<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="3"><l n="270">μίσγον, ἀτὰρ βασιλεῦσιν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν.</l><l n="271">Ἀτρεΐδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν,</l><l n="272">ἥ οἱ πὰρ ξίφεος μέγα κουλεόν αἰὲν ἄωρτο,</l><l n="273">ἀρνῶν ἐκ κεφαλέων τάμνε τρίχας· αὐτὰρ ἔπειτα</l><l n="274">κήρυκες Τρώων καὶ Ἀχαιῶν νεῖμαν ἀρίστοις.</l><l n="275">τοῖσιν δʼ Ἀτρεΐδης μεγάλʼ εὔχετο χεῖρας ἀνασχών·</l><q><l n="276">Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε,</l><l n="277">Ἠέλιός θʼ, ὃς πάντʼ ἐφορᾷς καὶ πάντʼ ἐπακούεις,</l><l n="278">καὶ ποταμοὶ καὶ γαῖα, καὶ οἳ ὑπένερθε καμόντας</l><l n="279">ἀνθρώπους τίνυσθον ὅτις κʼ ἐπίορκον ὀμόσσῃ,</l><l n="280">ὑμεῖς μάρτυροι ἔστε, φυλάσσετε δʼ ὅρκια πιστά·</l><l n="281">εἰ μέν κεν Μενέλαον Ἀλέξανδρος καταπέφνῃ</l><l n="282">αὐτὸς ἔπειθʼ Ἑλένην ἐχέτω καὶ κτήματα πάντα,</l><l n="283">ἡμεῖς δʼ ἐν νήεσσι νεώμεθα ποντοπόροισιν·</l><l n="284">εἰ δέ κʼ Ἀλέξανδρον κτείνῃ ξανθὸς Μενέλαος,</l><l n="285">Τρῶας ἔπειθʼ Ἑλένην καὶ κτήματα πάντʼ ἀποδοῦναι,</l><l n="286">τιμὴν δʼ Ἀργείοις ἀποτινέμεν ἥν τινʼ ἔοικεν,</l><l n="287">ἥ τε καὶ ἐσσομένοισι μετʼ ἀνθρώποισι πέληται.</l><l n="288">εἰ δʼ ἂν ἐμοὶ τιμὴν Πρίαμος Πριάμοιό τε παῖδες</l><l n="289">τίνειν οὐκ ἐθέλωσιν Ἀλεξάνδροιο πεσόντος,</l><l n="290">αὐτὰρ ἐγὼ καὶ ἔπειτα μαχήσομαι εἵνεκα ποινῆς</l><l n="291">αὖθι μένων, ἧός κε τέλος πολέμοιο κιχείω.</l></q><l n="292"><milestone ed="P" unit="para"/>ἦ, καὶ ἀπὸ στομάχους ἀρνῶν τάμε νηλέϊ χαλκῷ·</l><l n="293">καὶ τοὺς μὲν κατέθηκεν ἐπὶ χθονὸς ἀσπαίροντας</l><l n="294">θυμοῦ δευομένους· ἀπὸ γὰρ μένος εἵλετο χαλκός.</l><l n="295">οἶνον δʼ ἐκ κρητῆρος ἀφυσσόμενοι δεπάεσσιν</l><l n="296">ἔκχεον, ἠδʼ εὔχοντο θεοῖς αἰειγενέτῃσιν.</l><l n="297">ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε·</l><q><l n="298">Ζεῦ κύδιστε μέγιστε καὶ ἀθάνατοι θεοὶ ἄλλοι</l><l n="299">ὁππότεροι πρότεροι ὑπὲρ ὅρκια πημήνειαν</l><l n="300">ὧδέ σφʼ ἐγκέφαλος χαμάδις ῥέοι ὡς ὅδε οἶνος</l><l n="301">αὐτῶν καὶ τεκέων, ἄλοχοι δʼ ἄλλοισι δαμεῖεν.</l><milestone ed="p" n="302" unit="card"/></q><l n="302"><milestone ed="P" unit="para"/>ὣς ἔφαν, οὐδʼ ἄρα πώ σφιν ἐπεκραίαινε Κρονίων.</l><l n="303">τοῖσι δὲ Δαρδανίδης Πρίαμος μετὰ μῦθον ἔειπε·</l><q><l n="304">κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοί·</l></q></div></div></body></text></TEI>