εἰ δέ κʼ Ἀλέξανδρον κτείνῃ ξανθὸς Μενέλαος, Τρῶας ἔπειθʼ Ἑλένην καὶ κτήματα πάντʼ ἀποδοῦναι, τιμὴν δʼ Ἀργείοις ἀποτινέμεν ἥν τινʼ ἔοικεν, ἥ τε καὶ ἐσσομένοισι μετʼ ἀνθρώποισι πέληται. εἰ δʼ ἂν ἐμοὶ τιμὴν Πρίαμος Πριάμοιό τε παῖδες τίνειν οὐκ ἐθέλωσιν Ἀλεξάνδροιο πεσόντος, αὐτὰρ ἐγὼ καὶ ἔπειτα μαχήσομαι εἵνεκα ποινῆς