ὣς ἐχάρη Μενέλαος Ἀλέξανδρον θεοειδέα ὀφθαλμοῖσιν ἰδών· φάτο γὰρ τίσεσθαι ἀλείτην· αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε. τὸν δʼ ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴς ἐν προμάχοισι φανέντα, κατεπλήγη φίλον ἦτορ, ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων. ὡς δʼ ὅτε τίς τε δράκοντα ἰδὼν παλίνορσος ἀπέστη οὔρεος ἐν βήσσῃς, ὑπό τε τρόμος ἔλλαβε γυῖα, ἂψ δʼ ἀνεχώρησεν, ὦχρός τέ μιν εἷλε παρειάς, ὣς αὖτις καθʼ ὅμιλον ἔδυ Τρώων ἀγερώχων δείσας Ἀτρέος υἱὸν Ἀλέξανδρος θεοειδής. τὸν δʼ Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσιν· Δύσπαρι εἶδος ἄριστε γυναιμανὲς ἠπεροπευτὰ αἴθʼ ὄφελες ἄγονός τʼ ἔμεναι ἄγαμός τʼ ἀπολέσθαι· καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον ἦεν ἢ οὕτω λώβην τʼ ἔμεναι καὶ ὑπόψιον ἄλλων. ἦ που καγχαλόωσι κάρη κομόωντες Ἀχαιοὶ φάντες ἀριστῆα πρόμον ἔμμεναι, οὕνεκα καλὸν εἶδος ἔπʼ, ἀλλʼ οὐκ ἔστι βίη φρεσὶν οὐδέ τις ἀλκή. ἦ τοιόσδε ἐὼν ἐν ποντοπόροισι νέεσσι πόντον ἐπιπλώσας, ἑτάρους ἐρίηρας ἀγείρας, μιχθεὶς ἀλλοδαποῖσι γυναῖκʼ εὐειδέʼ ἀνῆγες ἐξ ἀπίης γαίης νυὸν ἀνδρῶν αἰχμητάων πατρί τε σῷ μέγα πῆμα πόληΐ τε παντί τε δήμῳ, δυσμενέσιν μὲν χάρμα, κατηφείην δὲ σοὶ αὐτῷ; οὐκ ἂν δὴ μείνειας ἀρηΐφιλον Μενέλαον; γνοίης χʼ οἵου φωτὸς ἔχεις θαλερὴν παράκοιτιν· οὐκ ἄν τοι χραίσμῃ κίθαρις τά τε δῶρʼ Ἀφροδίτης ἥ τε κόμη τό τε εἶδος ὅτʼ ἐν κονίῃσι μιγείης. ἀλλὰ μάλα Τρῶες δειδήμονες· ἦ τέ κεν ἤδη λάϊνον ἕσσο χιτῶνα κακῶν ἕνεχʼ ὅσσα ἔοργας. τὸν δʼ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής· Ἕκτορ ἐπεί με κατʼ αἶσαν ἐνείκεσας οὐδʼ ὑπὲρ αἶσαν· αἰεί τοι κραδίη πέλεκυς ὥς ἐστιν ἀτειρὴς ὅς τʼ εἶσιν διὰ δουρὸς ὑπʼ ἀνέρος ὅς ῥά τε τέχνῃ νήϊον ἐκτάμνῃσιν, ὀφέλλει δʼ ἀνδρὸς ἐρωήν· ὣς σοὶ ἐνὶ στήθεσσιν ἀτάρβητος νόος ἐστί· μή μοι δῶρʼ ἐρατὰ πρόφερε χρυσέης Ἀφροδίτης· οὔ τοι ἀπόβλητʼ ἐστὶ θεῶν ἐρικυδέα δῶρα ὅσσά κεν αὐτοὶ δῶσιν, ἑκὼν δʼ οὐκ ἄν τις ἕλοιτο· νῦν αὖτʼ εἴ μʼ ἐθέλεις πολεμίζειν ἠδὲ μάχεσθαι, ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιούς, αὐτὰρ ἔμʼ ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαον