<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="3"><q><l n="291">αὖθι μένων, ἧός κε τέλος πολέμοιο κιχείω.</l></q><l n="292"><milestone ed="P" unit="para"/>ἦ, καὶ ἀπὸ στομάχους ἀρνῶν τάμε νηλέϊ χαλκῷ·</l><l n="293">καὶ τοὺς μὲν κατέθηκεν ἐπὶ χθονὸς ἀσπαίροντας</l><l n="294">θυμοῦ δευομένους· ἀπὸ γὰρ μένος εἵλετο χαλκός.</l><l n="295">οἶνον δʼ ἐκ κρητῆρος ἀφυσσόμενοι δεπάεσσιν</l><l n="296">ἔκχεον, ἠδʼ εὔχοντο θεοῖς αἰειγενέτῃσιν.</l><l n="297">ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε·</l><q><l n="298">Ζεῦ κύδιστε μέγιστε καὶ ἀθάνατοι θεοὶ ἄλλοι</l><l n="299">ὁππότεροι πρότεροι ὑπὲρ ὅρκια πημήνειαν</l><l n="300">ὧδέ σφʼ ἐγκέφαλος χαμάδις ῥέοι ὡς ὅδε οἶνος</l><l n="301">αὐτῶν καὶ τεκέων, ἄλοχοι δʼ ἄλλοισι δαμεῖεν.</l><milestone ed="p" n="302" unit="card"/></q><l n="302"><milestone ed="P" unit="para"/>ὣς ἔφαν, οὐδʼ ἄρα πώ σφιν ἐπεκραίαινε Κρονίων.</l><l n="303">τοῖσι δὲ Δαρδανίδης Πρίαμος μετὰ μῦθον ἔειπε·</l><q><l n="304">κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοί·</l><l n="305">ἤτοι ἐγὼν εἶμι προτὶ Ἴλιον ἠνεμόεσσαν</l><l n="306">ἄψ, ἐπεὶ οὔ πω τλήσομʼ ἐν ὀφθαλμοῖσιν ὁρᾶσθαι</l><l n="307">μαρνάμενον φίλον υἱὸν ἀρηϊφίλῳ Μενελάῳ·</l><l n="308">Ζεὺς μέν που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι</l><l n="309">ὁπποτέρῳ θανάτοιο τέλος πεπρωμένον ἐστίν.</l></q><l n="310"><milestone ed="P" unit="para"/>ἦ ῥα καὶ ἐς δίφρον ἄρνας θέτο ἰσόθεος φώς,</l><l n="311">ἂν δʼ ἄρʼ ἔβαινʼ αὐτός, κατὰ δʼ ἡνία τεῖνεν ὀπίσσω·</l><l n="312">πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσετο δίφρον.</l><l n="313">τὼ μὲν ἄρʼ ἄψορροι προτὶ Ἴλιον ἀπονέοντο·</l><l n="314">Ἕκτωρ δὲ Πριάμοιο πάϊς καὶ δῖος Ὀδυσσεὺς</l><l n="315">χῶρον μὲν πρῶτον διεμέτρεον, αὐτὰρ ἔπειτα</l><l n="316">κλήρους ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες,</l><l n="317">ὁππότερος δὴ πρόσθεν ἀφείη χάλκεον ἔγχος.</l><l n="318">λαοὶ δʼ ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον,</l><l n="319">ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε·</l><q><l n="320">Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε</l><l n="321">ὁππότερος τάδε ἔργα μετʼ ἀμφοτέροισιν ἔθηκε,</l><l n="322">τὸν δὸς ἀποφθίμενον δῦναι δόμον Ἄϊδος εἴσω,</l><l n="323">ἡμῖν δʼ αὖ φιλότητα καὶ ὅρκια πιστὰ γενέσθαι.</l></q><l n="324"><milestone ed="P" unit="para"/>ὣς ἄρʼ ἔφαν, πάλλεν δὲ μέγας κορυθαίολος Ἕκτωρ</l><l n="325">ἂψ ὁρόων· Πάριος δὲ θοῶς ἐκ κλῆρος ὄρουσεν.</l><l n="326">οἳ μὲν ἔπειθʼ ἵζοντο κατὰ στίχας, ἧχι ἑκάστῳ</l><l n="327">ἵπποι ἀερσίποδες καὶ ποικίλα τεύχεʼ ἔκειτο·</l><l n="328">αὐτὰρ ὅ γʼ ἀμφʼ ὤμοισιν ἐδύσετο τεύχεα καλὰ</l><l n="329">δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο.</l><l n="330">κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε</l><l n="331">καλάς, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·</l><l n="332">δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεν</l><l n="333">οἷο κασιγνήτοιο Λυκάονος· ἥρμοσε δʼ αὐτῷ.</l><l n="334">ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον</l><l n="335">χάλκεον, αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε·</l><l n="336">κρατὶ δʼ ἐπʼ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν</l><l n="337">ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν·</l><l n="338">εἵλετο δʼ ἄλκιμον ἔγχος, ὅ οἱ παλάμηφιν ἀρήρει.</l><l n="339">ὣς δʼ αὔτως Μενέλαος ἀρήϊος ἔντεʼ ἔδυνεν.</l><milestone ed="p" n="340" unit="card"/><l n="340"><milestone ed="P" unit="para"/>οἳ δʼ ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν,</l><l n="341">ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο</l><l n="342">δεινὸν δερκόμενοι· θάμβος δʼ ἔχεν εἰσορόωντας</l><l n="343">Τρῶάς θʼ ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς.</l><l n="344">καί ῥʼ ἐγγὺς στήτην διαμετρητῷ ἐνὶ χώρῳ</l><l n="345">σείοντʼ ἐγχείας ἀλλήλοισιν κοτέοντε.</l><l n="346">πρόσθε δʼ Ἀλέξανδρος προΐει δολιχόσκιον ἔγχος,</l><l n="347">καὶ βάλεν Ἀτρεΐδαο κατʼ ἀσπίδα πάντοσε ἴσην,</l><l n="348">οὐδʼ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ</l><l n="349">ἀσπίδʼ ἐνὶ κρατερῇ· ὃ δὲ δεύτερον ὄρνυτο χαλκῷ</l><l n="350">Ἀτρεΐδης Μενέλαος ἐπευξάμενος Διὶ πατρί·</l><q><l n="351">Ζεῦ ἄνα δὸς τίσασθαι ὅ με πρότερος κάκʼ ἔοργε</l><l n="352">δῖον Ἀλέξανδρον, καὶ ἐμῇς ὑπὸ χερσὶ δάμασσον,</l><l n="353">ὄφρα τις ἐρρίγῃσι καὶ ὀψιγόνων ἀνθρώπων</l><l n="354">ξεινοδόκον κακὰ ῥέξαι, ὅ κεν φιλότητα παράσχῃ.</l></q><l n="355"><milestone ed="P" unit="para"/>ἦ ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,</l><l n="356">καὶ βάλε Πριαμίδαο κατʼ ἀσπίδα πάντοσε ἴσην·</l><l n="357">διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,</l><l n="358">καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο·</l><l n="359">ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα</l><l n="360">ἔγχος· ὃ δʼ ἐκλίνθη καὶ ἀλεύατο κῆρα μέλαιναν.</l><l n="361">Ἀτρεΐδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον</l><l n="362">πλῆξεν ἀνασχόμενος κόρυθος φάλον· ἀμφὶ δʼ ἄρʼ αὐτῷ</l><l n="363">τριχθά τε καὶ τετραχθὰ διατρυφὲν ἔκπεσε χειρός.</l><l n="364">Ἀτρεΐδης δʼ ᾤμωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·</l><q><l n="365">Ζεῦ πάτερ οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος·</l><l n="366">ἦ τʼ ἐφάμην τίσασθαι Ἀλέξανδρον κακότητος·</l><l n="367">νῦν δέ μοι ἐν χείρεσσιν ἄγη ξίφος, ἐκ δέ μοι ἔγχος</l></q></div></div></body></text></TEI>