<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="3"><l n="310"><milestone ed="P" unit="para"/>ἦ ῥα καὶ ἐς δίφρον ἄρνας θέτο ἰσόθεος φώς,</l><l n="311">ἂν δʼ ἄρʼ ἔβαινʼ αὐτός, κατὰ δʼ ἡνία τεῖνεν ὀπίσσω·</l><l n="312">πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσετο δίφρον.</l><l n="313">τὼ μὲν ἄρʼ ἄψορροι προτὶ Ἴλιον ἀπονέοντο·</l><l n="314">Ἕκτωρ δὲ Πριάμοιο πάϊς καὶ δῖος Ὀδυσσεὺς</l><l n="315">χῶρον μὲν πρῶτον διεμέτρεον, αὐτὰρ ἔπειτα</l><l n="316">κλήρους ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες,</l><l n="317">ὁππότερος δὴ πρόσθεν ἀφείη χάλκεον ἔγχος.</l><l n="318">λαοὶ δʼ ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον,</l><l n="319">ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε·</l><q><l n="320">Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε</l></q></div></div></body></text></TEI>