τὸν δʼ ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴς ἐν προμάχοισι φανέντα, κατεπλήγη φίλον ἦτορ, ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων. ὡς δʼ ὅτε τίς τε δράκοντα ἰδὼν παλίνορσος ἀπέστη οὔρεος ἐν βήσσῃς, ὑπό τε τρόμος ἔλλαβε γυῖα, ἂψ δʼ ἀνεχώρησεν, ὦχρός τέ μιν εἷλε παρειάς, ὣς αὖτις καθʼ ὅμιλον ἔδυ Τρώων ἀγερώχων δείσας Ἀτρέος υἱὸν Ἀλέξανδρος θεοειδής. τὸν δʼ Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσιν· Δύσπαρι εἶδος ἄριστε γυναιμανὲς ἠπεροπευτὰ αἴθʼ ὄφελες ἄγονός τʼ ἔμεναι ἄγαμός τʼ ἀπολέσθαι· καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον ἦεν ἢ οὕτω λώβην τʼ ἔμεναι καὶ ὑπόψιον ἄλλων. ἦ που καγχαλόωσι κάρη κομόωντες Ἀχαιοὶ φάντες ἀριστῆα πρόμον ἔμμεναι, οὕνεκα καλὸν εἶδος ἔπʼ, ἀλλʼ οὐκ ἔστι βίη φρεσὶν οὐδέ τις ἀλκή. ἦ τοιόσδε ἐὼν ἐν ποντοπόροισι νέεσσι πόντον ἐπιπλώσας, ἑτάρους ἐρίηρας ἀγείρας,