<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="3"><l n="294">θυμοῦ δευομένους· ἀπὸ γὰρ μένος εἵλετο χαλκός.</l><l n="295">οἶνον δʼ ἐκ κρητῆρος ἀφυσσόμενοι δεπάεσσιν</l><l n="296">ἔκχεον, ἠδʼ εὔχοντο θεοῖς αἰειγενέτῃσιν.</l><l n="297">ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε·</l><q><l n="298">Ζεῦ κύδιστε μέγιστε καὶ ἀθάνατοι θεοὶ ἄλλοι</l><l n="299">ὁππότεροι πρότεροι ὑπὲρ ὅρκια πημήνειαν</l><l n="300">ὧδέ σφʼ ἐγκέφαλος χαμάδις ῥέοι ὡς ὅδε οἶνος</l><l n="301">αὐτῶν καὶ τεκέων, ἄλοχοι δʼ ἄλλοισι δαμεῖεν.</l><milestone ed="p" n="302" unit="card"/></q><l n="302"><milestone ed="P" unit="para"/>ὣς ἔφαν, οὐδʼ ἄρα πώ σφιν ἐπεκραίαινε Κρονίων.</l><l n="303">τοῖσι δὲ Δαρδανίδης Πρίαμος μετὰ μῦθον ἔειπε·</l><q><l n="304">κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοί·</l><l n="305">ἤτοι ἐγὼν εἶμι προτὶ Ἴλιον ἠνεμόεσσαν</l></q></div></div></body></text></TEI>