<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="3"><q><l n="280">ὑμεῖς μάρτυροι ἔστε, φυλάσσετε δʼ ὅρκια πιστά·</l><l n="281">εἰ μέν κεν Μενέλαον Ἀλέξανδρος καταπέφνῃ</l><l n="282">αὐτὸς ἔπειθʼ Ἑλένην ἐχέτω καὶ κτήματα πάντα,</l><l n="283">ἡμεῖς δʼ ἐν νήεσσι νεώμεθα ποντοπόροισιν·</l><l n="284">εἰ δέ κʼ Ἀλέξανδρον κτείνῃ ξανθὸς Μενέλαος,</l><l n="285">Τρῶας ἔπειθʼ Ἑλένην καὶ κτήματα πάντʼ ἀποδοῦναι,</l><l n="286">τιμὴν δʼ Ἀργείοις ἀποτινέμεν ἥν τινʼ ἔοικεν,</l><l n="287">ἥ τε καὶ ἐσσομένοισι μετʼ ἀνθρώποισι πέληται.</l><l n="288">εἰ δʼ ἂν ἐμοὶ τιμὴν Πρίαμος Πριάμοιό τε παῖδες</l><l n="289">τίνειν οὐκ ἐθέλωσιν Ἀλεξάνδροιο πεσόντος,</l><l n="290">αὐτὰρ ἐγὼ καὶ ἔπειτα μαχήσομαι εἵνεκα ποινῆς</l><l n="291">αὖθι μένων, ἧός κε τέλος πολέμοιο κιχείω.</l></q><l n="292"><milestone ed="P" unit="para"/>ἦ, καὶ ἀπὸ στομάχους ἀρνῶν τάμε νηλέϊ χαλκῷ·</l><l n="293">καὶ τοὺς μὲν κατέθηκεν ἐπὶ χθονὸς ἀσπαίροντας</l><l n="294">θυμοῦ δευομένους· ἀπὸ γὰρ μένος εἵλετο χαλκός.</l><l n="295">οἶνον δʼ ἐκ κρητῆρος ἀφυσσόμενοι δεπάεσσιν</l></div></div></body></text></TEI>