Ζεῦ κύδιστε μέγιστε καὶ ἀθάνατοι θεοὶ ἄλλοι ὁππότεροι πρότεροι ὑπὲρ ὅρκια πημήνειαν ὧδέ σφʼ ἐγκέφαλος χαμάδις ῥέοι ὡς ὅδε οἶνος αὐτῶν καὶ τεκέων, ἄλοχοι δʼ ἄλλοισι δαμεῖεν. ὣς ἔφαν, οὐδʼ ἄρα πώ σφιν ἐπεκραίαινε Κρονίων. τοῖσι δὲ Δαρδανίδης Πρίαμος μετὰ μῦθον ἔειπε· κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοί·