ἤτοι ἐγὼν εἶμι προτὶ Ἴλιον ἠνεμόεσσαν ἄψ, ἐπεὶ οὔ πω τλήσομʼ ἐν ὀφθαλμοῖσιν ὁρᾶσθαι μαρνάμενον φίλον υἱὸν ἀρηϊφίλῳ Μενελάῳ· Ζεὺς μέν που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι ὁπποτέρῳ θανάτοιο τέλος πεπρωμένον ἐστίν. ἦ ῥα καὶ ἐς δίφρον ἄρνας θέτο ἰσόθεος φώς, ἂν δʼ ἄρʼ ἔβαινʼ αὐτός, κατὰ δʼ ἡνία τεῖνεν ὀπίσσω· πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσετο δίφρον. τὼ μὲν ἄρʼ ἄψορροι προτὶ Ἴλιον ἀπονέοντο· Ἕκτωρ δὲ Πριάμοιο πάϊς καὶ δῖος Ὀδυσσεὺς χῶρον μὲν πρῶτον διεμέτρεον, αὐτὰρ ἔπειτα κλήρους ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες,