Ἀτρεΐδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν, ἥ οἱ πὰρ ξίφεος μέγα κουλεόν αἰὲν ἄωρτο, ἀρνῶν ἐκ κεφαλέων τάμνε τρίχας· αὐτὰρ ἔπειτα κήρυκες Τρώων καὶ Ἀχαιῶν νεῖμαν ἀρίστοις. τοῖσιν δʼ Ἀτρεΐδης μεγάλʼ εὔχετο χεῖρας ἀνασχών· Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε, Ἠέλιός θʼ, ὃς πάντʼ ἐφορᾷς καὶ πάντʼ ἐπακούεις,