅ με πρότερος κάκʼ ἔοργε δῖον Ἀλέξανδρον, καὶ ἐμῇς ὑπὸ χερσὶ δάμασσον, ὄφρα τις ἐρρίγῃσι καὶ ὀψιγόνων ἀνθρώπων